- 底本
- Themistius, In Aristotelis Physica Paraphrasis. Commentaria in Aristotelem Graeca V.2, ed. H. Schenkl, Berlin: Reimer 1900, pp. 1-236. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:30.29-31.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
特米斯提乌斯论证了“由存在生成”在偶性上亦可成立,阐明由存在和非存在生成并不包含矛盾,并提出了基于潜能与现实的第二种解决方法以及缺失在生成中的根本作用。
ὡσαύτως δὲ καὶ τὸ ἐξ ὄντος γίγνεσθαι καὶ τὸ ὂν γίγνεσθαι ἁπλῶς μὲν ἀμήχανον καὶ καθὸ ὄν (ἤδη γὰρ ἔστιν), κατὰ συμβεβηκὸς δὲ ἐξ ὄντος οὐδὲν ἀδύνατον. ἵνα γὰρ μᾶλλον μάθῃς ὃ λέγω, μεταβῶμεν εἴς τι παράδειγμα. ὑποκείσθω τοίνυν κύων εἰς ἵππον μεταβάλλειν ἢ ἄλλο ὁτιοῦν ζῷον εἰς ὁτιοῦν ζῷον, ὃ δὴ καὶ γίγνεται ἐπ’ ἐνίων. ὡς οὖν ἐπὶ τούτων ὁ λέγων, ὅτι ζῷον ἐκ ζῴου γίγνεται,1 οὐ τοῦτο λέγει, ὅτι ᾗ ζῷον (οὐ γὰρ τὸ ζῷον καθὸ ζῷον μεταβάλλει εἰς ἄλλο ζῷον, ἂν μεταβάλλῃ εἰς ἄλλο, οὐδὲ τὸ γιγνόμενον ζῷον ἂν γίγνοιτο, καθὸ ζῷον ἐκ ζῴου ἂν γίγνοιτο), ἀλλὰ τὸ λεγόμενόν ἐστιν ὅτι ἔκ τινος, ᾧ συμβέβηκε ζῴῳ εἶναι, ἄλλο γίγνεται ᾧ καὶ τῷ ζῴῳ εἶναι ὑπάρχει·2 οὕτως καὶ εἰ γίγνοιτο ὕδωρ ἐξ ἀέρος, τὸ ὂν ἐξ ὄντος γίγνεσθαι λέγεται, οὐχ ὅτι τὸ ὂν ἤδη γίγνεται οὐδὲ τὸ γιγνόμενον ἔστιν ἤδη, ἀλλ’ ὅτι ἔκ τινος, οὗ τὸ ὂν κατηγορεῖται, ἕτερον γίγνεται ᾧ καὶ αὐτὸ τὸ ὂν ὑπάρχει. ὥσπερ δὲ εἰ γίγνοιτο ζῷον, καθὸ ζῷόν ἐστιν, οὐκ ἐκ ζῴου ἂν γίγνοιτο, ἀλλὰ ἐκ μὴ ζῴου οἷον σπέρματος, οὕτως εἰ γίγνοιτο ἁπλῶς ὄν, ἐξ οὐδενὸς ἂν τῶν ὄντων γίγνοιτο, ἀλλ’ ἐκ τοῦ πάντῃ μὴ ὄντος, ὅπερ δὴ παντελῶς ἀμήχανον· οὐδ’ ἂν γίγνοιτο τὸ ἁπλῶς ὄν. καὶ ἐξ ὄντος οὖν καὶ μὴ ὄντος ἡ γένεσις καὶ τοῦτο οὐκ ἔστιν ἀντίφασις· οὐ γὰρ κατὰ ταὐτό. ἀλλ’ ἐξ ὄντος μέν, ἐπειδὴ ἕτερόν τί ἐστιν, ἐκ μὴ ὄντος δέ, ἐπειδὴ τοῦτο οὐκ ἔστιν ὃ γίγνεται, καὶ ἁπλῶς εἰπεῖν ἐκ τὶ μὲν ὄντος ὃ οὐ γίγνεται, τὶ δὲ μὴ ὄντος ὃ γίγνεται, ὥστε ἡ στέρησις καὶ ἡ τοιαύτη φύσις αὐτῆς τηρεῖ τὴν γένεσιν, οὔτε τοῦ ὄντος ᾗ ὂν γιγνομένου, διότι συνυπάρχει τῇ ὕλῃ, 〈οὔτε τοῦ μὴ ὄντος ᾗ μὴ ὄν, διότι οὐκ ἐνυπάρχει τῇ ὕλῃ〉. εἷς μὲν δὴ τρόπος οὗτος τῆς λύσεως, ἄλλος δὲ ἐκ τοῦ δυνάμει καὶ ἐνεργείᾳ. ἐκ γὰρ τῆς ὕλης γίνεται τὰ γιγνόμενα ἐκ τοῦ δυνάμει μὲν ὄντος, ἐνεργείᾳ δὲ μὴ ὄντος, καὶ ταύτης δὲ τῆς λύσεως ἡ τῆς στερήσεως φύσις αἰτία· αὕτη γάρ ἐστιν ἡ ποιοῦσα τὴν ὕλην δυνάμει μὲν εἶναι, ἐνεργείᾳ δὲ μή. οὔκουν πάντῃ ἀπόβλητος ἡ στέρησις πρὸς τὰς γενέσεις οὐδὲ ἐν ἴσῃ χώρᾳ τοῖς ἄλλοις αἰτίοις τοῖς κατὰ συμβεβηκὸς λεγομένοις, ὡς τὸ λευκὸν ἢ μέλαν, τὰ τῷ ἀνθρώπῳ συμβεβηκότα τῷ γιγνομένῳ μουσικῷ· τὰ μὲν γὰρ οὐδὲ ὅλως συντελεῖ τι πρὸς τὰ γιγνόμενα, ἡ δὲ στέρησις τὸ ὅλον τοῦτο κατὰ συμβεβηκὸς αἰτία καὶ ἀρχή· ἀδύνατον γὰρ γενέσθαι μὴ ὑπάρξαντος ἐν τῷ ὑποκειμένῳ ἐναντίου.
同样,由存在生成以及存在生成,在绝对的意义上并且就其作为存在而言是不可能的(因为已经存在),但偶性地由存在生成则绝非不可能。为了让你更好地理解我所说的话,让我们转到一个例子。假定一只狗转变为一匹马,或者任何动物转变为任何动物,这在某些情况下确实发生。因此,正如在这些情况下,凡说动物由动物生成的人并不是说,就其作为动物而言[生成](因为动物就其作为动物而言并不转变为另一动物,即使它转变为另一者,生成的动物也不会是作为动物由动物生成的),而是所指的是:由碰巧具有作为动物这一属性的某物,生成了同样具有作为动物这一属性的另一物;同样,如果水由空气生成,之所以说存在由存在生成,并不是因为存在已经生成,也不是因为生成之物已经存在,而是因为由被述谓为存在的某物,生成了同样具有这同一存在的另一物。但是,正如如果动物就其作为动物而言生成,它就不会是由动物生成的,而是由非动物(例如种子)生成的,同样,如果绝对的存在生成,它就不会是由存在者之中的任何东西生成的,而是由全然非存在生成的,而这确实是完全不可能的;绝对的存在也不可能生成。因此,生成既是由存在也是由非存在而来的,而这并不是矛盾;因为不是就同一方面而言的。相反,一方面由存在而来,是因为它是某种不同的东西;另一方面由非存在而来,是因为它并非生成的这物;简而言之,是由在某种程度上存在且并不生成的东西,以及在某种程度上非存在且生成的东西而来。因此,缺失及其此类本性保全了生成,既非存在就其作为存在而生成(因为它是与质料共存的),〈亦非非存在就其作为非存在而生成(因为它并不内在存在于质料之中)〉。这确实是解决方式之一,而另一种方式则源自潜能与现实。因为生成之物是由质料生成的,是由潜能上存在但现实上非存在之物生成的;而对于这种解决方式,缺失的本性同样是原因。因为正是它使得质料在潜能上存在,但在现实上并不存在。由此可见,缺失对于诸生成而言绝非应当全然抛弃,亦非与那些被称为偶性的其他原因处于同等地位(例如碰巧属于那个变成通晓音乐者的人的白色或黑色);因为后者对生成之物根本没有任何贡献,而缺失在整个这一过程中乃是偶性的原因与本原;因为如果在底层物中预先不存在对立面,生成便是不可能的。
- 1.8ἐκ τὶ μὲν ὄντος ὃ οὐ γίγνεται, τὶ δὲ μὴ ὄντος ὃ γίγνεται
τὶ 用作状语性宾格(“在某种程度上/某一方面”),分别修饰 ὄντος 和 μὴ ὄντος,与“绝对地(ἁπλῶς)”形成对照。关系从句 ὃ οὐ γίγνεται 和 ὃ γίγνεται 则分别对前面的分词短语起限定与说明作用。
- 1.8ἄλλο γίγνεται ᾧ καὶ τῷ ζῴῳ εἶναι ὑπάρχει
关系代词 ᾧ 由 ὑπάρχει 支配,而 τῷ ζῴῳ εἶναι 则是表示本质的与格结构(“作为动物的存在”)。它与前文的 ᾧ συμβέβηκε ζῴῳ εἶναι(碰巧具有作为动物这一属性的某物)相平行,表明新生成的底层事物同样(καί)具备“作为动物”这一本质属性(ὑπάρχει)。
