← 狄米斯提乌斯

亚里士多德《物理学》释义

§25.3-26.12

质料与缺失的关系及其潜在性

德米斯提乌解释了将“从这一个”用于质料是因为质料作为复合体潜在地包含了对立的缺失,并阐明质料在生成中偶性地需要缺失,其自身既具有自存的存在,又具有相对于他物的潜在性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.7#2

καίτοι φαίης ἂν οἰκειότερον εἶναι τὸ μὲν ἐκ τοῦδε’ τῇ στερήσει, θάτερον δὲ τῷ ὑπομένοντι καὶ τῇ ὕλῃ· σημαίνει μὲν γὰρ μᾶλλον ἐκείνη ἡ πτῶσις τὸ ἐκχωροῦν,1 ἡ δὲ δὴ καὶ ὑφιστάμενον· ἀλλ’ ὅμως λέγεται τὸ ‘ἐκ τοῦδε’ καὶ ἐπὶ τῆς ὕλης ὡς προειρήκαμεν, λέγεται δὲ ἐπ’ ἐκείνων ἐφ’ ὧν οὐκ ἔστιν ὠνομασμένον τὸ ἀντικείμενον, ἀλλ’ ἐνυπάρχει μὲν τῇ ὕλῃ, δῆλον δὲ οὐκ ἔστιν. τότε γὰρ τὸ ‘ἐκ τοῦδε’ κατὰ τῆς ὕλης κατηγοροῦμεν ὡς ἐχούσης ἐν αὑτῇ καὶ τὸ ἐναντίον τῇ μελλούσῃ μορφῇ· τὴν γὰρ ἀντικειμένην ἀμορφίαν τῷ σχήματι τοῦ ἀνδριάντος οὐκ ἔχοντες ὀνομάσαι ἐκ τοῦ χαλκοῦ λέγομεν γίγνεσθαι τὸν ἀνδριάντα ὡς ἐνυπαρχούσης αὐτῷ καὶ τῆς ἀμορφίας. σχεδὸν οὖν τοῦτο λέγομεν, ὡς ἐκ τοῦ ἀμορφώτου χαλκοῦ κατὰ τὴν ἀνδριάντος ἀμορφίαν γίγνεται ὁ ἀνδριάς, καὶ ἐκ τῶν ἀσχηματίστων ξύλων κατὰ τοδὶ τὸ σχῆμα γίγνεται ἡ ναῦς· εἰ γὰρ καὶ τῇ λέξει μὴ φανερῶς, τῇ δυνάμει γε τοῦτο σημαίνομεν· διόπερ ἐξ ἀρχῆς διαιρούμενος ἔφην τὸ ‘ἐκ τοῦδε’ καὶ ἐπὶ τοῦ συνθέτου λέγεσθαι ὡς ἐκ τοῦ ἀγραμμάτου ἀνθρώπου τὸν γραμματικόν, ἀλλ’ ἐπί τινων μὲν καὶ διαρρήδην ὡς ἐπὶ τούτου, ἐπ’ ἐνίων δὲ τῇ δυνάμει ὡς ἐκ τοῦ χαλκοῦ τὸν ἀνδριάντα. καὶ τοίνυν ὅταν λέγωμεν ‘ἐξ ὕδατος ἀὴρ γίγνεται’, καὶ τότε λέγομεν τὸ ‘ἐκ τοῦδε’ ὡς ἐκ τοῦ συνθέτου· σύνθετον γάρ ἐστι τὸ ὕδωρ ἔκ τε τοῦ ὑπομένοντος καὶ τοῦ ἀντικειμένου τῷ εἴδει τῷ ἐνυπάρχοντι μέλλοντος ἀέρος γενήσεσθαι· διὰ τοῦτο γὰρ οὐδὲ ὑπομενόντων αὐτῶν,2 ἅπερ ἦν, γίγνεται τὰ ἐξ αὐτῶν· οὐδὲ γὰρ τὰ σύνθετα ἐλέγομεν ὑπομένειν ὅλα, οἷον τὸν ἄμουσον ἄνθρωπον ὅταν γίγνηται μουσικός. ἀλλὰ ταῦτα μὲν ἴσως πέρα τῶν ἱκανῶν. Δεῖται δὲ πάντως τῆς στερήσεως ἡ ὕλη πρὸς τὰς γενέσεις· μὴ γὰρ οὔσης ταύτης περὶ αὐτὴν πῶς ἄν τι γένοιτο; ἐξ αὑτοῦ; ἤδη γὰρ ἂν φθάνοι ἢ γίγνεται·3 δεῖται μέντοι ὡς συμβεβηκυίας ἄλλης φύσεως ἄλλῃ φύσει, εἰ καὶ μὴ καθ’ ὑπόστασιν, κατὰ γοῦν τὸν λόγον· πάλιν γὰρ εἴπερ ἐν τῇ οἰκείᾳ οὐσίᾳ τὴν στέρησιν ἔχει συνειλημμένην, φθείροιτο ἂν ταῖς εἰς τὸ εἶδος μεταβολαῖς, εἴγε τὸ εἶναι αὐτῆς ἐν τῷ ἐστερῆσθαι. καίτοι λέγομεν τῆς ὕλης τὸ εἶναι ἐν τῷ δυνάμει, ἡ δὲ δύναμις δηλονότι μετὰ τῆς στερήσεως· οὐδὲ γὰρ ἔτι δύναμις 〈ἂν〉 εἴη μὴ σὺν αὐτῇ πάντως καὶ τῆς στερήσεως νοουμένης. ἵνα οὖν μὴ τοῦτο διαταράττῃ, καλῶς ἔχει μικρὸν ἄνωθεν ἀναλαβεῖν. ἑκάστῳ τοίνυν τῶν ὁπωσδήποτε ὑφεστώτων τὰ μὲν ὑπάρχει καθ’ αὑτὸ κρινομένῳ, τὰ δὲ παραβαλλομένῳ πρὸς ἕτερον, οἷον τῷ ξύλῳ τὸ μὲν εἶναι4 διπήχει καθ’ αὑτό, τὸ δὲ διπλασίῳ πρὸς ἕτερον. καὶ τοίνυν τῇ ὕλῃ τὸ μὲν εἶναί τι καὶ ὑπάρχειν ὅλως καθ’ αὑτό, τὸ δὲ δυνάμει εἶναι πρὸς ἕτερον· οὐ γὰρ δὴ καὶ πρὸς τὸ ὕλῃ εἶναι τὸ δυνάμει ἔχει· εἴη γὰρ ἂν οὕτως † ὕλη τὸ ὕλῃ εἶναι, ἀλλὰ δῆλον, ὡς οὖσά τι πρῶτον αὐτὴ καὶ ὑπάρχουσα ἐνεργείᾳ οὕτως ὕλη τινῶν ἐστί καὶ τὸ δυνάμει πρὸς ταῦτα ἔχει. τὸ μὲν οὖν ὄνομα τῆς ὕλης πάντως τὸ δυνάμει συνεφέλκεται καὶ πρὸς ἃ λέγεται ὕλη, πρὸς ταῦτά ἐστι καὶ δυνάμει, οὐ μὴν τό γε εἶναι αὐτῆς τοιοῦτόν ἐστιν ὡς μόνον πρὸς ἕτερα εἶναι. ἀλλὰ χαλεπὸν μὲν ὡς ἀληθῶς καταληφθῆναι τῆς σχέσεως ταύτης ἀπογυμνουμένην· φανείη δ’ ἂν προσκαρτεροῦντι. πάλιν οὖν ἀναληπτέον. δυεῖν γὰρ ὀνομάτων περὶ αὐτῆς λεγομένων ὑποκειμένου τε καὶ ὕλης τὸ μὲν ἔοικεν ἅπτεσθαι μᾶλλον αὐτῆς ἐκείνου τοῦ εἶναι ὃ κέκτηται καθ’ ἑαυτήν, τὸ δὲ ᾗ πρὸς ἕτερα ἔχει· ἀμφότερα μὲν γὰρ τῶν πρὸς ἄλληλα· καὶ γὰρ ἡ ὕλη τινὸς καὶ τὸ ὑποκείμενον τινί.

然而,你或许会说,“从这一个”对缺失更为固有,而另一者则对持存者与质料更为固有;因为前一种变格更多地指明离去者,而后一种则指明确实自存者。但尽管如此,如我们之前所说,“从这一个”也用于质料,并且用于那些对立者未被命名、虽然内在持存于质料中却不显明的情形。因为那时我们将“从这一个”述谓于质料,是把它当作自身之内也包含着与将来的形式相反对者;因为由于无法命名与雕像的形相相对立的无形,我们说雕像从青铜生成,就如同无形也内在持存于其中一样。因此我们实际上指的是:雕像从依雕像的无形而言的未赋形青铜生成,船从依这一形相而言的未成形木材生成;因为即使在用词上并不明显,我们至少在潜在意义上指明了这一点。因此,我从一开始进行区分时就说过,“从这一个”也用于复合之物,正如通晓文法者从无文法的人生成,但在某些情形下是明白说出的,如在本例中,而在另一些情形下则是潜在意指的,如雕像从青铜生成。因此,当我们说“空气从水生成”时,我们那时也是把“从这一个”当作从复合之物[生成]而说的;因为水是由持存者以及与那将要生成的空气的内在形式相对立者构成的复合体。正是由于这个原因,在它们自身作为曾经所是之物而持存的同时,由它们而来的事物并不生成;因为我们并未说复合之物作为整体能够持存,正如无教养的人当变成有教养的时并不作为整体持存。但这些话或许已经超过了足够的限度。 质料为了诸种生成全然需要缺失;因为如果缺失不存在于它周围,事物又怎能生成?从它自身吗?因为那样它在生成之前就早已存在了。然而,质料需要它,是把〔它〕当作偶性地附着于另一种本性的一种本性,即使在本体上并非如此,至少在定义上是如此;因为反之,如果它在其固有的本质中包含着缺失,那么既然它的存在就在于处于被剥夺状态,它就会在朝向形式的诸种变化中毁灭。然而我们说质料的存在在于潜在,而潜在显然伴随着缺失;因为如果缺失不同时必定被一并构想,它甚至不再可能成为潜在。因此,为了不使这一点造成困扰,从稍前之处重新考察是恰当的。对于无论以何种方式自存的各个事物而言,有些属性在就自身加以判断时属于它,有些则在与另一者相比时属于它——例如对于木材,长两肘就自身而言属于它,而两倍则相对于另一者而属于它。因此对于质料,作为某种东西以及全然存在就自身而言属于它,而在潜在中存在则相对于另一者而属于它;因为质料绝不是相对于作为质料而言具有潜在。因为若是那样,作为质料本身就会成为质料;但显而易见,质料自身首先作为某种东西并在现实中存在,这样它才是某些事物的质料,并且相对于这些事物具有潜在。因此,“质料”这一名称必然伴随着潜在,并且相对于它被称为质料的那些事物,它相对于这些事物也是在潜在中的;然而它的存在却绝非仅仅是相对于他物而存在。但是,要把握剥离了这种关系的质料确实十分困难;然而对坚持不懈的人来说它将显现出来。因此必须再次重新考察。因为在关于它所言说的两个名称即“底层主体”与“质料”之中,一者似乎更多地触及它凭自身所获得的那种存在,而另一者则触及它相对于他物的关系;因为两者都属于相对之物:质料是某物的质料,而底层主体是相对于某物的底层主体。

语法注4 条
  1. 1.7σημαίνει μὲν γὰρ μᾶλλον ἐκείνη ἡ πτῶσις τὸ ἐκχωροῦν

    ἐκείνη ἡ πτῶσις(“那种格形式/变格”)指代前面的“从这一个”(ἐκ τοῦδε),表示介词格结构或词形屈折形式。语境表明,带介词ἐκ的表达更适合用来指明随变化而离去的“缺失”。

  2. 1.7οὐδὲ ὑπομενόντων αὐτῶν, ἅπερ ἦν, γίγνεται τὰ ἐξ αὐτῶν

    ὑπομενόντων αὐτῶν 是独立属格结构(表时间或条件),与否定连词 οὐδέ 配合。关系从句 ἅπερ ἦν 带有主格表语,意为“作为曾经所是之物”,修饰先行词 αὐτῶν 的状态。

  3. 1.7ἤδη γὰρ ἂν φθάνοι ἢ γίγνεται

    φθάνω ἄν + ἤ 是表示超前/先行的惯用比较结构,意为“在……之前就早已……”。与现在时直陈式 γίγνεται 搭配,表示荒谬的反事实推论:“在生成之前就早已存在了”。

  4. 1.7εἴη γὰρ ἂν οὕτως † ὕλη τὸ ὕλῃ εἶναι

    主语是带冠词不定式短语 τὸ ὕλῃ εἶναι(“作为质料的存在/质料之所是”),表语是无冠词名词 ὕλη(“质料”)。尽管此处在底本中标记了文本疑点(crux),但句法主干十分明确:“否则,作为质料本身就会成为质料”,以此揭示反常的归谬结果。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:25.3-26.12