- 底本
- Themistius, In Aristotelis Physica Paraphrasis. Commentaria in Aristotelem Graeca V.2, ed. H. Schenkl, Berlin: Reimer 1900, pp. 1-236. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:28.1-29.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
论述一切生成之物皆由底层主体与形式构成的复合体,通过区分本质原因(质料与形式)与偶性原因(缺失)理清原理的数量,指出第一质料通过类比可知,并将属于第一哲学的形式问题留待后议。
ταῦτα δὲ ἅπαντα ἐφ’ ὑποκειμένου τινός, οὐ μόνον τὰ ἄλλα, ἀλλὰ καὶ ἐφ’ ὧν ἡ κυρίως μεταβολή· εἶναι γὰρ δεῖ πάντως καὶ ὑποκεῖσθαι περὶ ὃ γίγνεται σῳζόμενον ἡ μεταβολή, ὡς περὶ ὃ γίγνεται ἡ πρόσθεσις, περὶ ὃ γίγνεται ἡ ἀφαίρεσις, περὶ ὃ γίγνεται ἡ σύνθεσις· ὥστε δῆλον ἐκ τῶν εἰρημένων, ὅτι τὸ γιγνόμενον ἅπαν ἀεὶ σύνθετόν ἐστιν ἔκ τε τοῦ ὑποκειμένου καὶ τῆς μορφῆς, ὥσπερ καὶ ἐξ οὗ ἐγίγνετο καὶ τοῦτο σύνθετον ἦν ἔκ τε τοῦ ὑποκειμένου καὶ τοῦ ἀντικειμένου τῷ ἐσομένῳ· λέγω δὲ ἀντικεῖσθαι μὲν τὴν ἀμουσίαν, ὑποκεῖσθαι δὲ τὸν ἄνθρωπον καὶ τὴν μὲν ἀσχημοσύνην καὶ τὴν ἀμορφίαν καὶ τὴν ἀταξίαν ἀντικείμενον, ὑποκείμενον δὲ τὸν χαλκὸν ἢ τὸν λίθον ἢ τὸν χρυσόν. φανερὸν οὖν ὡς εἴπερ τῶν φύσει ὄντων ταῦτά εἰσιν ἀρχαὶ καὶ αἴτια, ἐξ ὧν ὡς ἐνυπαρχόντων ἕκαστον γίγνεται καὶ ἃ συμπληροῖ ἑκάστου τὸ εἶναι, ὅτι ταῦτά ἐστιν ἐξ ὧν σύγκειται ἕκαστον, τό τε ὑποκείμενον καὶ ἡ μορφή· σύγκειται δὲ οὐχ ὡς ἐκ πλίνθων ἡ οἰκία ἀλλὰ τῷ λόγῳ· ἄλλος γὰρ ἀνθρώπου λόγος καὶ ἄλλος μουσικοῦ. ἔστι δὲ τὸ ὑποκείμενον, ὅταν αὐτὸ νοῆται καθ’ αὑτό, ἀριθμῷ μὲν ἕν, λόγῳ δὲ δύο· λέγω δὲ τοῦτο διὰ τὴν στέρησιν, ἣ συμβέβηκεν τῇ ὕλῃ. ἄκουε δὲ καὶ νῦν. διαφέρουσι τῷ λόγῳ, εἰ καὶ ἕν εἰσιν ἀριθμῷ καθάπερ Σωκράτης σιμός, ὁ μὲν ἄνθρωπος καὶ ὁ χρυσός· κἂν ἐπὶ τὴν πρώτην ὕλην ἐκ τούτων ἀνέλθῃς, ἀριθμητὰ καὶ τόδε τι,1 χρυσὸς μὲν καὶ ἄνθρωπος φανερῶς.2 ἡ δὲ πρώτη ὕλη μᾶλλον ἀριθμητὴ ἢ ἡ στέρησις· οὐ γὰρ οὖσα καθ’ ἑαυτὴν ἀριθμητή, ὅμως μᾶλλόν ἐστιν ἀριθμητὴ ἢ ἡ στέρησις· ἡ γὰρ σύγκρισις αὕτη πρὸς τὴν στέρησιν· καθ’ ὅσον γὰρ τῷ συναμφοτέρῳ ὅ ἐστιν ἀκριβῶς τόδε τι, ταύτην μᾶλλον συμβαίνει συνεργεῖν ἢ τὴν στέρησιν ὑπομένουσαν πως καὶ ἀναφαινομένην ἐκείνης ὑπεξιούσης, κατὰ τοσοῦτον ἔχει μᾶλλον αὐτὴ τὸ τόδε τι, ἡ δὲ στέρησις οὐδαμῶς ἔχει τὸ τόδε τι· πῶς γὰρ ἡ μηδὲ μένουσα; ἀλλὰ κἀκ τῆς ὕλης μὲν οὐ κατὰ συμβεβηκὸς γίγνεται τὸ γινόμενον (ἐνυπάρχει γὰρ αὐτῷ), ἐκ δὲ τῆς στερήσεως κατὰ συμβεβηκός· τὸ γὰρ τῇ ὕλῃ συμβεβηκέναι ἡ κυρίως ἐστὶν ἀρχή.3 διόπερ κυρίως μὲν λέγων δύο ἐρεῖς εἶναι τὰ αἴτια προηγουμένως τήν τε ὕλην καὶ τὴν μορφήν, εἴποις δ’ ἂν αὐτὰ καὶ τρία διὰ τὴν στέρησιν καὶ ἔστι μὲν ὡς τἀναντία εἰσὶν ἀρχαί (λέγω δὲ ἁπλούστερον νῦν ἐναντία τὴν στέρησιν καὶ τὸ εἶδος· μετὰ ταῦτα γὰρ ὅπως ἀλλήλοις ἀντίκειται ἐπιδείξω), ἔστι δὲ ὡς οὐ τὰ ἐναντία· πάσχειν γὰρ αὐτὰ ὑπ’ ἀλλήλων ἀδύνατον. ἀλλὰ καὶ τοῦτο διεσωσάμεθα ὑποτιθέντες τὴν ὕλην αὐτοῖς. πόσαι μὲν οὖν εἰσὶν ἀρχαὶ τῶν περὶ γένεσιν φυσικῶν καὶ ὅπως πόσαι, προείρηται καὶ δῆλον ὅτι δεῖ τοῖς ἐναντίοις ὑποκεῖσθαί τι καὶ τὰ ἐναντία δύο εἶναι, τρόπον δέ τινα ἄλλον οὐκ ἀναγκαῖον· ἱκανὸν γάρ ἐστιν τὸ ἕτερον τῶν ἐναντίων ποιεῖν τῇ ἀπουσίᾳ καὶ παρουσίᾳ τὴν μεταβολήν, ὥστε τὸ εἶδος τὴν χώραν ἀποπληροῖ καὶ τῆς στερήσεως· ἡ γὰρ στέρησις οὐ φύσις τις καὶ εἶδός ἐστιν, ἀλλ’ ἀπουσία τοῦ εἴδους. Ἡ δὲ ὑποκειμένη φύσις ἐπιστητὴ κατὰ ἀναλογίαν· ὡς γὰρ πρὸς ἀνδριάντα χαλκὸς ἢ πρὸς κλίνην ξύλον, οὕτως αὕτη πρὸς τὴν οὐσίαν τὴν σύνθετον ἔχει καὶ ἁπλῶς πρὸς ἅπαν τὸ ὄν· ὑποκειμένη γὰρ τῇ οὐσίᾳ δηλονότι καὶ τοῖς ταύτῃ συμβεβηκόσιν ὑπόκειται. πότερον δὲ οὐσία τὸ εἶδος ἢ τὸ ὑποκείμενον, οὔπω δῆλον· οὔπω δὲ δῆλον καὶ ὅπως τὸ εἶδος ἀρχή· καὶ πότερον ἄφθαρτον ἅπαν ἤ τι καὶ φθαρτόν· καὶ εἰ μὲν ἅπαν ἄφθαρτον, πῶς οὐκ ἀΐδιον ἅπαν, εἰ δὲ οὐχ ἅπαν ἄφθαρτον, πῶς ἅπαν ἀρχή. ταῦτα δὲ ἅπαντα ἀνακείσθω νῦν· ἴσως γὰρ οὐδὲ φυσικῷ πρέπων ὁ λόγος, ἀλλὰ ἡ περὶ τῶν ἀϊδίων θεωρία τοῦ ὑπὲρ τοῦτον.4
所有这些情况都发生于某种底层主体中,不仅其他情况如此,甚至发生严格意义上的变化的那些情况也是如此;因为某个在变化围绕其发生时得以保全的事物必定完全存在并居于底层,正如添加围绕其发生的事物、削减围绕其发生的事物、组合围绕其发生的事物一样。因此由上述可知,一切生成之物总是由底层主体与形态两者构成的复合体,正如它从中生成的那一事物也曾是由底层主体与和将有之物相对立的事物两者构成的复合体一样;我所说的相对立是指非通晓音乐,居于底层是指人,相对立者是指不成形、无形式、无秩序,而底层主体则是指青铜、石头或金子。因此显而易见,如果说自然存在之物的原理和原因是这些——每个事物以之为内在成分而由之生成且完满构成每个事物之存在者——那么这些就是每个事物所由构成的要素,即底层主体与形态;但构成的形式不是如同房屋由砖块构成那样,而是依定义而言;因为人的定义是一回事,通晓音乐者的定义是另一回事。底层主体当其就自身被构想时,在数量上是一,而在定义上是二;我这样说是因为偶性地属于质料的缺失。现在请再听:它们即使在数量上是一,但在定义上不同,正如塌鼻子的苏格拉底,一方面是人与金子;即使你从这些上升到第一质料,[底层主体]也是可计数的且是“这个某物”,金子与人显然如此。然而第一质料比起缺失来更为可计数;因为虽然就其自身而言并非可计数,但无论如何比起缺失来更为可计数;因为这一比较是相对于缺失而言的。因为对于严格说是“这个某物”的复合体,质料比起缺失来更协同发挥作用,质料以某种方式持存并在缺失消退时显露出来,在多大程度上如此,质料本身就在多大程度上更具有“这个某物”,而缺失则绝不具有“这个某物”;因为连持存都不持存的东西,又怎能具有它呢?此外,生成之物由质料生成是非偶性的(因为质料内在其中),而由缺失生成则是偶性的;因为缺失偶性地属于质料,而质料才是严格意义上的原理。因此严格而言,你会说首要的原因有两个,即质料与形态,但由于缺失你也可以说它们是三个;在某种意义上相反者是原理(现在我以较为单纯的方式将缺失与形式称为相反者;在此之后我将指明它们如何彼此相对立),但在另一种意义上相反者不是原理;因为它们不可能彼此受动。但我们通过在它们之下设立质料,也保全了这一点。因此,关于生成的自然物的原理有多少,以及以何种方式是这么多,前面已经说明;显而易见的是,必定有某种东西处于相反者之下,且相反者必定是两个,但以另一种方式看则不是必然的;因为相反者之一通过其缺席与临在就足以造成变化,从而形式也填补了缺失的位置;因为缺失并不是某种本性与形式,而是形式的缺席。 居于底层的本性通过类比而可知;因为正如青铜之于雕像,木材之于床,它之于复合实体以及单纯地之于一切存在者也是如此;因为它处于实体的底层,显然也处于实体的偶性之下。但形式与底层主体究竟哪一个是实体,目前尚未明了;形式如何作为原理,目前也尚未明了;是否全部是不朽的,抑或也有某种可朽之物;如果全部是不朽的,为何并非全部是永恒的;如果并非全部是不朽的,为何全部是原理。所有这些问题现在且先搁置;因为或许这篇论述甚至不适合自然哲学家,而关于永恒之物的观照乃属于超越他之上的人。
- 1.7καθ’ ὅσον γὰρ τῷ συναμφοτέρῳ ὅ ἐστιν ἀκριβῶς τόδε τι, ταύτην μᾶλλον συμβαίνει συνεργεῖν ἢ τὴν στέρησιν ὑπομένουσαν πως καὶ ἀναφαινομένην ἐκείνης ὑπεξιούσης, κατὰ τοσοῦτον ἔχει μᾶλλον αὐτὴ τὸ τόδε τι
由相关结构 καθ’ ὅσον ... κατὰ τοσοῦτον ... 构成的长句。与格 τῷ συναμφοτέρῳ(由关系从句 ὅ ἐστιν ἀκριβῶς τόδε τι 修饰)依附于不定式 συνεργεῖν,意为“协同作用于复合体”。宾格 ταύτην 指质料,与 ἢ τὴν στέρησιν 相比。分词短语 ὑπομένουσαν πως καὶ ἀναφαινομένην 修饰 ταύτην,并与独立属格 ἐκείνης ὑπεξιούσης(当后者消退时)构成对比。
- 1.7κἂν ἐπὶ τὴν πρώτην ὕλην ἐκ τούτων ἀνέλθῃς, ἀριθμητὰ καὶ τόδε τι, χρυσὸς μὲν καὶ ἄνθρωπος φανερῶς.
在让步从句 κἂν ... ἀνέλθῃς 之后,承接的是省略主语和系词的主句结构。ἀριθμητὰ καὶ τόδε τι 作为表语,上下文隐含的主语为“底层主体诸物”。随后的 χρυσὸς μὲν καὶ ἄνθρωπος φανερῶς(金子与人显然如此)给出了具体例证,进而引出与第一质料(ἡ δὲ πρώτη ὕλη)的对比。
- 1.7τὸ γὰρ τῇ ὕλῃ συμβεβηκέναι ἡ κυρίως ἐστὶν ἀρχή.
带冠词的不定式短语 τὸ ... συμβεβηκέναι 具有解释性主语功能,表示缺失偶性地属于质料。阴性从属分句 ἡ κυρίως ἐστὶν ἀρχή 指先行词 ὕλη(“质料,它才是严格意义上的原理”)。整个句子的逻辑在于说明由缺失生成为何是偶性的:因为缺失仅仅属于真正作为原理的质料的偶性。
- 1.7ἀλλὰ ἡ περὶ τῶν ἀϊδίων θεωρία τοῦ ὑπὲρ τοῦτον.
省略系动词的结构。主语是 ἡ περὶ τῶν ἀϊδίων θεωρία(关于永恒之物的观照),表语是表示所属的属格短语 τοῦ ὑπὲρ τοῦτον(属于超越他之上的人)。代词 τοῦτον 指前文的 φυσικῷ(自然哲学家),暗指第一哲学家(形而上学者)。
