- 底本
- Themistius, In Aristotelis Physica Paraphrasis. Commentaria in Aristotelem Graeca V.2, ed. H. Schenkl, Berlin: Reimer 1900, pp. 1-236. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:233.14-234.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
德米斯提厄斯论证第一推动者是不可分割且无实体的,指出有限物体中不可能蕴含无限能力,亦不可能赋予无限运动,并讨论了关于投射物在释放后究竟由何物推动的难题。
10. Ὅτι μὲν οὖν ἀΐδιον καὶ ἀκίνητον τὸ πρῶτον κινοῦν, ἐν τοῖς ἔμπροσθεν ἀποδέδεικται· ὅτι δ’ ἀμερὲς καὶ ἀσώματον, λέγομεν ἤδη. κείσθω δὴ πᾶν τὸ κινούμενον ὑπὸ σώματος μὴ κατὰ τὴν ἑαυτοῦ φύσιν κινεῖσθαι, ἀλλὰ βίᾳ καὶ ἔξωθεν·1 ὁρῶμεν δὲ ἐπὶ τῶν οὕτω κινούντων τε καὶ κινουμένων ἀεὶ τὴν μείζονα δύναμιν τῆς ἐλάττονος ἐπὶ πλέονά τε χρόνον δυναμένην κινεῖν τὸν αὐτὸν ὄγκον καὶ ἐν ἐλάττονι χρόνῳ ταὐτὸν διάστημα· τὴν γὰρ αὐτὴν μύλην ἡμίονος μὲν ἐφ’ ἡμέραν ὅλην κινήσει ἄν, ἀνθρώπῳ δὲ ἀγαπητὸν ἐπὶ μεσημβρίαν· καὶ ἡ μὲν ἐν ἀκαρεῖ χρόνῳ μίαν περιάγει στροφήν, ὁ δὲ ἐν πλείονι. τούτων τοίνυν φανερῶν ὄντων ἀμήχανον τὸ κινούμενον ἐν ἀπείρῳ χρόνῳ συνεχῆ τε καὶ ἀΐδιον κίνησιν ὑπὸ σώματος τοῦ πρώτου κινεῖσθαι· ἢ γὰρ ἄπειρον ἢ πεπερασμένον ἔσται τὸ κινοῦν σῶμα· καὶ ἄπειρον μὲν οὐκ ἐνδέχεται· λείπεται δὲ πεπερασμένον. εἰ δὲ πεπερασμένον, ἤτοι πεπερασμένην ἢ ἄπειρον ἕξει τὴν δύναμιν. εἰ μὲν οὖν πεπερασμένην, εἰλήφθω τῆς αὐτῆς μείζων ἄλλη δύναμις καὶ πλείονα χρόνον κινήσει ἢ ὅσον ἡ πεπερασμένη2 κινεῖ τὸν αὐτὸν ὄγκον, τοῦ δὲ ἀπείρου πλείων οὐκ ἔσται. εἰ δὲ ἄπειρον, ἐν οὐδενὶ χρόνῳ κινήσει τὸ αὐτὸ μέγεθος, ὅπερ ἡ πεπερασμένη τε καὶ ἐλάττων ἐν τοσῷδε χρόνῳ· οὐ γὰρ ἔχει λόγον ἡ ὑπεροχὴ τῆς δυνάμεως, ἀλλ’ ὥσπερ ἀδύνατον λαβεῖν, ὅσῳ μείζων ἐστὶν ἡ δύναμις τῆς πεπερασμένης ἡ ἄπειρος, οὕτως ἀδύνατον ἔσται λαβεῖν, ὅσῳ ἐλάττων ὁ χρόνος τοῦ χρόνου, καθ’ ὃν ἡ ἄπειρος κίνησις κινεῖ ταὐτὸν διάστημα τοῦ καθ’ ὃν ἡ πεπερασμένη. τοίνυν ἢ οὐ κινήσει τὸ σύνολον ἡ ἄπειρός τε καὶ μείζων, ὃ κεκίνηκεν ἡ ἐλάττων, ἢ οὐκ ἐν χρόνῳ κινήσει· ἄμφω δὲ ἄλογα καὶ ἀδύνατα. ὅλως δὲ ἀμήχανον ἄπειρον δύναμιν ἐν πεπερασμένῳ μεγέθει· ὅπου γὰρ τοῦ μεγέθους ἔστι μείζω λαβεῖν, ἐπεὶ καὶ [τὰ] τῆς δυνάμεως. ἀρκεῖ δὲ ἄνευ πάσης ἀμφισβητήσεως ἀποδεῖξαι καὶ ἐκ τῶν διωρισμένων, ὅτι μὴ σῶμα τὸ πρῶτον κινοῦν· εἰ γὰρ ἀκίνητον ὅλως τὸ πρῶτον κινοῦν, ἀμήχανον τοῦτο σῶμα εἶναι. πᾶν γὰρ σῶμα κινοῦν καὶ κινεῖται· ἢ γὰρ ὠθοῦν ἢ ἕλκον ἢ δινοῦν ἢ ὀχοῦν ἢ † ῥιπτούντων ἄλλος λόγος· δοκεῖ γὰρ καὶ ἡ κατά τινα τῶν ἄλλων τρόπων, περὶ δὲ τῶν † ἠρεμούντων αὐτῶν3 ἔτι κινεῖσθαι ἐπὶ πολὺ τὰ βληθέντα. φέρεται γὰρ χρόνον τινὰ τὸ βέλος καὶ ἠρεμήσαντος τοῦ ἀφέντος καὶ ἀπορεῖται, πῶς κινεῖται ταῦτα καὶ ὑπὸ τίνος· οὔτε γὰρ ὑφ’ αὑτῶν (οὐ γὰρ τῶν αὐτοκινήτων ἐστίν) οὔθ’ ὑπὸ τοῦ βάλλοντος (ἀπέστη γὰρ ἐκεῖνος ἀφεὶς καὶ ἡσυχάζει). λέγεται μὲν οὖν, ὅτι μὴ τὸ βέλος μόνον ἐκίνησεν ὁ τοξεύων, ἀλλὰ καὶ τὸν ἀέρα τὸν πλησίον, ὃς κινεῖται ὑπὸ τοῦ ῥίψαντος αὐτὸ ἤδη τὸ ῥιφθέν. οὗτος δὲ ὁ λόγος μετατίθησι τὴν ἀπορίαν, οὐ λύει· πάλιν γὰρ ὁ ἀὴρ πῶς κινεῖται τοῦ κινοῦντος οὐχ ἁπτομένου; οὔτε ὑπ’ αὐτοῦ (οὐδὲ γὰρ ζῷον) οὔθ’ ὑπὸ τοῦ ῥίψαντος (πέπαυται γάρ)· ὑπὸ τίνος οὖν, εἴπερ πᾶν ὑπό τινος κινεῖται τὸ κινούμενον; ἐπεὶ καὶ ἡ λίθος οὐ τὸ πλησίον ἕλκει σιδήριον, ἀλλὰ καὶ τὸ ἐφεξῆς, οὗ μὴ ἅπτεται· ἀλλ’ ὅταν ἀπέλθῃ, πέπαυται καὶ τὸ ἐγγὺς ἅμα καὶ τὸ ἐχόμενον.
10. 至于第一推动者是永恒且不动的,在前面已经得到了证明;而它是无部分且非物体的,我们如今便来论述。首先假定,凡被物体所推动之物,并非顺应自身的本性而运动,而是出于强力且来自外部;我们在如此施动和受动的事物上看到,较大的能力总是比较小的能力能够推动同一质量更长的时间,并在更短的时间内推动同一距离;因为同一座磨坊,骡子可以推动一整天,而对于人而言,能推到中午便已值得庆幸了;前者在一瞬间使它旋转一周,而后者则用较多的时间。既然这些是显而易见的,那么在无限时间内作连续且永恒运动之物,便绝不可能由一个第一物体来推动;因为施动的物体要么是无限的,要么是有限的;无限的固然不可能,剩下的便是有限的。若是有限的,它将具有有限的能力或无限的能力。若具有有限的能力,则取另一个比它自身更大的能力,该能力将比有限能力推动同一质量的时间推动得更长,但绝不会比无限时间更长。若具有无限的能力,它将在毫无时间(零时间)内推动同一大小,而有限且较小的能力则在如此这般的时间内推动它;因为能力的超出是毫无比例可言的,然而正如无法确定无限能力究竟比有限能力大多少,同样也无法确定无限运动推动同一距离的时间究竟比有限运动推动它的时间少多少。因此,无限且较大的能力要么完全不推动较小能力所推动之物,要么不在时间内推动;但这二者皆悖理且不可能。总而言之,有限的大小中不可能存在无限的能力;因为何处能取更大的大小,何处也就能取更大的能力。然而,即使仅依据已确定的论点,也足以毫无争议地证明第一推动者不是物体;因为如果第一推动者是全然不动的,它就绝不可能是物体。因为凡施动的物体自身也处于运动之中;因为它要么推,要么拉,要么旋转,要么承载,要么[以其余的某种方式施动]。关于投射物则有另一种说法;因为在施动者自身已静止之后,被投掷之物似乎仍在很长一段时间内运动。箭在射出者已经静止之后仍然被携带着飞驰一段时间,而这些东西究竟如何运动以及被何物推动,乃是一个疑难;因为它们既非由自身推动(因为不属于自发运动之物),亦非由投掷者推动(因为投掷者在射出后已离开且处于静止)。于是有人说,射箭者不仅推动了箭,还推动了邻近的空气,空气受投掷者推动,进而推动已然被射出的投射物自身。但这种说法只是转移了疑难,并未予以解决;因为再次要问,当推动者并未触碰时,空气是如何运动的?既不是由其自身推动(因为它不是动物),亦不是由投掷者推动(因为他已停止);既然凡被运动之物皆由某物推动,那么究竟由何物推动?因为磁石也不仅吸引邻近的铁片,而且吸引它未曾触及的接续的铁片;然而当它离开时,邻近的铁片与接续的铁片便同时停止了。
- 8.10κείσθω δὴ πᾶν τὸ κινούμενον ὑπὸ σώματος μὴ κατὰ τὴν ἑαυτοῦ φύσιν κινεῖσθαι, ἀλλὰ βίᾳ καὶ ἔξωθεν
动词 κείσθω 为第三人称命令式,用于设立论证前提,支配“宾格加不定式”结构(πᾶν τὸ κινούμενον ... κινεῖσθαι)。否定词 μή 体现了该前提的假设性质。
- 8.10τοῦ χρόνου, καθ’ ὃν ἡ ἄπειρος κίνησις κινεῖ ταὐτὸν διάστημα τοῦ καθ’ ὃν ἡ πεπερασμένη
带有超置(隔词法)的比较结构。在 ἐλάττων ὁ χρόνος τοῦ χρόνου 中,τοῦ χρόνου 为比较属格,而紧随其后的关系从句 καθ’ ὃν ἡ ἄπειρος κίνησις κινεῖ 则越过它限定主格 ὁ χρόνος。句末的 τοῦ καθ’ ὃν ἡ πεπερασμένη 通过重复属格冠词 τοῦ 复指并限定 τοῦ χρόνου,意为“比有限运动在其中推动的时间”。
- 8.10ἢ γὰρ ὠθοῦν ἢ ἕλκον ἢ δινοῦν ἢ ὀχοῦν ἢ † ῥιπτούντων ἄλλος λόγος· δοκεῖ γὰρ καὶ ἡ κατά τινα τῶν ἄλλων τρόπων, περὶ δὲ τῶν † ἠρεμούντων αὐτῶν
此处文本存在脱乱(标有短剑号)。前面的四个分词(ὠθοῦν, ἕλκον, δινοῦν, ὀχοῦν)列举了物体推动方式的常规分类,作为主语 πᾶν σῶμα κινοῦν 的表语性说明(省去了谓语 κινεῖ)。短剑号内的语序发生倒错,其原本逻辑为:“要么推、要么拉、要么旋转、要么承载,要么以其他某种方式;关于投射物则有另一种说法:盖投掷者自身虽已静止……”。
