- 底本
- Themistius, In Aristotelis Physica Paraphrasis. Commentaria in Aristotelem Graeca V.2, ed. H. Schenkl, Berlin: Reimer 1900, pp. 1-236. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:31.27-33.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
德米斯提乌斯转述亚里士多德《物理学》第一卷第九章,批评早期自然哲学家与柏拉图混淆或忽视了质料与缺失,并阐明质料作为母亲般的协同原因而持存,而缺失则是对立且具破坏性的本原。
9. Ὥστε μεμπτέον οὐκ ἀπεικότως τοὺς ταύτην παριδόντας τὴν φύσιν. ὅσοι μὲν * * τοίνυν ἐνεργείᾳ ποιοῦσιν τὸ ὑποκείμενον καὶ τὴν ὕλην,1 εἴτε πῦρ εἴτε ἀέρα εἴτε ἄλλο τι τῶν σωμάτων, οὐχ ἥπτοντο οὗτοι τῆς στερήσεως· Πλάτων δὲ τὴν ὕλην μηδὲν τῶν ὄντων εἶναι εἰπὼν ἐπέβαλέ πως καὶ τῇ στερήσει, οὐχ ἱκανῶς. συμβαίνει γὰρ αὐτῷ ποιεῖν τὰς γενέσεις ἐκ τοῦ μὴ ὄντος ᾗ μὴ ὄν· καθὸ γὰρ ἐπαινεῖ Παρμενίδην ἓν εἶναι τὸ ὂν λέγοντα καὶ τὸ παρὰ τὸ ὂν οὐκ ὄν, κατὰ τοῦτο αὖ ἐκ τοῦ ἁπλῶς μὴ ὄντος ποιεῖται τὰς γενέσεις· οὐ γὰρ οἷόν τε ἑνὸς ὄντος τοῦ ὄντος καὶ τοῦ παρὰ τοῦτο μὴ ὄντος οὐ πῇ μὴ ὄντος, οὐδὲ κατὰ συμβεβηκὸς μὴ ὄντος, ἀλλ’ ἁπλῶς μὴ ὄντος, ὡς ᾤετο Παρμενίδης, σῴζεσθαι τὴν τῆς ὕλης φύσιν, ἣ πῇ μὲν ἔστιν πῇ δὲ οὔ, καὶ δυνάμει μὲν ἔστιν, ἐνεργείᾳ δὲ οὔ. εἰ δὲ ἐκ μὲν τοῦ ὄντος τοῦ ἑνὸς ὃ μόνον ἔστιν, οὐδὲν ἄν γένοιτο (ἀμετάβλητον γὰρ ἐκεῖνο), δεῖ δὲ εἴ τι γίγνεται ἐξ ἑτέρου τινὸς γίγνεσθαι, πᾶν δὲ τὸ παρ’ ἐκεῖνο τὸ ὂν οὐκ ὄν, παντελῶς ὁ τὴν μὲν δόξαν ταύτην ἀποδεχόμενος, γένεσιν δὲ εἶναι διδοὺς ἐκ τοῦ μὴ ὄντος αὐτὴν παράγει, κἂν διαρρήδην τοῦτο μὴ λέγῃ. ἀλλ’ οὐδ’ ἐκεῖνο ὀρθῶς, ὅτι μὴ κατὰ τὸν λόγον χωρίζει τὴν ὕλην τῆς στερήσεως, ἀλλ’ ἐπειδὴ τῷ ἀριθμῷ ταὐτόν εἰσιν, οἴεται ὁμοίως ἔχειν αὐτὰς καὶ τῷ λόγῳ καὶ τῇ δυνάμει τῆς φύσεως. ἡμεῖς μὲν γὰρ τὴν ὕλην καὶ στέρησιν ἕτερον εἶναί φαμεν καὶ τούτων τὴν ὕλην κατὰ συμβεβηκὸς μὴ ὄν, ὅτι αὐτῇ συμβέβηκεν ἡ στέρησις τῇ οὔσῃ πως τὸ πάντῃ μὴ ὄν·2 καὶ αὖ τὴν μὲν ἐγγὺς τοῦ ὄντος εἶναι (ἐγγὺς γὰρ ἐστι τοῦ συνθέτου καί πως ἤδη καὶ μέρος αὐτοῦ), τὴν δὲ ἀπουσίαν ἐκείνου· καὶ οὕτως οὐκ ἐκ τοῦ ἁπλῶς μὴ ὄντος ἡμῖν αἱ γενέσεις, ἀλλ’ ἐκ τοῦ κατὰ συμβεβηκὸς μὴ ὄντος καὶ δυνάμει ὄντος· οἱ δὲ τὸ μέγα καὶ τὸ μικρὸν λέγοντες, εἴτε ἓν σημαίνουσι τοῖς ὀνόμασιν εἴτε δύο, τῆς ὕλης ὅμως ἀμφότερα κατηγοροῦσιν. ἐκεῖνοι μὲν οὖν οὐ πράγματα τρία λέγουσι τὰς ἀρχὰς ἀλλ’ ὀνόματα· τὸ γὰρ μέγα καὶ τὸ μικρὸν οὐ τὸ μὲν αὐτοῖς τὴν ὕλην σημαίνει, τὸ δὲ τὴν στέρησιν, ἀλλ’ ἄμφω τὴν ὕλην, τὴν δὲ στέρησιν παρεώρων καὶ οὐ χωρίζουσι τῷ λόγῳ· ἡμεῖς δὲ πάμπολυ διαφέρειν ταῦτά φαμεν· ἡ μὲν γὰρ ὕλη μένουσα συναιτία τῇ μορφῇ τῶν γινομένων ἐστὶν ὥσπερ μήτηρ, ἡ δὲ ἑτέρα μοῖρα τῆς ἐναντιώσεως, λέγω δὲ τὴν στέρησιν, πολλάκις ἂν φαντασθείη τῷ πρὸς τὸ φθοροποιὸν αὐτῆς ἀτενίζοντι τὴν διάνοιαν οὐδὲ εἶναι τὸ παράπαν·3 φθαρτικὴ γὰρ τοῦ εἶναί ἔστι καὶ τοῦ εἴδους, ὅ ἐστιν ἑκάστῳ τὸ εὖ καὶ τὸ ἀγαθόν.
9. 因此,指责那些忽视了这一本性的人并非没有道理。那么,凡是将底层物与质料当作现实态中的某物的人(无论是火、气还是某种其他物体),都没有触及缺失;而柏拉图由于说质料不是存在者之中的任何东西,虽在某种程度上也触及了缺失,却并不充分。因为对他来说,其结果乃是由非存在就其作为非存在而造成诸生成;因为就他赞同巴门尼德说存在是一且存在之外的东西是非存在而言,在这一方面他又由绝对的非存在造成了诸生成。因为,如果正如巴门尼德所认为的那样,存在是一,且在此之外的东西并非在某一方面是非存在,亦非偶性地是非存在,而是绝对的非存在,那么质料的本性便不可能得以保全——这本性在某一方面存在而在某一方面不存在,在潜能上存在而在现实上不存在。假若由唯一存在的这一存在绝不可能生成任何东西(因为那是不可变化的),而如果某物生成,则必须由某种不同的东西生成,且在那一存在之外的一切全是非存在,那么完全可以说,接受这派意见却又承认有生成的人,便是把生成导源于非存在,即使他没有明文这样说。但另一点同样是不正确的:他没有在定义上把质料与缺失区分开来,而是因为它们在数目上是同一的,便认为它们在定义上和本性的能力上也处于同样状况。因为我们说质料与缺失是不同的,并且在这两者中,质料乃是偶性地是非存在,因为缺失作为某种完全非存在之物碰巧属于它;而且,前者邻近于存在(因为它邻近于复合物,并且在某种程度上已经是其一部分),而后者则是那一[存在]的缺失;这样一来,对我们而言诸生成并非源自绝对的非存在,而是源自偶性上的非存在以及潜能上的存在。另一方面,那些主张“大与小”的人,无论他们通过这些名称表示一个事物还是两个事物,终归都把二者述谓于质料。因此,他们所说的本原并不是三个事物,而是三个名称;因为对他们而言,“大与小”并不是一个表示质料而另一个表示缺失,而是二者都表示质料,他们忽视了缺失,并没有在定义上将其分开。但我们说这些东西差别极大:因为质料持存着,与形式一起作为生成之物的协同原因,如同一位母亲;而对立面的另一部分(我是指缺失),在将心思集中于其破坏性一面的人看来,往往甚至可能显得根本就不存在;因为它具有破坏存在以及破坏形式的性质,而形式对各物而言乃是健全与善。
- 1.9ὅσοι μὲν * * τοίνυν ἐνεργείᾳ ποιοῦσιν τὸ ὑποκείμενον καὶ τὴν ὕλην
尽管版本中标记了脱文( ),但句法主干清晰,由关系从句与主句中的复指代词构成呼应:ὅσοι μὲν... τοίνυν... οὐχ ἥπτοντο οὗτοι...(“凡将……作为现实态的人,这些人都没有触及……”),并在结构上作为 μὲν 肢与下文的 Πλάτων δὲ... 相对立。
- 1.9ὅτι αὐτῇ συμβέβηκεν ἡ στέρησις τῇ οὔσῃ πως τὸ πάντῃ μὴ ὄν
与格分词短语 τῇ οὔσῃ πως τὸ πάντῃ μὴ ὄν 的修饰对象需在句法上确定。从格的一致性来看,它修饰的是与格代词 αὐτῇ(指质料 ὕλη),而非主格主语 ἡ στέρησις:“因为质料由于缺失的附随,在某种意义上成了全然非存在”。虽然理论上也可怀疑其指代缺失本身(若改为主格),但依照传抄文本的与格形式,其句法归宿当为 αὐτῇ。
- 1.9πολλάκις ἂν φαντασθείη τῷ πρὸς τὸ φθοροποιὸν αὐτῆς ἀτενίζοντι τὴν διάνοιαν οὐδὲ εἶναι τὸ παράπαν
主谓语为带有 ἄν 的希求法 ἂν φαντασθείη(表潜能),其主语承接前文的主格阴性短语 ἡ δὲ ἑτέρα μοῖρα τῆς ἐναντιώσεως(即缺失)。与格分词短语 τῷ... ἀτενίζοντι 表示评判的基准或主体(“在……注视者看来”),后接补足不定式短语 οὐδὲ εἶναι τὸ παράπαν(“甚至根本不存在”)。
