← 狄米斯提乌斯

亚里士多德《物理学》释义

§234.22-236.4

媒介传递推动力与第一推动者的位置

特米斯蒂乌斯阐明投射物的持续运动并非源于反循环,而是由于媒介(空气或水)将施动能力作为自身固有能力接受并依次传递,由此得出第一推动者不可分割且位于圆周上的结论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.10#2

αἴτιον δέ, ὅτι τὸ σιδήριον ἐκεῖνο τὸ πρὸς τῇ λίθῳ οὐκ οἰκείαν ἔσχε δύναμιν τὸ ἐπισπᾶσθαι, ἀλλ’ ἐλάμβανε παρὰ τῆς λίθου, ἧς εἴπερ ἀφαιρεθείη, εὐθὺς συναφαιρεῖται καὶ τὴν δύναμιν.1 ἔδει τοίνυν καὶ τὸν ἀέρα ταὐτὸν ὑπομένειν καὶ παύεσθαι ἐπελθόντος τοῦ ῥίψαντος ἢ βάλλοντος, οὕτως δὲ εὐθὺς ἔδει καταφέρεσθαι καὶ τὸ ῥιπτούμενον· ἢ οὐ μόνον κινεῖται ὁ πλησίον ἀήρ, ἀλλὰ καὶ δύναμιν τοῦ κινεῖν λαμβάνει; καὶ ταύτην δὴ οὐχ οἵαν τὸ παρὰ τῆς λίθου σιδήριον, ἀλλ’ ὥστε οἰκείαν ποιῆσαι καὶ ἑαυτοῦ, ὥσπερ οἶμαι καὶ ὑπὸ τοῦ πυρὸς τὸ πύρινον οὐ θερμαίνεται μόνον, ἀλλὰ καὶ δύναμιν οἰκείαν τοῦ θερμαίνειν λαμβάνει καὶ ταύτην ἀεὶ δίδωσιν ἐφεξῆς καὶ τοῦτο πρόεισιν μέχρι τινός, εἶτα κατ’ ὀλίγον παύεται μειουμένης ἐν τῇ διαδοχῇ τῆς δυνάμεως τῆς ἀπὸ τοῦ πυρὸς ἐνδοθείσης. οὕτω δὲ καὶ τὸν ἀέρα εἴποι τις ἂν καὶ τὸ ὕδωρ ἐπαμφοτερίζοντα ταῖς δυνάμεσι καὶ μετέχοντα καὶ βαρύτητος καὶ κουφότητος, ἐφ’ ὅπερ ἂν τοῦ φέρεσθαι τὴν ἀρχὴν παρὰ τοῦ ῥίπτοντος καὶ τὸ ἐνδόσιμον λάβῃ, ἐπὶ τοῦτο λοιπὸν φέρεσθαι ἐξ αὑτῶν2 καὶ οἷον αὐτοκίνητα γίνεσθαι χρόνον τινὰ κινούμενά τε ἅμα καὶ κινοῦντα, κινούμενα δὲ οὐκέθ’ ὑπὸ τοῦ βάλλοντος, ἀλλ’ ὑπὸ τῆς οἰκείας δυνάμεως, ἧς τὸ ἐνδόσιμον παρὰ τοῦ ῥίψαντος ἔσχεν, ὥσπερ καὶ τὸ ὕδωρ ὑπὸ τοῦ πυρὸς θερμανθὲν καὶ ἀπελθόντος τοῦ πυρὸς οὐκ αὐτὸ μόνον θερμόν ἐστιν, ἀλλὰ καὶ τοῦ θερμαίνειν ἐπὶ πολὺ φυλάττει τὴν δύναμιν. οὕτως γὰρ ἄμεινον λέγειν ἢ τὴν ἀντιπερίστασιν αἰτιᾶσθαι, ἣ γίνεται μὲν ἐξ ἀνάγκης παρὰ τῶν ῥιπτομένων· ἀντιμεθίσταται γὰρ ὁ ἀήρ· οὐ μὴν διὰ ταύτην ἡ κίνησις· καὶ γὰρ βαδιζόντων ἀντιπερίστασις, ἀλλ’ οὐ διὰ τοῦτο βαδίζομεν ἁπλῆ τέ ἐστι μετάστασις καὶ μεταχώρησις τῶν τόπων. δραστικὸν δὲ οὐδὲν οὔτε κινητικὸν ἡ ἀντιπερίστασις ἔχει· οὔτε γὰρ στενοχωρεῖται ἀντιμεθιστάμενος ἀήρ, ὥστε βιάζεσθαι καὶ προσωθεῖν· οὐδὲ γὰρ γίνεται πλείων ἔτι κατὰ τὴν ἀντιπερίστασιν ἅμα τε γὰρ τὸ ῥιφθὲν ἀπωθεῖται ὑπὸ τοῦ ῥίψαντος εἰς τὸ πρόσθεν καὶ ἀντιπεριίσταται ὁ ἀὴρ εἰς τὸ ὄπισθεν. τί οὖν αἴτιον τῆς μετὰ ταῦτα προόδου; φανερὸν δέ, ὅτι μηδὲ συνεχὴς ἡ τοιαύτη κίνησις· οὐδὲ γὰρ ἓν τὸ κινοῦν, ἀλλ’ ἐχόμενα ἀλλήλων, ἀλλ’ οὐδ’ ὁμαλής· οὐ γὰρ ὁμοίως φέρεται, ἐγγύς τε καὶ πόρρω τῆς ἀρχῆς. εἰ τοίνυν ὡς ἐπὶ τῶν ῥιπτουμένων τὴν κίνησίν τις λέγει γίνεσθαι εἴτε ὡς ἐπὶ τῶν ὠθούντων τε καὶ ἑλκόντων, οὐ συνεχὴς οὐδ’ ὁμαλὴς οὕτω γινομένη κίνησις· ἐπὶ μὲν τῶν ῥιπτουμένων, ὅτι ἄλλο καὶ ἄλλο τὸ κινοῦν, ἐπὶ δὲ τῶν ὠθούντων τε καὶ ἑλκόντων, ὅτι εἰ καὶ ἓν τὸ κινοῦν, ἀλλὰ καθ’ ἑκάστην ὦσιν ἢ ἕλξιν ἀρχή τις γίνεται ἀναπαυομένου τοῦ ἕλκοντος καὶ ὠθοῦντος· οὐ γὰρ ἄπονον τὸ οὕτως κινοῦν. δῆλον οὖν ὅτι ἀμερὲς τὸ πρῶτον κινοῦν, εἴπερ μὴ τῷ κινεῖσθαι κινεῖ μηδὲ συμβάλλει, ἀλλ’ ἀεί τε δύναται κινεῖν (ἄπονον γὰρ τὸ οὕτως κινεῖν) καὶ ὁμαλὴς αὕτη κίνησις μόνη. οὐ γὰρ ἔχει μεταβολὴν τὸ κινοῦν οὐδεμίαν, δεῖ δὲ οὔτε τὸ κινούμενον πρὸς ἐκεῖνο ἔχειν μεταβολήν, ἵνα ὁμοία ἡ κίνησις ᾖ. ἀνάγκη δὲ ἢ ἐν μέσῳ ἢ ἐν κύκλῳ εἶναι·3 τοιαῦται γὰρ αἱ ἀρχαί, ἀλλὰ τάχιστα κινεῖται τὰ ἐγγύτατα τοῦ κινοῦντος, τοιαύτη δὲ ἡ τοῦ ὅλου κίνησις· ἐκεῖ ἄρα τὸ κινοῦν.

其原因在于,紧贴磁石的那块铁片并没有吸引[他物]的固有能力,而是从磁石那里接受了这一能力;若是脱离了磁石,那能力也就随之立即被剥夺。因此,空气本也应当承受同样的事情,在投掷者或射出者终止时停息下来,而如此一来,被投掷之物也应当立即向下坠落。或者说,邻近的空气不仅被推动,而且还接受了推动的能力?并且接受这能力确乎不像磁石旁的铁片那样,而是使其成为固有的且属于它自身的,正如我认为,受火加热的属火之物不仅自身变热,而且还接受了加热的固有能力,并将此能力连续不断地顺次传递下去,这一过程推进到某一限度为止,随后随着从火中赋予的能力在相继传递中逐渐减弱而渐渐停息。同样,人们也可以说,空气和水在能力上兼具两面性,既分有重量又分有轻性,无论它们从投掷者那里接受了朝向何方的位移始元与起始推动,此后便凭着自身朝向该方运行,在一段时间内仿佛成为了自发运动之物,同时处于受动和施动之中,但受动却不再是由投掷者推动,而是由其固有能力推动,这能力的始动冲力正是从投掷者处获得的;正如水受火加热后,即使火已经离开,它不仅自身是热的,而且在很长时间内仍保持着加热的能力。因为这样说总比归咎于互换置换(反循环)更好;反循环固然因被投掷之物而必然发生——因为空气发生了互换移位——然而运动决不是因它而起;因为行走的人周围也有反循环发生,但我们并不是由于这个原因而行走,这只是一种单纯的位置替换与空间移位。反循环没有任何施动性或产生运动的力量;因为被移位的空气并未被挤入狭窄空间,以至于施加暴力并向前推进;在反循环中空气也并未变得更多;因为在被投掷之物被投掷者推向前方的同时,空气便向后反向循环置换了。那么,此后的前行原因究竟何在?显然,此类运动甚至不是连续的——因为施动者并非单一,而是彼此接续的事物——也不是均匀的;因为在靠近始元与远离始元之处,运动的进行方式并不相同。因此,若有人说运动如被投掷之物那样发生,或者如推和拉之物那样发生,那么以这种方式产生的运动既不连续也不均匀:在被投掷之物的情况下,是因为施动者接二连三地更替;在推和拉之物的情况下,则是因为纵使施动者是单一的,但随着推拉者停歇休整,每一次推或拉都会产生一个始元;因为以此方式施动并非无需劳苦。由此可见,第一推动者是不可分割的,既然它并非因自身受动而施动,亦不以此方式参与运动,而是始终能够施动(因为以这种方式施动毫无劳苦),且唯有这种运动是均匀的。因为施动者没有任何变化,而被动者相对于它也必须没有任何变化,以便运动是均匀的。而它必须要么在中心,要么在圆周上;因为始元即是此类位置;然而最靠近推动者的事物运动得最快,而整个宇宙的运动正是如此;因此,施动者就在那里。

语法注3 条
  1. 8.10ἧς εἴπερ ἀφαιρεθείη, εὐθὺς συναφαιρεῖται καὶ τὴν δύναμιν

    关系代词属格 ἧς 指先行词 λίθου,为分离属格。希求法动词 ἀφαιρεθείη 的逻辑主语是铁片(τὸ σιδήριον),构成“如果[铁片]脱离了它[磁石]”的被动分离结构。主句中的 συναφαιρεῖται 为中被动态,表示能力亦随之被剥夺。

  2. 8.10οὕτω δὲ καὶ τὸν ἀέρα εἴποι τις ἂν καὶ τὸ ὕδωρ... φέρεσθαι ἐξ αὑτῶν

    核心结构为由 εἴποι τις ἂν(潜势希求法,“人们可以断言/说”)所支配的宾格不定式句,宾格主语为 τὸν ἀέρα... καὶ τὸ ὕδωρ,主要不定式为 φέρεσθαι。由于中间插入了分词短语 ἐπαμφοτερίζοντα... μετέχοντα 以及不定关系从句 ἐφ’ ὅπερ ἂν... λάβῃ,形成了明显的远隔结构(hyperbaton)。

  3. 8.10ἀνάγκη δὲ ἢ ἐν μέσῳ ἢ ἐν κύκλῳ εἶναι

    在非人称结构 ἀνάγκη [ἐστί] 中,不定式 εἶναι 的逻辑主语为前文所论及的第一推动者(τὸ πρῶτον κινοῦν)。结合后文关于最靠近推动者运动最快(即天球外层圆周运动最快)的论证,二选一中最终确立的是“在圆周上(ἐν κύκλῳ)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:234.22-236.4