← 狄米斯提乌斯

亚里士多德《物理学》释义

§229.13-230.28

折返点的停驻与芝诺悖论的解答

德米斯提厄斯从推论出发论证了折返点上停驻的必然性,借由线段中途诸点的潜在性解答了芝诺悖论并讨论了时间中“现在”的极限性质,进而从冲力的方向性出发以更为逻辑的方式证明沿有限直线的折返运动必然在端点停止。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.8#2

ὅλως δέ, εἰ καὶ ἐπὶ τῶν μεταξὺ σημείων † τῷ ἐνεργείᾳ γενέσθαι πέρατι καὶ ἀρχῇ τοῦ στῆναι1 † ἦν ἐπ’ αὐτοῦ τὸ φερόμενον, δῆλον ὡς ἐν τῷ κατ’ ἐνέργειαν ἤδη πέρατι καὶ ἀρχῇ τοσούτῳ μᾶλλον στήσεταί τε καὶ ἠρεμήσει. πρόσαγε τοίνυν ἤδη καὶ τὴν ἐκ τοῦ συλλογισμοῦ ἀνάγκην τῷ λόγῳ. εἰ τὸ φερόμενον, ἐφ’ οὗ φέρεται συνεχῶς,2 οὐδενὶ χρῆται ὡς ἐνεργείᾳ σημείῳ, μᾶλλον δὲ ἐφ’ οὗ χρῆσθαι αὐτῷ ἀναγκαῖον, οὐκ ἂν ἐπὶ τούτου φέροιτο συνεχῶς. ἀνάγκη ἄρα στῆναι τὸ ἀνακάμπτον ἐπὶ τῆς εὐθείας. τῷ δὲ δυνάμει εἶναι τὰ μεταξὺ τῆς εὐθείας σημεῖα χρηστέον καὶ πρὸς τὴν Ζήνωνος ἀπορίαν τὴν λέγουσαν, ὅτι οὐχ οἷόν τε κινηθῆναι τὴν πεπερασμένην· ἄπειρα γὰρ ἐν τῇ συνεχεῖ τὰ ἡμίση. ἐνεργείᾳ μὲν γὰρ οὐχ ὅπως ἄπειρα ἐν τῇ συνεχεῖ τὰ ἡμίση, ἀλλ’ οὐδὲ δύο (ἅμα τε γὰρ τέμνεται ἐνεργείᾳ καὶ πέπαυται συνεχὴς εἶναι), δυνάμει δὲ οὐδὲν ἄτοπον ἄπειρα τὰ ἡμίση τῆς συνεχοῦς εἶναι· τὰ δυνάμει δὲ ἄπειρα οὐκ ἀδύνατον διελθεῖν, ὥστε ὁ διαιρῶν καὶ ἀριθμῶν τὰ ἡμίση διαφθείρει τὴν ὑπόθεσιν τοῦ προβλήματος. ἡμεῖς μὲν γὰρ ζητοῦμεν, εἰ ἄπειρα ἐν τῇ συνεχεῖ τὰ ἡμίση, ὁ δὲ συνεχῆ φυλάττει λοιπὸν οὔτε τὴν εὐθεῖαν οὔτε τὴν κίνησιν· συνδιαιρεῖ γὰρ τῇ τῆς εὐθείας τομῇ καὶ τὴν κίνησιν. ἔστι δὲ καὶ ἐν τῷ χρόνῳ καθάπερ σημεῖον τὸ νῦν· τὸ γὰρ αὐτὸ πέρας καὶ ἀρχή, πέρας μὲν τοῦ παρελθόντος ἀρχὴ δὲ τοῦ μέλλοντος, ἀλλὰ κατὰ τὸ πρᾶγμα, καθ’ ὃ γέγονεν ἡ μεταβολή, τῷ μέλλοντι μᾶλλον προσνεμητέον· λέγω δὲ οἷον, ἐπειδὴ τοῦ χρόνου, ἐν ᾧ ἀπέθνῃσκε Σωκράτης, πέρας τί ἐστιν, ἐν ᾧ πρώτῳ ἀποτέθνηκε, τοῦτο ὡς μὲν κατὰ τὸν χρόνον προσήκει καὶ τῷ παρελθόντι (πέρας γὰρ ἐκείνου ἐστίν), ὡς δὲ κατὰ τὸ πρᾶγμα (λέγω δὲ τὸ τεθνηκέναι) μᾶλλον προσήκει τῷ μέλλοντι, ἐν ᾧ ὅλον λέγεται τεθνηκέναι. εἰ δὲ ἐρεῖ τις ἐν μὲν τῷ πέρατι τοῦ παρελθόντος ἔτι ἀποθνῄσκειν Σωκράτην, ἐπειδὴ καὶ ἐν ὅλῳ τῷ παρελθόντι, ἐν δὲ τῇ ἀρχῇ τοῦ μέλλοντος τεθνηκέναι, ἐπειδὴ καὶ ἐν ὅλῳ τῷ μέλλοντι, οὗτος εἰ μὲν ἐφυλάχθη τὸ νῦν,3 ὥσπερ καὶ τἀληθὲς ἔχει, πέρας τε ὂν ἅμα καὶ ἀρχή, ἅμα ἂν λέγοι καὶ ἀποθνῄσκειν Σωκράτην καὶ τεθνηκέναι, τοῦτο δὲ οὐδὲν διαφέρει τοῦ ζῆν τε ἅμα καὶ τεθνηκέναι Σωκράτην· εἰ δὲ δύο ποιήσει τὰ νῦν, ἐφεξῆς ἀλλήλων ποιήσει τὰ νῦν· ἀλλ’ ἄτοπον· οὐ γὰρ σύγκειται ὁ χρόνος ἐξ ἀμερῶν. ἀλλὰ ταῦτα μὲν ἴσως τοῖς καθόλου περὶ κινήσεως λόγοις οἰκειότερα, ὅτι δὲ ἀνάγκη τὸ φερόμενον ἐπὶ τῆς πεπερασμένης εὐθείας ἵστασθαι πρὶν ἀνακάμπτειν, καὶ ὧδε ἄν τις λογικώτερον δείξειεν. ἅπαν γὰρ τὸ φερόμενον συνεχῶς, ἐὰν ἀπὸ μηδενὸς ἐκκρούηται, εἰς ὅπερ ἦλθε κατὰ τὴν φοράν, εἰς τοῦτο καὶ ἐφέρετο πρότερον· εἰ ἐπὶ τὸ Β ἦλθε, καὶ ἐφέρετο ἐπὶ τὸ Β καὶ οὐ μόνον, ὅτε πλησίον ἦν τοῦ Β, ἀλλ’ εὐθὺς ὡς ἤρξατο κινεῖσθαι, εἴ γε κινεῖται μὲν ἐπὶ τὸ αὐτὸ συνεχῶς, ἐφ’ ὃ δὲ κινεῖται συνεχῶς, ἐπ’ ἐκεῖνο τὴν ὁρμὴν εἶχεν. τούτου δὲ ὄντος ἀληθοῦς τὸ κάτωθεν ἄνω κινούμενον, εἰ γενόμενον ἄνω μὴ ἡσυχάζει καὶ ἠρεμεῖ, ἀλλὰ τῇ αὐτῇ ὁρμῇ συνεχῶς φέρεται ἐπὶ τὸ κάτω, καὶ ὅτε ἤρχετο κάτωθεν κινεῖσθαι, ἐπὶ τὸ κάτω ἄρα ἐφέρετο. γελοῖον μὲν δὴ καὶ καθ’ αὑτό, μᾶλλον δὲ καὶ οὕτως. εἰ γὰρ ἅπαν τὸ κάτω φερόμενον ἐκ τοῦ ἄνω φέρεται κάτω, δῆλον ὡς τὸ κάτωθεν κινούμενον εἴπερ συνεχῶς ἐπὶ τὸ κάτω κινεῖται, ἤδη ἀφῃρεῖτο ἐκ τοῦ ἄνω καὶ οὔπω γέγονεν ἐν αὐτῷ. τοῦτο δὲ ἀδύνατον· ἀνάγκη ἄρα πρότερον ἵστασθαι ἐν τῷ ἄνω· οὐκ ἄρα μία ἡ κίνησις· ἡ γὰρ διαλαμβανομένη στάσει οὐ μία ἐστίν. καὶ ὁ λόγος δὲ μᾶλλον οἰκεῖος τῶν εἰρημένων.

总体而言,如果在中途各点上,也是由于在现实中成为端点与始点,在其上被承载之物才[停驻],那么显然,在已经是现实的端点与始点之处,它就越发会停止并静止。因此,现在把从推论中得出的必然性加入论证中罢。如果被承载之物在其上连续被承载时,不将任何点作为现实的点来使用,或者说,在它必然要如此使用它的地方,它就不会在其上连续被承载,那么沿着直线折返之物就必然停止。而直线上中途各点的潜在存在,也必须用来反驳芝诺的难题,即声称不可能在有限的线上运动,因为连续线中的半段是无限的。因为在现实中,连续线中的半段不仅不是无限的,甚至不是两个(因为一旦在现实中被分割,它便不再是连续的了),而在潜能中,连续线的半段是无限的则毫无荒谬之处;然而遍历潜能上无限之物并非不可能,因此那分割并数算半段的人,便破坏了问题的假定。因为我们探究的是连续线中的半段是否为无限,而他却不再保持直线和运动的连续性;因为他在分割直线的同时也分割了运动。在时间中,“现在”也犹如点一样;因为同一者既是终点又是始点,是过去的终点与未来的始点,但按照变化所涉及的事实而言,它应当更多地划归未来。我的意思是,例如,既然苏格拉底濒死的时间有一个最初已经死去的端点,那么这一[端点]就时间而言固然也属于过去(因为它是过去的端点),但就事实(我指的是死去)而言则更多地属于未来,在未来的整个时间中他被说成是死去的。但如果有人说,在过去的端点中苏格拉底仍在濒死,既然在整个过去中他也在濒死,而在未来的始点中他已死去,既然在整个未来中他也已死去,那么这个人,如果“现在”如同真理所昭示的那样既作为终点又同时作为始点被保持下来,他便是在说苏格拉底同时在濒死又已死去,这与苏格拉底同时活着又死去毫无分别;而如果他设立两个“现在”,他就会使诸“现在”彼此相继;但这乃是荒谬的,因为时间并非由无部分者构成。不过,这些或许更适于关于运动的一般论述;而关于沿着有限直线被承载之物在折返之前必然停止,人们也可以用更为逻辑的方式如此证明。因为凡连续被承载之物,若未受到任何阻碍,在位移中到达何处,此前也正是向着何处被承载的:如果它到达了Β,它此前也正是向着Β被承载,不仅当它接近Β时是如此,而且从它一开始运动时便是如此,只要它确实是连续地向着同一物运动,并且向着它连续运动的目标持有其冲力。既然这是真实的,那么从下向上运动之物,若到达上方时不稍作停歇与静止,而是以同样的冲力连续向下方被承载,那么当它开始从下方运动时,它也就是在向下方被承载了。这本身已然是可笑的,但在如下情况下则越发如此:因为凡向下方被承载之物都是从上方被承载至下方,显然,从下方运动之物如果连续向下方运动,它就已经是正从上方离去,却还尚未到达上方。但这乃是不可能的;因此它必然首先在上方停止;所以运动并非单一的;因为被停驻所隔断者并非单一的。而这一论证比前述诸论证更为贴切。

语法注3 条
  1. 8.8τῷ ἐνεργείᾳ γενέσθαι πέρατι καὶ ἀρχῇ τοῦ στῆναι

    该处抄本受损并在校勘本中被标以残损符号(cruces)。根据上下文,此处在对比中途点与端点:如果在中途各点上,也是通过在现实中成为端点与始点而使运动物停驻,那么在已经是现实端点之处就更当如此。τῷ ... γενέσθαι 作表示手段或原因的与格结构,与主句 δῆλον ὡς ... στήσεται 呼应。

  2. 8.8μᾶλλον δὲ ἐφ’ οὗ χρῆσθαι αὐτῷ ἀναγκαῖον, οὐκ ἂν ἐπὶ τούτου φέροιτο συνεχῶς

    短语 μᾶλλον δέ 起到矫正或强化前述条件从句(“或者说 / 甚至说”)的作用:被承载之物在连续运动时既不将任何点视作现实的点,那么反过来,在它必然要如此视之的地方,它便绝不能连续地运动,从而构成推论的前提。

  3. 8.8οὗτος εἰ μὲν ἐφυλάχθη τὸ νῦν ... ἅμα ἂν λέγοι ... εἰ δὲ δύο ποιήσει τὰ νῦν

    反驳关于苏格拉底之死反对观点的两难推论。第一支为非真实条件句(εἰ ... ἐφυλάχθη ... ἅμα ἂν λέγοι,“如果现在被保持为单一的,他就是在说同时在濒死又已死去”);第二支转为直说法将来时(εἰ δὲ δύο ποιήσει ... ποιήσει,“如果他设立两个现在,他就会使诸现在相继”),指出两种解法皆导致荒谬。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:229.13-230.28