- 底本
- Themistius, In Aristotelis Physica Paraphrasis. Commentaria in Aristotelem Graeca V.2, ed. H. Schenkl, Berlin: Reimer 1900, pp. 1-236. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:23.17-25.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
德米斯提乌斯开始释读《物理学》第一卷第七章(189b30起),通过考察生成表述在语词上的区别(单纯式与复合式、“从某物”与“某物变成”),确立了在变化中持存的载体(质料)与不持存的对立者(缺失)在本性上的本体论区分。
7. Ὧδε οὖν ἡμεῖς λέγομεν πρῶτον περὶ πάσης καθόλου γενέσεως ἐπελθόντες, οὐ τῆς κατ’ οὐσίαν μόνον ἀλλὰ καὶ τῆς κατ’ ἀλλοίωσιν, οἷον οὐ μόνον πῶς ἄνθρωπος γίνεται καὶ φυτόν, ἀλλὰ καὶ πῶς ἄνθρωπος μουσικὸς καὶ πῶς Καλλίας γραμματικός· ῥᾷον γὰρ ἐκ τῶν κοινῶν τὰ περὶ ἕκαστον ἴδια θεωρήσομεν, ὡς καὶ προὐθέμεθα ἐξ ἀρχῆς. ὅταν τοίνυν λέγωμεν ἕτερον ἐξ ἑτέρου γίγνεσθαι, ἢ ἐξ ἁπλοῦ τινος λέγωμεν ἢ ἐκ συνθέτου· ἐξ ἁπλοῦ μὲν ὅταν λέγωμεν ἐξ ἀμούσου μουσικὸν γίγνεσθαι καὶ ἐξ ἀγραμμάτου γραμματικὸν ἢ νὴ Δία γε ὅτι τὸ ἄμουσον μουσικὸν γίγνεται καὶ τὸ ἀγράμματον γραμματικόν· ταὐτὸν γὰρ σημαίνει κἂν οὕτω τὴν λέξιν μεταρρυθμίζωμεν, ἐπειδὴ καὶ ὅταν λέγωμεν τὸν ἄνθρωπον γίγνεσθαι μουσικόν, ἁπλοῦν καὶ τότε λαμβάνομεν οὐ μόνον τὸ μεταβάλλον οἷον τὸν ἄνθρωπον, ἀλλὰ καὶ εἰς ὃ μεταβάλλει, τὸ μουσικόν. ἐὰν μέντοι συμπλέξαντες τὸν ἄμουσον ἄνθρωπον γίγνεσθαι μουσικόν, συντίθεμεν1 ἐν τῇ λέξει ταύτῃ τό τε μεταβάλλον, τὸν ἄνθρωπον, καὶ ἐξ οὗ μεταβάλλει, τὸ ἄμουσον. τούτων τοίνυν τῶν δυεῖν τὸ σύνθετον ἡμῖν ποιούντων, λέγω δὲ τοῦ ἀνθρώπου καὶ τοῦ ἀμούσου, διαφορά τις εὑρίσκεται καὶ κατὰ τὴν λέξιν καὶ κατὰ τὰ πράγματα, εἰ ἁπλᾶ καὶ χωρὶς λέγοιντο. κατὰ μὲν τὴν λέξιν, ὅτι τὸ μὲν διχῶς ἂν σχηματισθείη· λέγομεν γὰρ καὶ ἐξ ἀμούσου γίγνεσθαι μουσικὸν καὶ τὸ ἄμουσον γίγνεσθαι μουσικόν, θάτερον δὲ οὐκέτι παραπλησίως, ἀλλ’ ἐπὶ μὲν τῶν πλείστων τόδε μόνον· φαμὲν γὰρ τὸν ἄνθρωπον γίνεσθαι μουσικόν, οὐκ ἐξ ἀνθρώπου γίνεσθαι μουσικόν, καὶ Καλλίαν γραμματικόν, οὐκ ἐκ Καλλίου γραμματικόν· ἐπ’ ὀλίγων δὲ τὸ ‘ἐκ τοῦδε’ δόξειεν ἂν εὐλογώτερον λέγεσθαι ἢ τὸ ‘τόδε’, οἷον ἐκ χαλκοῦ ἀνδριάντα γίνεσθαί φαμεν, οὐ τὸν χαλκὸν ἀνδριάντα καὶ ἐκ πλίνθων γίνεσθαι οἰκίαν, οὐ τὰς πλίνθους γίνεσθαι οἰκίαν. καὶ αὕτη μὲν κατὰ τὴν λέξιν ἡ διαφορά, ἐκείνη δὲ κατὰ τὴν φύσιν καὶ πολλῷ φανερωτέρα· τὸ μὲν γὰρ ἐν ταῖς μεταβολαῖς ὑπομένει, τὸ δὲ οὐχ ὑπομένει· ὁ μὲν γὰρ ἄνθρωπος μουσικὸς γενόμενος ἄνθρωπός ἐστι καὶ ὑπομένει, τὸ δὲ ἄμουσον οὐχ ὑπομένει· οὔτ’ ἂν καθ’ αὑτὸ λέγῃς τὸ ἄμουσον γίνεσθαι μουσικόν, τὸ ἄμουσον ὑπομένει, οὔτ’ ἂν τῷ ἀνθρώπῳ συμπλέκῃς τὸν ἄμουσον ἄνθρωπον γίνεσθαι μουσικόν, ὁ ἄμουσος ἄνθρωπος ὑπομένει· λέγω δὲ τὸ ὅλον τοῦτο καὶ σύνθετον ἐκ τῶν δυεῖν. οὕτω δὴ τούτων διωρισμένων τὸ μὲν ὑπομένον ὕλην καλῶ, τὸ δὲ μὴ ὑπομένον στέρησιν, τὸ ἄμουσον τὸ ἀγράμματον. ταῦτα δὲ φαντασθείημεν ἂν τὰ αὐτὰ εἶναι τῇ ὕλῃ κατ’ ἀριθμόν· οὐδὲ γὰρ δύναται καθ’ αὑτὰ ὑποστῆναί ποτε, ἀλλὰ περὶ τὸν ἄνθρωπον τὸ ἄμουσον καὶ τὸ ἀγράμματον θεωρεῖται· ὁ λόγος δέ σοι αὐτὰ διακρίνει. οὐ γὰρ ταὐτὸν ἀνθρώπῳ τε καὶ ἀμούσῳ εἶναι ἀνθρώπῳ.2 μεμνῆσθαι δὲ χρὴ καὶ τῶν προτέρων διαφορῶν ὅτι τὸ μὲν ὑπομένειν ἔφην, τὸ δὲ οὐχ ὑπομένειν· τὸν μὲν γὰρ ἄνθρωπον σῴζεσθαι, τὸ δὲ ἄμουσον μή. καὶ τοῦτο εἰκότως· γινομένης γὰρ εἰς τὸ μουσικὸν τῆς μεταβολῆς ὑπεξίσταται μὲν τὸ ἐναντίον τῷ εἰσιόντι, μένει δὲ ὃ οὐκ ἀντίκειται. ἱκανὴ δὲ καὶ ἡ κατὰ τὴν λέξιν διαφορά, ἔφην δὲ ἐπὶ μὲν τῆς στερήσεως καὶ τὸ ‘ἐκ τοῦδε’ λέγεσθαι καὶ τὸ ‘τόδε’· καὶ γὰρ ἐξ ἀμούσου μουσικὸν καὶ τὸ ἄμουσον γίνεσθαι μουσικόν, ὁμοίως δὲ καὶ ἐπὶ τοῦ συνθέτου· ἐπὶ δὲ τῆς ὕλης οὐκέτι ὁμοίως καθ’ ἑαυτὴν λεγομένης, ἀλλ’ ἐφ’ ὧν μὲν θάτερον ἐφ’ ὧν δὲ θάτερον μᾶλλον ἁρμόζει· τὸν μὲν ἄνθρωπον γίνεσθαι γραμματικὸν οὐκ ἐξ ἀνθρώπου γραμματικόν, ἐκ δὲ ξύλων τὴν ναῦν, οὐ τὰ ξύλα γίνεσθαι ναῦν.
7. 因此,我们首先普遍地探讨一切生成,不仅包括依实体的生成,也包括依性质变化的生成——例如,不仅讨论人与植物是如何生成的,而且讨论人是如何成为有教养的,卡利亚斯是如何成为通晓文法的——然后这样来述说。因为正如我们从一开始所提议的那样,从共通之事出发更容易考察关于各个事物的特有性质。因此,当我们说一物从另一物生成时,我们所说的要么是从某种单纯之物[生成],要么是从复合之物[生成]。从单纯之物,是当我们说有教养者从无教养者生成,通晓文法者从未通晓文法者生成,或者凭宙斯起誓,说无教养者变成有教养的,未通晓文法者变成通晓文法的;因为即便我们这样改变用词,它所表示的也是同一回事,既然即使当我们说人成为有教养的时,我们那时不仅将发生变化者(例如人)视为单纯之物,而且将变化所朝向者(即有教养者)也视为单纯之物。然而,如果我们将它们结合起来[说]无教养的人成为有教养的,我们就在这一用词中把发生变化者(即人)与变化所由出发者(即无教养的状态)结合在了一起。因此,当这两者为我们构成复合之物时——我指的是人与无教养的状态——如果单纯而分别地述说它们,在用词上和在事物上都会发现某种差异。在用词上的差异在于,一者可以有两种表达方式:因为我们既说有教养者从无教养者生成,又说无教养者变成有教养的;但另一者不再以相似的方式述说,而在绝大多数情况下仅说“这一个”:因为我们说人成为有教养的,不说有教养者从人生成;说卡利亚斯成为通晓文法的,不说通晓文法者从卡利亚斯生成;但在少数情况下,说“从这一个”似乎比说“这一个”更为合理:例如我们说雕像从青铜生成,不说青铜变成雕像;说房屋从砖块生成,不说砖块变成房屋。这是在用词上的差异,而另一差异则是在本性上的,并且要显明得多:因为一者在变化中持存,而另一者不持存;因为人成为有教养的人之后仍是人,并且持存,而无教养的状态则不持存;无论你单独说无教养者变成有教养的,无教养的状态都不持存,还是你与人结合起来说无教养的人变成有教养的,无教养的人也都不持存——我指的是由这两者构成的这整个复合体。既然这些已经如此界定,我就把持存者称为“质料”,把不持存者称为“缺失”,如无教养的状态和未通晓文法的状态。我们或许会想象这些在数目上与质料是同一的;因为它们绝不能依其自身而自存,而是无教养与未通晓文法的状态被观察到依附于人;但定义为你区分了它们。因为作为人和作为无教养的人在存在上并不是同一回事。还必须记住先前的差异,即我说过一者持存,而另一者不持存;因为人得以保全,而无教养的状态则不然。这也是合乎情理的:因为当朝向有教养状态的变化发生时,对立者就为进入者让位,而并不相反对者则留存。用词上的差异也已足够[显明];我说过在缺失的情形下,既说“从这一个”,也说“这一个”:因为既说有教养者从无教养者生成,也说无教养者变成有教养的,在复合之物的情形下同样如此;但在就自身而言被述说的质料的情形下,就不再是同样如此了,而是在某些情形下一者更合适,在另一些情形下另一者更合适:人成为通晓文法的,而不是通晓文法者从人生成;而船是从木材生成的,不是木材变成船。
- 1.7ἐὰν μέντοι συμπλέξαντες τὸν ἄμουσον ἄνθρωπον γίγνεσθαι μουσικόν, συντίθεμεν
在以 ἐάν 引导的条件从句中,表述类动词(如 λέγωμεν)被省略,只留下分词 συμπλέξαντες 统辖带不定式的宾格短语 τὸν ἄμουσον ἄνθρωπον γίγνεσθαι μουσικόν。根据上下文前面的 ὅταν λέγωμεν 可以补出该动词,理解为“如果我们将它们结合起来[说]无教养的人成为有教养的”。
- 1.7οὐ γὰρ ταὐτὸν ἀνθρώπῳ τε καὶ ἀμούσῳ εἶναι ἀνθρώπῳ
这是亚里士多德特有的表示本质的“与格加 εἶναι”句式(τὸ εἶναι + 与格)。ἀνθρώπῳ εἶναι(作为人存在)与 ἀμούσῳ ἀνθρώπῳ εἶναι(作为无教养的人存在)通过 τε καί 并列,系动词 ἐστί 被省略,整体表示本质定义上的不同一。
