← 狄米斯提乌斯

亚里士多德《物理学》释义

§230.28-232.15

对立体间变化的非连续性与圆周运动的永恒性

特米斯提乌斯证明了在相反性质之间的变化(如白与黑)不可能在同一时刻折返而构成连续运动,而只是相继的;他进而论证唯有不具现实端点且回到自身的圆周位移才是连续且永恒的,从而驳斥了声称一切可感之物始终处于运动之中的自然哲学家们。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.8#3

πᾶν γὰρ τὸ μεταβάλλον εἰς τὸ λευκὸν ἐκ τοῦ μέλανος ἢ τοῦ μὴ λευκοῦ ἅμα τε ἀποβέβληκε τὸ μὴ λευκὸν χρῶμα, οἷον τὸ ξανθὸν ἢ τὸ φαιὸν ἢ ὅ τι τύχοι, καὶ γέγονε λευκόν· ἐν γὰρ τῷ πέρατι τῆς εἰς τὸ λευκὸν μεταβολῆς ἔφθαρται τὸ πρότερον χρῶμα καὶ γέγονε τοῦτο, ὃ νῦν λαμβάνει. εἰ δὴ ἐν τῷ αὐτῷ πέρατι, τοῦτο δέ ἐστιν † ὅτι τῷ αὐτῷ νῦν μεταβάλλει πάλιν ἐκ τοῦ λευκοῦ καὶ μὴ ἐν ἄλλῳ, τρία ἂν εἴη τὰ γινόμενα ἐν τῷ αὐτῷ, ἥ τε φθορὰ τοῦ ξανθοῦ, γένεσις τοῦ λευκοῦ, ἐκ λευκοῦ πάλιν μεταβολή. οὐκ ἄρα συνεχὴς ἡ εἰς τὸ λευκὸν μεταβολὴ τῇ ἐκ τούτου, ἀλλ’ ἐν χρόνῳ μὲν συνεχεῖ καθάπερ καὶ * * * συνεχὴς γὰρ ὅλος ὁ χρόνος· αὗται δὲ ἐφεξῆς αἱ κινήσεις,1 ἐπεὶ πῶς ἂν εἴη πέρας τοῦ λευκαίνεσθαι καὶ μελαίνεσθαι 〈ἓν καὶ ταὐτό2〉; οὔτε γὰρ τὸ μελανθῆναι τοῦ λευκαίνεσθαι πέρας οὔτε τὸ λευκανθῆναι τοῦ μελαίνεσθαι. Ταῖς μὲν τοίνυν ἄλλαις κινήσεσιν, εἰ μὲν συνεχεῖς ὑποτεθῶσι, τοσαῦτα ἀδύνατα ἕπεται· μόνῃ δὲ τῇ κύκλῳ καὶ ἐπὶ γραμμῆς περιφεροῦς οὐδὲν ἄτοπον ἀκολουθεῖ. τὸ γὰρ ἐκ τοῦ Α κινούμενον ἅμα καὶ εἰς τὸ Α κινήσεται κατὰ τὴν αὐτὴν πρόθεσιν καὶ ὁρμήν· οὐ γὰρ εἰς ἄλλο πρότερον ἥξει σημεῖον (οὐδὲ γὰρ ἐνεργείᾳ σημεῖον ἐπὶ τοῦ κύκλου) οὐδὲ ἀνακάμψει ποθὲν ἐπὶ τὸ Α, ἀλλ’ ἅμα τε ἐπὶ τὸ Α καὶ ἐπὶ τὸ Β κινεῖται καὶ οὐχ ἅμα τὰς ἐναντίας οὐδ’ ἅμα τὰς ἀντικειμένας· οὐ γὰρ ἅπασα ἡ ἐκ τοῦ Α τῇ εἰς τὸ Α ἐστὶν ἐναντία, ἀλλ’ ἡ κατ’ εὐθεῖαν· ἐπ’ ἐκείνης γὰρ ἐνεργείᾳ τὰ πέρατα καὶ ἀρχαὶ καὶ δὶς κέχρηται τὸ κινούμενον [ἐν] τῷ αὐτῷ ὡς πέρατι καὶ ὡς ἀρχῇ καὶ ἀνάγκη γενέσθαι αὐτό τε ἐν αὐτῷ καὶ ἀπογενέσθαι ἀπ’ αὐτοῦ. διόπερ οὐ συνεχῶς † ἀνενδυάσει νῦν καὶ ὁ μεταξὺ χρόνος τῆς ἠρεμίας· ἐπὶ δὲ τῆς περιφεροῦς τί κωλύει κινεῖσθαι συνεχῶς καὶ μηδένα χρόνον διαλείπειν; τί γάρ ἐστιν ἐνεργείᾳ πέρας, τί δὲ ἀρχή, τί δ’ ὅλως ἄλλο σημεῖον ἤδη ἐνεργείᾳ ὄν, ἐν ᾧ πρότερον δεῖ γενέσθαι; μόνη τοίνυν ἡ κύκλῳ κίνησις ἀπ’ αὐτοῦ εἰς αὐτό, ἡ δὲ κατ’ εὐθεῖαν ἀπ’ αὐτοῦ εἰς ἄλλο καὶ μὲν ἐπὶ τοῦ κύκλου οὐδέποτε ἐπὶ τοῦ αὐτοῦ διαστήματος (οὐδὲν γὰρ ὥρισται ἐπὶ τοῦ κύκλου διάστημα ἐνεργείᾳ οὐδ’ ἔστιν ὅπως περιφερείας τινὸς εἴη τοῦ κύκλου τὰ πέρατα εἰλημμένα, ἀλλὰ καὶ ἄλλη καὶ ἄλλη, μᾶλλον δὲ ἀεὶ ἄλλη), ἐπὶ δὲ τῆς εὐθείας ταὐτὸν διάστημα κινεῖται πολλάκις ἐνθένδε ἐκεῖσε κἀκεῖθεν δεῦρο· ὥρισται γὰρ τὰ πέρατα καὶ εἴληπται ἤδη. ἵστασθαι οὖν ἐν αὐτῷ ἀνάγκη· διὰ τοῦτο γὰρ πολλάκις ἐπὶ τοῦ αὐτοῦ διαστήματος, ὅτι ἵσταται ἐπὶ τῶν περάτων καὶ ἀνακάμπτει. εἰ δὲ μὴ ἵστατο, ἀεὶ ἂν ἐπ’ αὐτοῦ καὶ συνεχῶς ἐκινεῖτο, ὥσπερ ἐπὶ τῆς περιφερείας. οὐ μόνον δὲ ἐπὶ τῆς εὐθείας οὐ κινεῖται συνεχῶς, ἀλλ’ οὐδὲ ἐπὶ τῆς κύκλῳ, ὅταν μὴ κύκλῳ κινῆται, ἀλλ’ ἀνακάμπτῃ· οὐ γὰρ συνάπτει τῇ ἀρχῇ τὸ πέρας, οὐδ’ ὡς ἑνὶ χρῆται, ἀλλ’ ὡς δυσί. καὶ τότε οὖν τὴν αὐτὴν γραμμὴν πολλάκις3 (οὐ γὰρ συνεχῶς οὐδὲ ὡς μίαν, ἀλλ’ ἐφεξῆς)· ὅταν δὲ κύκλῳ, ὡς μίαν (κατὰ μίαν γὰρ ὁρμήν), οὐ πολλάκις. πῶς γὰρ ἀριθμήσεις πολλάκις; οὐ γὰρ ἔχεις ἀρχὴν οὐδὲ πέρας. ὅταν δὲ ἐπ’ αὐτῶν λάβῃς στάσιν, ἤδη προτιθεὶς τῷ μὴ ἑστῶτι.4 οὕτως οὖν καὶ οἴει πολλάκις, ὅτι σαυτῷ λαμβάνεις τοδὶ τὸ σημεῖον ὡς ἀρχὴν καὶ πάλιν ὡς πέρας. δῆλον οὖν ἐκ τούτων, ὅτι μηδὲ οἱ φυσιολόγοι καλῶς λέγουσι πάντα τὰ αἰσθητὰ κινεῖσθαι φάσκοντες ἀεί, καίτοι μὴ πάντα λέγοντες κύκλῳ κινεῖσθαι, ἀλλὰ καὶ γινόμενα καὶ φθειρόμενα καὶ αὐξανόμενα καὶ μειούμενα καὶ ὅλως ἀλλοιούμενα· καὶ γὰρ τὴν γένεσιν καὶ τὴν φθορὰν ἀλλοίωσιν λέγουσιν. ὁ δὲ λόγος νῦν ἔδειξεν, ὅτι εἰς τὰ ἐναντία οὐχ οἷόν τε συνεχῶς οὐδὲ ἀεὶ κινεῖσθαι. ὅτι μὲν οὖν μόνη ἡ κύκλῳ φορὰ συνεχής, ἔστω τοσαῦτα ἡμῖν εἰρημένα.

因为凡从黑或从非白变为白者,都在蜕去非白之颜色(例如黄色、灰色或随便什么颜色)的同时变成为白;因为在向白变化的端点处,先前的颜色已经消灭,而它如今所接受的这一个已经生成。那么,如果在同一个端点中,也就是说在同一个“现在”中,它再次从白变化而并非在另一“现在”中,那么在同一者中发生的事情就将有三件:黄色的消灭、白色的生成、以及再次从白的变化。因此,向白的变化与其离开白的变化并非连续的,而是即便在连续的时间中——因为整个时间是连续的——,这些运动也是彼此相继的;因为变白与变黑的端点怎能是[同一的]?因为已经变黑既不是变白的端点,已经变白也不是变黑的端点。因此,对于其余诸运动而言,若假定它们是连续的,就会随之产生如此之多的不可能;而唯独对于圆周运动以及在圆周线上的运动而言,则不会产生任何荒谬。因为从Α运动之物,按照同一种意图与冲力,也将同时向着Α运动;因为它不会在此之前先到达另一个点(因为圆上并不存在现实中的点),也不会从何处向着Α折返,而是同时向着Α又向着Β运动,既非同时进行相反的运动,也非同时进行对立的运动。因为并非一切从Α出发的运动都与向着Α的运动相反,唯有沿直线的运动才是如此;因为在直线上,端点与始点是在现实中的,而运动之物把同一者两次用作端点和始点,它自身必然到达它并从它离去。因此并非连续地……,而静止的中间时间如今……。然而在圆周上,又有什么阻碍它连续运动而不间隔任何时间呢?因为现实中的端点是什么,始点又是什么,或者总的来说早已现实存在的、它必须先到达的另一个点又是什么呢?因此,唯有圆周运动是从自身向着自身,而沿直线的运动则是从自身向着他物。而且在圆上,它绝非在同一间距上(因为圆上没有任何间距是在现实中被规定的,圆的任何一段圆弧的端点也不可能已被取得,而是有一个又一个,或者说始终是另一个),但在直线上,它却多次在同一间距上从这里到那里、又从那里到这里运动;因为端点已被规定并已被取得。因此必然在端点处停止;因为正由于在端点处停止并折返,它才多次在同一间距上运动。若它不停止,它就会像在圆周上一样,始终且连续地在其上运动。不仅在直线上它不能连续运动,甚至在圆周线上,当它不作圆周运动而是折返时,它也不能连续运动;因为此时它并未把端点与始点结合起来,也并未将其用作一,而是用作二。因此那时它也是多次遍历同一条线(因为并非连续地遍历,也非作为一条线,而是相继地遍历);而当它作圆周运动时,则是作为一(因为依循同一种冲力),而非多次。因为你怎能数出“多次”呢?因为你既无始点亦无端点。然而,当你在它们之上设立停驻时,你便已经把它强加于未停驻之物了。因此,正因为你自己把这一特定点作为始点又作为端点,你才以为它是多次运动。由此显然,那些声称一切可感之物始终在运动的自然哲学家们也讲得不正确,尽管他们并非说一切事物都在作圆周运动,而是说它们在生成与消灭、增加与减少以及总的来说在发生质变;因为他们甚至把生成与消灭也称为质变。但如今的论证已经表明,向着相反状态连续且永远运动乃是不可能的。因此,关于唯有圆周位移是连续的这一点,我们所说的就以此为足罢。

语法注4 条
  1. 8.8αὗται δὲ ἐφεξῆς αἱ κινήσεις

    省略了系动词 εἰσίν。与前文“向白的变化与离开白的变化并非连续的”(οὐκ ἄρα συνεχής)形成对比,指出这两者只是“相继的”(ἐφεξῆς)。

  2. 8.8ἐπεὶ πῶς ἂν εἴη πέρας τοῦ λευκαίνεσθαι καὶ μελαίνεσθαι 〈ἓν καὶ ταὐτό〉;

    连词 ἐπεί 引导反驳或理由(“否则……”)。将校勘补充的 〈ἓν καὶ ταὐτό〉 理解为主补语,构成修辞性反问:“否则变白与变黑的端点怎能是一而同一的呢?”

  3. 8.8καὶ τότε οὖν τὴν αὐτὴν γραμμὴν πολλάκις

    省略了运动动词(如 κινεῖται 或 διέρχεται)。以 τὴν αὐτὴν γραμμήν 作内宾格,表达“因此在那种情况下它也多次[运动/遍历]同一条线”。

  4. 8.8ἤδη προτιθεὶς τῷ μὴ ἑστῶτι

    分词 προτιθείς 充当承接条件从句 ὅταν λάβῃς 的主句谓语(省略了第二人称系动词 εἶ,或构成句子断折 anacoluthon)。名词化分词 τῷ μὴ ἑστῶτι 为与格间接宾语,指“未停驻之物”(即圆周运动),意为你已经将端点强加于不停驻的圆运动之上。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:230.28-232.15