- 底本
- Themistius, In Aristotelis Physica Paraphrasis. Commentaria in Aristotelem Graeca V.2, ed. H. Schenkl, Berlin: Reimer 1900, pp. 1-236. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:26.12-28.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
德米斯提乌阐明了质料与底层主体的区别(前者朝向将来的形式与缺失,后者承载现有的形式),说明质料的无性质性是指否定而非缺失,并通过对各类变化的划分论证了包括实体的生成在内的一切生成都以某种底层主体为前提。
ἀλλ’ ὅταν μὲν ὡς ὕλη τινὸς λαμβάνηται, τότε ἔσται μετὰ στερήσεως καὶ τοῦ δυνάμει· λέγεται γὰρ ἡ ὕλη τοῦ μήπω γεγενημένου· ὅταν δὲ ὡς ὑποκείμενον, οὐ πάντως μετὰ στερήσεως· ὑποκεῖσθαι μὲν γὰρ οὐ κωλύεται καὶ τῷ ἐνυπάρχοντι εἴδει, ὕλη δὲ πῶς ἂν εἴη τούτου λοιπὸν πρὸς ὃ μηκέτι ἔχει τὸ δυνάμει; ὥστε καὶ τὸν χαλκόν, μέχρι μὲν ἀσχημάτιστός ἐστιν, εἴποις ἂν ὕλην εἶναι τοῦ ἀνδριάντος· ὅταν δὲ διορισθῇ τῇ μορφῇ, οὐκέθ’ ὕλη ἀλλ’ ὑποκείμενον. σημεῖον δέ, ὅτι κατὰ τὸ ὑποκείμενον μένων ὁ χαλκὸς αὐτὸς οὑτοσὶ ἄλλοτε ἄλλως γίγνεται ὕλη· ὅπερ γάρ φησιν ὁ Βοηθός, ἡ ὕλη ἐν τοῖς ποιοῖς οὐκέτι ὕλη διαμένει· ἄμορφος γὰρ καθ’ αὑτὴν καὶ ἀνείδεος εἴγε ὕλη, ἀλλ’ εἰς ὑποκείμενον ἤδη περιίσταται· μετ’ εἴδους γὰρ τοῦτο καὶ πέρατος καὶ ὑποκείμενον εἴδει καὶ πέρατι. ἡ μὲν γὰρ ὕλη πρὸς τὸ ἐσόμενον ὠνομάσθαι φαίνεται, τὸ δὲ ὑποκείμενον πρὸς τὸ ἤδη ἐνόν· καὶ εἴη ἂν τὸ πρᾶγμα τοῦτο, ὃ λέγομεν ὕλην, ὑποκείμενόν τι ᾧ συμβέβηκεν ἐν τῇ φύσει τὸ δεκτικὴν εἶναι τῶν ἐναντίων· ὥσπερ γὰρ τοῦ εἴδους, οὕτως καὶ τῆς στερήσεως ἐστι δεκτική. πῶς οὖν ἄποιος καθ’ ἑαυτήν; ὅτι νὴ Δία μὴ στέρησιν ἐνταῦθα ποιότητος σημαίνει τὸ ἄποιον, ἀλλ’ ἀπόφασιν ὡς τὸ ἀγράμματον, ὡς τὸ ἄμουσον ἀντὶ τοῦ μὴ γραμματικοῦ καὶ μὴ μουσικοῦ. εἰ δὲ ἐσήμαινε στέρησιν, ποιότητα ἂν αὐτῇ προσετίθει τὸ ἄποιον· καὶ γὰρ ἡ στέρησις οἱονεὶ ποιότης. ἐφ’ ὧν γοῦν ἀληθὴς ἀπόφασις, ἡ στέρησις οὐ συνέπεται· οὐ γὰρ ἐφ’ ὧν τὸ μὴ δίκαιον, καὶ τὸ ἄδικον. οὐδὲ ἐφ’ ὧν τὸ μὴ κομῶν, καὶ τὸ φαλακρόν. οὐδαμῶς οὖν τὸ εἶναι τῆς ὕλης ἐν τῷ ἐστερῆσθαι, ἀλλ’ ὥσπερ ὁ κηρὸς δυνάμενος λέων γενέσθαι (οὐδὲ γὰρ ἂν ἦν ἔτι κηρὸς ἡνίκα λέων ἐγένετο),1 οὕτω καὶ τὸ πρῶτον ὑποκείμενον δυνάμενον ἁπάσας δέχεσθαι τὰς μορφὰς ἐν στερήσει μέν ἐστιν ἁπασῶν, οὐ μὴν καθὸ ὑποκείμενόν ἐστι, κατὰ τοῦτο ἔστιν ἐν στερήσει· οὐδὲ γὰρ ἂν ἦν ὑποκείμενον ἔτι, εἰ στερήσει τινὰ μορφὴν ἀφωρίζετο, ἀλλὰ καθὸ συμβέβηκεν αὐτῷ ὄντι τινὶ καθ’ αὑτὸ καὶ πρὸς ἄλλα εὐφυῶς ἔχειν. διὰ τοῦτο καὶ ὁρισθεῖσα ὑπό τινος εἴδους ὑποκείμενον μὲν οὐδὲν κωλύεται εἶναι, ὕλη δὲ οὐκ ἔστιν ἔτι τούτου. τοῦτο μὲν οὖν καὶ εἰς ὕστερον ἐπισκεψόμεθα, ἐπανιτέον δὲ ὅθενπερ ἐξέβημεν. πολλαχῶς τοίνυν τοῦ γίγνεσθαι λεγομένου καὶ τῶν μὲν οὐ γίγνεσθαι ἁπλῶς λεγομένων ἀλλὰ τόδε τι γίγνεσθαι, ἁπλῶς δὲ γίγνεσθαι λεγομένων τῶν οὐσιῶν (τὸ μὲν γὰρ λευκὸν οὐχ ἁπλῶς γίγνεσθαι ἀλλὰ τόδε τι πάντως· σῶμα γὰρ γίγνεται λευκὸν καὶ διπηχυαῖον γίγνεται οὐχ ἁπλῶς ἀλλὰ τουτὶ τὸ δένδρον· φυτὸν μέντοι γίγνεται ἁπλῶς καὶ ἄνθρωπος γίγνεται ἁπλῶς), κατὰ τοσούτους οὖν τρόπους τοῦ γίγνεσθαι λεγομένου2 ἐπὶ μὲν τῶν συμβεβηκότων φανερὸν τὸ ὑποκείμενον· ἢ γὰρ ζῷον ἢ φυτὸν ἢ σῶμα ὅλως ἐφ’ οὗ τὸ ποιὸν ἢ τὸ ποσὸν ἢ τὸ πρὸς ἕτερον γίγνεται, ἐπὶ δὲ τῶν οὐσιῶν τῶν γίγνεσθαι ἁπλῶς λεγομένων οἰήσεταί τις ἴσως μηδενὸς δεῖσθαι ὑποκειμένου· μὴ γὰρ γίγνεσθαι τὴν γιγνομένην οὐσίαν·3 αὐτὴ δέ ἐστιν ἡ πρώτη καὶ αἰσθητὴ ἡ μήτε ἐν ὑποκειμένῳ μήτε καθ’ ὑποκειμένου. ὡς οὖν καὶ αὐταὶ δέονταί τινος ὑποκειμένου πρὸς τὰς γενέσεις, εἰ καθολικώτερον περὶ πάντων τῶν γιγνομένων ἐπισκεψώμεθα, γένοιτο ἂν φανερόν· εὑρήσομεν γὰρ καὶ ἑκάστην τῶν λοιπῶν οὐσιῶν ἔκ τινος γιγνομένην ὑποκειμένου, ὥσπερ τὰ ζῷα καὶ τὰ φυτὰ ἐκ τοῦ σπέρματος. καθόλου τοίνυν ἅπαντα τὰ γιγνόμενα ἢ μετασχηματίσει γίγνεται μόνῃ ὡς ἀνδριάς (οὐδὲν γὰρ ἕτερον ἐξαλλάττεται ἐν τῷ χαλκῷ πλὴν τοῦ σχήματος καὶ τῆς θέσεως τῶν μερῶν), ἢ προσθέσει ὡς τὰ αὐξανόμενα, ἢ ἀφαιρέσει ὡς ἐκ λίθου Ἑρμῆς, ἢ συνθέσει ὡς οἰκία, ἢ ἀλλοιώσει τῇ τε κατά τινα ποιότητα παθητικήν, ἥτις ἰδίως ἀλλοίωσις, καὶ τῇ κατ’ οὐσίαν, ἥτις κυρίως μεταβολή· αὕτη δέ ἐστιν ἡ κατὰ τὸ εἶδος καὶ τὸ τί ἦν εἶναι ἀπαλλαγή.
然而,当它作为某物的质料而被把握时,那时它将伴随着缺失与潜在;因为质料是就尚未生成之物而言的。但当它作为底层主体时,并不必然伴随着缺失;因为并不妨碍它也作为内在形式的底层,但对于它对其不再具有潜在的这一事物,它此后又怎能是其质料呢?因此对于青铜,当它尚未成形时,你可以说它是雕像的质料;但当它被形相所规定时,它就不再是质料而是底层主体了。证据在于,这块青铜本身作为底层主体持存着,却在不同时刻以不同方式成为质料;因为正如波埃图斯所说,处于具有性质之物中的质料不再保持为质料;因为质料若真是质料,就其自身而言是无形无相的,但现在它已经转变为底层主体;因为底层主体伴随着形式与界限,且作为形式与界限的底层主体。质料似乎是相对于将要存在者而命名的,而底层主体则是相对于已然存在者而命名的。我们称之为质料的这一事物,乃是某种在其本性中偶性地具备接受相反者能力的底层主体;因为正如它能接受形式一样,它也能接受缺失。 那么,它就自身而言怎会是无性质的呢?这是因为,指天发誓,“无性质”在这里并不表示性质的缺失,而是表示否定,正如“无文法者”与“无教养者”被用来代替“非通晓文法者”与“非有教养者”。如果它表示缺失,“无性质”就会给它附加一种性质;因为缺失也是某种性质。至少,在否定为真的那些场合,缺失并不必然随之而来;因为并非在“非正义”适用的所有场合“不正义”都适用,也并非在“非长发”适用的所有场合“秃头”都适用。因此,质料的存在绝不在于处于被剥夺状态,而是正如能够变成狮子的蜡一样(因为〔如果蜡被缺失所定义,那么〕当它变成狮子时,它就不会再是蜡了),第一底层主体虽然能够接受一切形相,因而处于对一切形相的缺失之中,然而绝不是就其作为底层主体而言处于缺失之中——因为如果它因缺失而被界定为某种形相,它就不会再是底层主体了——而是就其自身作为某种存在,偶性地对其他事物具备适宜的倾向而言[处于缺失之中]。正因如此,即使被某种形式所规定,也绝不妨碍它是底层主体,但它不再是这一形式的质料了。关于这一点我们日后还要考察,但现在必须回到我们偏离论题的地方。 因此,既然“生成”有多种说法,且有些事物被说成不是单纯地生成,而是生成为“这个某物”,而实体则被说成是单纯地生成(因为白色不是单纯地生成,而必定是生成为“这个某物”——因为是物体变成白色,变成两肘长也不是单纯地生成的,而是这棵树变成两肘长;然而植物是单纯地生成,人也是单纯地生成),在“生成”以如此多的方式言说的情况下,在偶性事物中底层主体是显而易见的;因为性质、数量或关系在其中生成的,要么是动物,要么是植物,要么是普遍意义上的物体。但在被说成是单纯地生成的实体的情形下,有人或许会认为它们不需要任何底层主体,理由是生成的实体不是[在底层主体中]生成的;因为实体乃是第一的、可感知的实体,它既不在底层主体之中,也不述谓于底层主体。因此,如果我们就所有生成之物进行更具普遍性的考察,它们为了生成也需要某种底层主体这一点就会变得明晰;因为我们将发现,其余各实体也是从某种底层主体生成的,正如动物和植物由种子生成一样。普遍而言,一切生成之物,要么仅由变形生成,如雕像(因为在青铜中除了形状和部分的排列之外没有其他东西改变),要么由添加生成,如生长之物,要么由削减生成,如由石块刻出的赫尔墨斯像,要么由组合生成,如房屋,要么由变质生成,既包括依某种受动性质而言的变质(此即特有意义上的变质),也包括依实体而言的变质(此即严格意义上的变化);而后者乃是依形式和本质而言的转置。
- 1.7οὐδὲ γὰρ ἂν ἦν ἔτι κηρὸς ἡνίκα λέων ἐγένετο
反事实条件句(ἄν 搭配未完成过去时直陈式)。此处指出若将缺失视为本质所导致的荒谬推论:如果蜡的本质在于缺失狮子的形态,那么一旦它变成了狮子形态而失去了这种缺失,它就将不再是蜡了。
- 1.7κατὰ τοσούτους οὖν τρόπους τοῦ γίγνεσθαι λεγομένου
属格独立结构,起复述和承接作用。在对简单生成与偶性生成进行插入性说明(括号内文字)之后,该短语重新引回开头的“πολλαχῶς τοίνυν τοῦ γίγνεσθαι λεγομένου”,以便顺畅地过渡到关于底层主体的主句论述。
- 1.7μὴ γὰρ γίγνεσθαι τὴν γιγνομένην οὐσίαν
否定词 μή 与不定式 γίγνεσθαι 构成依附于前文动词 οἰήσεται(“有人或许会认为”)的间接引语,阐述了这种观点的理由。正如紧接着界定第一实体的句子(“既不在底层主体中,也不述谓于底层主体”)所表明的,此处存在句意省略,须补足为:“生成的实体并非[在底层主体中]生成”。
