← 狄米斯提乌斯

亚里士多德《物理学》释义

§232.16-233.13

圆周运动的首要性及其作为尺度的作用

提斯提乌斯论证了在诸位移中唯有圆周运动是单纯且永恒的,无论在本性上还是在时间上都先于直线运动而居于第一位。他进而阐明球体围绕中心运动如何保持连续与匀速,并因此成为衡量其余一切运动的尺度。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.9

9. Ὅτι δὲ καὶ πρώτη τῶν ἄλλων φορῶν, λέγομεν ἤδη. πᾶσα φορὰ, ὥσπερ καὶ πρότερον εἴπομεν, ἢ κύκλῳ ἢ εὐθεῖα ἢ μικτή. τῆς μὲν οὖν μικτῆς πρότεραι αὗται· συγκειμένη γὰρ ἐκ τούτων. ὅτι δὲ τῆς εὐθείας ἡ κύκλῳ προτέρα, δεικτέον. ἢ γὰρ ἄπειρον ἢ πεπερασμένην εὐθεῖαν κινεῖται πᾶν τὸ κινούμενον. ἄπειρος μὲν τοίνυν οὔτε ἔστιν οὐδ’, εἴπερ ἦν, ἐκινεῖτο ἂν ἐπ’ αὐτῆς. οὐ γὰρ γίνεται τὸ ἀδύνατον γίνεσθαι, διελθεῖν δὲ τὴν ἄπειρον ἀδύνατόν ποτε καὶ διιέναι, πεπερασμένην δὲ εἰ κινοῖτο, εἰ μὲν ἀνακάμπτει, οὔτε συνεχὴς κίνησις οὔτε ἁπλῆ, εἰ δὲ παύοιτο καὶ μὴ ἀνακάμπτοι, φθαρτὴ ἡ κίνησις. μόνη τοίνυν ἡ κύκλῳ καὶ ἀΐδιος καὶ ἁπλῆ. πρότερον οὖν καὶ φύσει καὶ χρόνῳ. καὶ γὰρ εἰ μὴ δέδεικται οὖσα ἀΐδιος, μόνην δέ τινα ἀΐδιον δυνατὸν εἶναι,1 καὶ οὕτως ἂν ἦν προτέρα τῆς τοῦτο μὴ δυναμένης. εὐλόγως δὲ συμβέβηκε μόνην εἶναι συνεχῆ καὶ ἀΐδιον τὴν κύκλῳ φοράν· τῆς μὲν γὰρ εὐθείας ὥρισται καὶ ἀρχὴ καὶ τέλος καὶ μέσον, ὥστ’ ἔστιν, ὅθεν ἄρξηται τὸ κινούμενον καὶ οὗ τελευτήσει·2 τῆς δὲ περιφεροῦς οὐκ ἔστιν οὔτε ἀρχὴ οὔτε πέρας· οὐδὲν γὰρ μᾶλλον τόδε ἢ ὁποιονοὖν πέρας τῆς γραμμῆς· ὁμοίως γὰρ ἕκαστον καὶ ἀρχὴ καὶ μέσον καὶ πέρας. ἀεὶ οὖν ἐν ἀρχῇ καὶ ἀεὶ ἐν τέλει καὶ ἅμα κινεῖται καὶ ἠρεμεῖ πως ἡ σφαῖρα· οὐ γὰρ μεταβάλλει τὸν ὅλον τόπον. τῆς δὲ τοιαύτης μονῆς τε ἅμα καὶ κινήσεως αἴτιον, ὅτι ἐπὶ τῆς σφαίρας ἡ κυρίως ἀρχὴ καὶ τὸ κυρίως πέρας τὸ μέσον ἐστίν· ἀρχὴ μέν, ὅτι ἀπὸ τούτου ἡ σφαῖρα (ἡ γὰρ ἀπὸ τούτου πανταχόθεν ἴση ἀπόστασις κύκλος), πέρας δέ, ὅτι εἰς τοῦτο τελευτῶσιν αἱ ἀπὸ τῆς περιφερείας εὐθεῖαι. ἐπεὶ τοίνυν οὐκ ἐπὶ τὸ πέρας, ἀλλὰ περὶ τὸ πέρας κινεῖται, τοῦτο δὲ ἀεὶ ἐν ταὐτῷ μένει, ἀεὶ μὲν διὰ τοῦτο κινεῖται, ὅτι οὐδὲ πεπέρασται ἐπὶ τὸ πέρας, ἐν ταὐτῷ δὲ ἀεί, ὅτι ἀεὶ περιμένει τὸ πέρας.3 ἡ οὖν κύκλῳ ἡ πρώτη φορὰ τῶν κινήσεων εὐλόγως καὶ μετρεῖ τὰς ἄλλας· ἡμέρα γὰρ καὶ νὺξ καὶ ὧραί εἰσιν οἶμαι κινήσεις πᾶσαι καὶ μετροῦνται ἀπὸ τῆς κύκλῳ φορᾶς, τὸ εἶναι δὲ κύκλον τὰ ἀνθρώπεια πράγματα4 ἀπὸ τῆς κυκλοφορίας ἐλήλυθεν. ἔτι δὲ καὶ ὁμαλὴν τὴν κύκλῳ ἐνδέχεται μόνην εἶναι, τῶν δὲ ἐπ’ εὐθείας ὅσα μὲν βίᾳ καὶ παρὰ φύσιν κινεῖται, δῆλον ὅτι καὶ ἀνώμαλα· ὅσα δὲ κατὰ φύσιν, τοσούτῳ θᾶττον ἅπαντα φέρεται, ὅσῳ ἂν πλείω ἀφίστηται τοῦ τόπου, ἐν ᾧ πρότερον ἠρέμει· κεκίνηται γὰρ ἐγγυτέρω τοῦ συγγενοῦς.

9. 至于圆周位移也是其余诸位移中在先的第一者,我们如今便来论述。正如我们先前所说,一切位移要么是圆周的,要么是直线的,要么是混合的。因此,这些单纯的运动先于混合的运动,因为混合运动由它们构成。但是必须指出,圆周运动先于直线运动。因为凡运动之物,要么在一条无限直线上运动,要么在一条有限直线上运动。无限直线固然根本不存在,而且即使存在,也没有东西能在其上运动;因为不可能发生的事情是不会发生的,而走完无限者或持续穿过它是永远不可能的。另一方面,如果它在一条有限直线上运动,那么如果它折返,这种运动既非连续亦非单纯;如果它停止而不折返,这种运动就是可灭亡的。因此唯有圆周运动既是永恒的又是单纯的。所以它无论在本性上还是在时间上都是在先的。因为即便尚未证明它事实上是永恒的,但只要唯有某一种运动能够是永恒的,即使这样,它也必定先于那不可能做到这一点的运动。圆周位移独一无二地是连续而永恒的,这乃是合乎道理的;因为对于直线而言,始点、终点与中点都已被规定,以至于运动之物存在着从何处开始以及在何处终止;然而对于圆周线而言,既无始点亦无端点;因为这一特定点绝不比任何随意的点更算作线的端点;因为每一个点都同样是始点、中点与端点。因此球体始终处于始点,又始终处于终点,并且在某种意义上同时既在运动又在静止;因为它并未改变其整体的处所。这种同时兼具静止与运动的原因在于,在球体上,真正意义上的始点与真正意义上的端点乃是中心:它是始点,因为球体由它出发(因为从它向一切方向相等的距离便是圆);它是端点,因为从圆周引出的直线均终结于此。既然它是围绕着端点运动而非向着端点运动,而且这一端点始终停留在同一位置,那么球体之所以永远运动,正是因为它未曾在端点处被终结;而之所以始终在同一位置,正是因为它始终围绕着端点停留。因此,作为诸运动中第一位移的圆周运动,理所当然地也度量着其余的运动;因为依我看,白昼、黑夜与四时皆是运动,并且由圆周位移所度量;而“人间事态是一个圆环”的说法,正是源于这一圆周循环。此外,唯有圆周运动可以是匀速的;而在沿直线的运动中,凡是以强力且违反本性而运动的,显然都是不均匀的;而凡是顺应本性而运动的,离它们先前静止的处所越远,移动得便越快;因为它们已经运动得更接近其同类的本性之处了。

语法注4 条
  1. 8.9καὶ γὰρ εἰ μὴ δέδεικται οὖσα ἀΐδιος, μόνην δέ τινα ἀΐδιον δυνατὸν εἶναι

    条件从句 εἰ 内部通过 δέ 对比了两个假定分句:前半句为“即使它尚未被证明是永恒的”,后半句 μόνην δέ... δυνατὸν εἶναι 则承接上文的动词(意为“但只要证明或假定唯有某一种运动可能为永恒”),二者共同导出归结句(καὶ οὕτως ἂν ἦν προτέρα)。

  2. 8.9ὥστ’ ἔστιν, ὅθεν ἄρξηται τὸ κινούμενον καὶ οὗ τελευτήσει

    非人称的 ἔστιν 带有相当于名词性主语的关系副词从句(ὅθεν ἄρξηται 与 οὗ τελευτήσει),意为“存在着从何处开始和在何处终止的[起点与终点]”,其中虚拟式 ἄρξηται 与将来直陈式 τελευτήσει 形成并列。

  3. 8.9ἀεὶ περιμένει τὸ πέρας

    动词 περιμένει 在此处取其词源与空间意义(“围绕端点/中心而居留”,由 περί + μένει 构成),而非时间意义上的“等待”。它与上文的空间性表述 περὶ τὸ πέρας κινεῖται(“围绕端点运动”)形成呼应与对应。

  4. 8.9τὸ εἶναι δὲ κύκλον τὰ ἀνθρώπεια πράγματα

    带冠词的不定式短语 τὸ εἶναι κύκλον τὰ ἀνθρώπεια πράγματα 作整个句子的主语,其主要动词为 ἐλήλυθεν。中性单数冠词 τὸ 将主语为 τὰ ἀνθρώπεια πράγματα、表语为 κύκλον 的不定式从句名词化(“人间的诸事务是一个圆环这一说法/事实”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:232.16-233.13