← 狄米斯提乌斯

亚里士多德《物理学》释义

§29.22-30.29

通过自身与偶性解决对生成的否定

忒弥斯修按《物理学》第一卷第八章开篇,提出了否定生成与多性的古代思想家的疑难,并通过在生成上区分“就自身而言”与“偶性地”给出了第一种解决方法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.8#1

8. Ὅτι δὲ μόνως οὕτω λύεται καὶ ἡ τῶν ἀρχαίων ἀπορία, λέγομεν μετὰ ταῦτα· ζητήσαντες γὰρ οἱ κατὰ φιλοσοφίαν πρεσβύτατοι τὴν ἀλήθειαν καὶ τὴν φύσιν τῶν ὄντων ἐξετράπησαν τῆς ἀληθείας οἷον ὁδόν τινα ἄλλην ἀπωσθέντες ὑπὸ ἀπειρίας τοῦ διαλέγεσθαι, ὥστε φασὶν οὔτε γίγνεσθαι τῶν ὄντων οὐδὲν οὔτε φθείρεσθαι διὰ τὸ ἀναγκαῖον μὲν ἀεὶ γίγνεσθαι τὸ γινόμενον ἢ ἐξ ὄντος ἢ ἐκ μὴ ὄντος, ἀλλ’ οὔτε ἐξ ὄντος (εἶναι γὰρ ἤδη) οὔτε ἐκ μὴ ὄντος (ἀμήχανον γάρ· δεῖ γὰρ ὑποκεῖσθαί τι πάντως). ὅθεν ἀναιροῦντες τὴν γένεσιν ἐποίουν ἐκ προϋπαρχόντων τὰ ὄντα συγκρίσει καὶ θέσει καὶ ἐκκρίσει καὶ τοιαύταις τισὶ μηχαναῖς προσχρώμενοι, τὸ δὲ ἐφεξῆς τούτῳ συντιθέντες οὐδὲ εἶναι πολλὰ ἔφασαν, ἀλλὰ ἕν· εἰ γὰρ πολλά, διαφέροντα ἔσται, τὰ δὲ τοῦ ὄντος διαφέροντα μὴ εἶναι.1 ἐκεῖνοι μὲν οὖν ταύτην ἔλαβον τὴν δόξαν διὰ τὰ εἰρημένα, ἡμεῖς δὲ λύομεν τὴν ἀπορίαν κατὰ δύο τρόπους. ὧν ὁ μὲν πρότερος οὗτος· τὸ ἐξ ὄντος ἢ μὴ ὄντος γίγνεσθαι ἢ τὸ μὴ ὂν ἢ τὸ ὂν γίγνεσθαι ἢ πάσχειν τι ἢ ποιεῖν,2 ἵνα καθολικώτερον εἴπω (λάμβανε δή μοι τὸ λεγόμενον οὐκ ἐπὶ τῆς κυρίως γενέσεως μόνον, ὡς ὅταν λέγωμεν ἄνθρωπον γίγνεσθαι, ἀλλὰ καὶ ἐπὶ πάσης ἁπλῶς, ὡς καὶ ὅταν λευκὸν γίγνεσθαι λέγωμεν ἢ μουσικόν), ταῦτα δή πάντα λέγεται διχῶς καὶ δύο σημαίνει. καὶ ἵνα σοι γένηται σαφέστερον τοῦτο, ἐπὶ παραδείγματος πρῶτον κατάμαθε· λέγομεν τὸν ἰατρὸν ποιεῖν τι ἢ πάσχειν, τοῦτο δὲ διχῶς λέγομεν, ἢ καθ’ αὑτό, τουτέστι καθό ἐστιν ἰατρός, ἢ κατὰ συμβεβηκός, ὅταν μὲν θεραπεύῃ, καθ’ αὑτὸ ποιεῖ καθὸ ἰατρός, ὅταν δὲ οἰκοδομῇ, οὐ καθὸ ἰατρός, ἀλλ’ ὅτι τῷ ἰατρῷ συμβέβηκεν οἰκοδομικῷ εἶναι· πάλιν ἂν μὲν γένηται ἀπὸ ἀμελείας ἀνίατρος, πάσχειν αὐτόν φαμεν καθὸ ἰατρός, ἂν δὲ γίγνηται λευκός, οὐ καθὸ ἰατρός, ἀλλὰ κατὰ συμβεβηκός, ὅτι ἐκ μέλανος, ὃ συμβεβήκει αὐτῷ. καὶ τοίνυν τὸ ἐκ μὴ ὄντος γίγνεσθαι ἢ τὸ μὴ ὂν γίγνεσθαι δύο σημαίνει· ἓν μὲν ὡς ἐνυπάρχοντος τοῦ μὴ ὄντος καὶ δεχομένου τὸ εἶναι, ὅπερ ἐστὶν ἀδύνατον· καὶ τοῦτό ἐστιν ὃ σημαίνει τὸ ἐκ μὴ ὄντος γίγνεσθαι ᾗ μὴ ὄν. τοῦτο δὲ ᾤοντο δηλοῦσθαι μόνον ἐκ τῆς φωνῆς ταύτης οἱ παλαιοὶ καὶ διὰ τοῦτο ἀνῄρουν γένεσιν. ἕτερον δέ, ὡς ἐξισταμένου τοῦ μὴ ὄντος καὶ ἐκχωροῦντος τῷ ἐσομένῳ, ὡς ἐκ τοῦ ἀμούσου τὸ μουσικόν· καὶ τοῦτό ἐστι κατὰ συμβεβηκὸς ἐκ τοῦ μὴ ὄντος· τὸ γὰρ οὕτως λεγόμενον ἔκ τινος γίγνεσθαι ὡς μὴ ὑπομένοντος3 κατὰ συμβεβηκὸς ἐκ μὴ ὄντος γίγνεται. οὕτω φαμὲν ἐκ μὴ ὄντος ἡμεῖς γίγνεσθαι τὰ γιγνόμενα, ἐπειδὴ ἐκ τῆς στερήσεως, ἥ ἐστι καθ’ αὑτὴν μὴ ὄν, ἐκχωρούσης καὶ ἐξισταμένης γίγνεται· ἢ καὶ οὕτως κατὰ συμβεβηκὸς ἐκ μὴ ὄντος, ἐπειδὴ ἐκ τῆς ὕλης ᾗ συμβέβηκε τὸ μὴ ὂν ἡ στέρησις· οὕτω δὲ δύναται καὶ ἐνυπάρχειν τὸ μὴ ὄν, ἀλλ’ οὐ τὸ καθ’ αὑτὸ μὴ ὄν, ἀλλ’ ᾧ τοῦτο συμβέβηκε, τοῦτο δέ ἐστιν ἡ ὕλη.

8. 接下来我们说明,唯有以此方式,古人们的疑难也才能得以解决。因为在哲学上最古老的那些人在探求真理和存在者的本性时,背离了真理,由于缺乏辩证讨论的经验而被推挤到仿佛另一条道路上,以至于他们声称存在者之中没有任何东西生成,也没有任何东西消灭,这是因为生成之物必然总是要么由存在生成,要么由非存在生成,然而既非由存在生成(因为已经存在),亦非由非存在生成(因为这是不可能的;无论如何必定有某种东西居于底层)。由此,他们取消了生成,转而借由组合、位置、分离以及诸如此类的技巧,由预先存在的事物来造就存在者;并且把紧随其后的结论拼合在一起,声称存在者甚至不是多数,而是一;因为如果存在者是多数,它们就会彼此不同,而与存在相异的事物就是非存在。于是那些人由于上述理由采取了这一见解,而我们则通过两种方式来解决该疑难。其中前一种方式是这样的:由存在或非存在生成,或者非存在或存在生成,或者遭受某种作用或施加某种作用,以便我说得更具普遍性(请你理解我所说的不仅适用于严格意义上的生成,如我们说一个人生成,而且单纯地适用于一切生成,如我们说一个白色之物或通晓音乐者生成),所有这些说法确实都具有双重含义并指示两种意思。为了让你更明白这一点,首先请借由一个例子来领会:我们说医生施加或遭受某种作用,我们是依两种方式这样说的,要么就其自身而言,即就其作为医生而言,要么偶性地;当他医治时,他是就其自身作为医生而施加作用,但当他建造房屋时,则不是作为医生,而是因为碰巧对医生而言具有建筑能力;反之,若他因疏忽而变成非医生,我们说他是作为医生而遭受作用,但若他变白,则不是作为医生,而是偶性地,因为这是由碰巧属于他的黑色转变而来。因此,由非存在生成或非存在生成同样指示两种意思:其一是指非存在作为内在成分而接受存在,这是不可能的;而这正是由作为非存在的非存在生成所指示的意思。古人们认为唯独这个意思由这一词语表达,并因此取消了生成。其二则是指非存在退让并给将有之物腾出位置,正如由不通晓音乐者生成通晓音乐者;而这是偶性地由非存在生成;因为以此种方式被说成由某物——即作为不持存之物——生成的,乃是偶性地由非存在生成。我们正是以此种方式说生成之物是由非存在生成的,因为生成是由缺失——它就其自身是非存在——让位与退让而产生的;或者也以此种方式说是偶性地由非存在生成,因为它是产生于碰巧具有非存在(即缺失)的质料;而以此种方式非存在也能内在存在,但不是就其自身的非存在内在存在,而是碰巧具有此者的事物内在存在,而这正是质料。

语法注3 条
  1. 1.8τὰ δὲ τοῦ ὄντος διαφέροντα μὴ εἶναι

    带冠词的分词短语 τὰ τοῦ ὄντος διαφέροντα 作为不定词 μὴ εἶναι 的主语宾格,依赖于前文的动词 ἔφασαν。属格 τοῦ ὄντος 表示比较或分离(“与存在相异者即非存在”)。

  2. 1.8τὸ ἐξ ὄντος ἢ μὴ ὄντος γίγνεσθαι ἢ τὸ μὴ ὂν ἢ τὸ ὂν γίγνεσθαι ἢ πάσχειν τι ἢ ποιεῖν

    一系列并列的带冠词不定词短语构成本句的核心主语,经过括号状的插入成分(ἵνα καθολικώτερον εἴπω ... μουσικόν)后,被代词 ταῦτα δή πάντα 所总括,共同作谓语动词 λέγεται διχῶς 的主语。

  3. 1.8τὸ γὰρ οὕτως λεγόμενον ἔκ τινος γίγνεσθαι ὡς μὴ ὑπομένοντος

    带冠词的分词短语 τὸ λεγόμενον 作主语,后接补充性不定词 ἔκ τινος γίγνεσθαι。句中的 ὡς μὴ ὑπομένοντος 则是修饰或限定 τινος 的分词属格结构(带有 ὡς 表示视点或条件,“作为不留存之物”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:29.22-30.29