← 狄米斯提乌斯

亚里士多德《物理学》释义

§22.11-23.16

确立三本原与驳斥本原超过三个的学说

忒弥斯提乌斯综述了古人将气或水设定为载体的观点,并在确立由能动的对立者与受动的载体组成的三合组的基础上,驳斥了本原超过三个以及在单一载体上设定多个对立关系的假说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.6#2

τῶν δὲ ἄλλων οἱ ἀέρα· καὶ γὰρ ὁ ἀὴρ ἥκιστα ἔχει τῶν ἄλλων αἰσθητὰς διαφοράς. τρίτοι δὲ οἱ τὸ ὕδωρ ὑποτιθέντες· θερμαίνεται γὰρ καὶ ψύχεται καὶ χεῖται καὶ πήγνυται ὑπομένον. ἀλλὰ πάντες γε τὸ ἓν τοῖς ἐναντίοις σχηματίζουσιν οἷον πυκνότητι μανότητι καὶ τῷ μᾶλλον καὶ τῷ ἧττον, ταῦτα δέ ἐστιν ὅλως ὑπεροχὴ καὶ ἔλλειψις δηλονότι· καὶ ἔοικε παλαιά τις εἶναι καὶ αὕτη ἡ δόξα, ὅτι δεῖ τρεῖς εἶναι τὰς ἀρχὰς τὸ ἓν καὶ τὴν ὑπεροχὴν καὶ τὴν ἔλλειψιν, πλὴν τὸν μὲν ἀριθμὸν τῶν ἀρχῶν τὸν αὐτὸν ἅπαντες λέγουσιν, οὐχ ὡσαύτως δὲ ἅπαντες. οἱ μὲν γὰρ παλαιοὶ τὰ μὲν δύο ποιεῖν, τὸ δὲ ἓν πάσχειν·1 Πλάτων δὲ ἀνάπαλιν, ὥσπερ καὶ τὸ πρότερον εἴρηται. τὸ μὲν οὖν φάναι τρία [τὰς ἀρχὰς] τὰ στοιχεῖα (περὶ γὰρ στοιχείων τῶν ἐνυπαρχόντων τοῖς γινομένοις ἡμῖν ὁ λόγος) δόξειεν ἂν καὶ σφόδρα εὔλογον εἶναι, τὸ δὲ πλείω τριῶν οὐκέτι· πρὸς μὲν γὰρ τὸ παθεῖν αὔταρκες τὸ ὑποκείμενον, πρὸς δὲ τὸ ποιῆσαι τὰ ἐναντία. εἰ δὲ προσθείη τις ἢ ἐναντίωσιν ἄλλην ἢ ὑποκείμενον, καθ’ ἕκαστον ἀναγκασθήσεται διπλασιάζειν· εἴτε γὰρ ἐναντίωσιν ἄλλην, καὶ ὑποκείμενον ἕτερον· εἴτε ὑποκείμενον ἕτερον, ἑτέραν καὶ ἐναντίωσιν. εἰ μὲν οὖν ταὐτὰ ἐξ ἑκατέρας τριάδος γενήσεται, περιττὴ παντελῶς ἡ ἑτέρα· εἰ δ’2 ἄλλα ἐξ ἑκατέρας, πρῶτον μὲν οὐκ ἔσονται πάντων τῶν γενητῶν αἱ αὐταὶ ἀρχαί (οὐδὲ εἰς ἄλληλα μεταβάλλει τὰ στοιχεῖα γῆ πῦρ ὕδωρ ἀήρ), ἔπειτα τί δήποτε δύο μόνον ἔσονται τριάδες καὶ οὐχὶ πλείους καὶ οὐχὶ ἄπειροι; οὐδένα γὰρ εὑρίσκω λόγον, ὃς δύο μὲν εἶναι κατασκευάζει, πλείους δὲ μή· εἰ γὰρ ὅτι χρὴ διαφέρειν τὰς τῶν ζῴων καὶ τὰς τῶν φυτῶν, διὰ τί δὲ καὶ τὸ καθ’ ἕκαστον εἶδος τῶν ζῴων καὶ καθ’ ἕκαστον εἶδος τῶν φυτῶν οὐ διοίσουσιν; ἔπειτα ὁρῶμεν τρεφόμενα τὰ μὲν ζῷα ἐκ τῶν φυτῶν, τὰ φυτὰ δὲ γενόμενα ἐκ τῶν στοιχείων, ὡς εἶναι φανερὰν τὴν εἰς ἄλληλα πάντων μεταβολήν· εἰ δὲ δύο μὲν ποιήσαιμεν ἐναντιώσεις, ἓν δὲ τὸ ὑποκείμενον, εἰ μὲν μεταβάλλοιεν εἰς ἀλλήλας, τὰ αὐτὰ πάλιν ἄτοπα ἀκολουθήσει· εἰ δὲ καὶ γίγνονται ἐξ ἀλλήλων, περιττὴ πάλιν εὐθὺς ἡ ἑτέρα· αἱ αὐταὶ γὰρ ἀλλήλαις οὕτω γενήσονται. ἐπεὶ γὰρ τῶν ἐναντίων ἡ μεταβολὴ εἰς ἐναντία, ἔστω μία μὲν ἐναντίωσις ἡ ᾱ β̄, ἑτέρα δὲ ἡ γ̄ δ̄. εἰ δὴ τὸ ᾱ ὡς εἰς τὸ β̄, οὕτως καὶ εἰς τὸ δ̄, ταὐτὸν ἄν εἴη τὸ β̄ καὶ τὸ δ̄. καὶ εἰ τὸ β̄ ὡς εἰς τὸ ᾱ, οὕτως καὶ εἰς τὸ γ̄, ταὐτὸν ἂν εἴη τὸ ᾱ καὶ τὸ γ̄· καὶ γὰρ εἰς ἐναντίον ἡ μεταβολὴ καὶ ἓν ἑνὶ ἐναντίον. ἀλλὰ δὴ καὶ ἔφαμεν πρότερον περὶ μίαν φύσιν μίαν εἶναι καὶ ἐναντίωσιν, μία δὲ ἡ φύσις καὶ ἡ οὐσία ἡ γενητή τε καὶ ἔνυλος· εἰ γὰρ καὶ πλείω εὑρίσκοιντο, ὑπαχθήσονται ὑπὸ τὰς πρώτας τὰς ἐν τῷ γένει καὶ προσεχεῖς τῆς οὐσίας3 οἷον ὡς ἐπὶ τῆς ποιότητος εὕροις ἄν· τὸ γὰρ μέλαν καὶ τὸ λευκὸν χρώματός ἐστι προσεχὴς ἐναντίωσις, οὐ ποιότητος. ἢ εἴ τις αὐτῆς τῆς ποιότητος προσεχὴς ἐναντίωσις εὑρεθείη, εἰς ἐκείνην ἀναχθήσονται καὶ αἱ ἄλλαι. ὅτι μὲν οὖν οὔτε ἓν τὸ στοιχεῖον οὔτε πλείω δυεῖν ἢ τριῶν, φανερὸν ἐκ τούτων· πότερον δὲ δύο ἢ τρία, πολλὴν ἀπορίαν ἔχει.

而在其他人中,有些人设定了气;因为在其他事物中,气最少具有可感知的差异。第三类人是设定水的人;因为水在持存的同时受热、冷却、流动和凝固。然而所有人无论如何都通过对立者来赋形于这一者,例如以浓厚与稀疏、以更多与更少,而这些总括而言显然就是过度与不足;而且这一观点似乎也是古已有之的,即本原必须是三个:一、过度与不足;只是虽然所有人都说出相同数目的本原,但并非所有人都以相同方式述说。因为古人们认为那两个在能动地作用,而这一者在受动;柏拉图则相反,正如先前也已说过的。 因此,断言元素是三个——因为我们的讨论是关于生成之物中所内蕴的元素——似乎是极合理的,但若是断言多于三个,便不再合理了。因为对于受动而言,载体已经自足;而对于能动而言,对立者已经自足。但如果有人或是增加另一个对立关系,或是增加另一个载体,他就将被迫在每种情况下加倍:因为若是增加另一个对立关系,也要增加另一个载体;若是增加另一个载体,也要增加另一个对立关系。如果从每个三合组产生出相同之物,另一组就完全是多余的;但如果从每个三合组产生出不同之物,首先,对于所有生成之物而言本原将不再是相同的(土、火、水、气这些元素也不会互相转化);其次,究竟为何只有两个三合组,而不是更多,也不是无限呢?因为我找不到任何论证能确立只有两个而没有更多;因为如果说这是由于动物的本原与植物的本原必须有所不同,那么为何依动物的每个种和植物的每个种它们又不会有所不同呢?再者,我们看到动物由植物滋养,而植物从元素产生,以至于一切事物互相转化是显而易见的。另一方面,如果我们设定两个对立关系,而载体为一个:如果它们互相转化,同样的荒谬将再次随之而来;而如果它们也从彼此产生,另一方又立刻成为多余的;因为它们这样一来将变成彼此相同之物。因为既然对立者的变化是向着对立者,假定一个对立关系是ᾱ与β̄,另一个是γ̄与δ̄。如果正如ᾱ向着β̄转化,同样也向着δ̄转化,那么β̄和δ̄就会是同一的。如果正如β̄向着ᾱ转化,同样也向着γ̄转化,那么ᾱ和γ̄就会是同一的;因为变化是向着对立者进行的,且一物仅与一物对立。不仅如此,我们先前也说过,对于一种本性而言对立关系也只有一个,而生成且具质料的本性与实体是一个;因为即使发现有更多的对立关系,它们也将被归并于属中最先的对立关系、即切近于实体的对立关系之下,正如在性质上所能发现的那样;因为黑与白是颜色的切近对立关系,而不是性质的切近对立关系。或者,若是发现了性质本身的某种切近对立关系,其余的也将被归并于那一关系之中。由此可见,元素既不是一个,也不多于两个或三个,从这些论述中是显而易见的;但究竟是两个还是三个,则包含着极大的疑难。

语法注3 条
  1. 1.6τὰ μὲν δύο ποιεῖν, τὸ δὲ ἓν πάσχειν

    这是由承前句中的动词 λέγουσιν(述说)所支配的宾格加不定式结构。τὰ μὲν δύο 与 τὸ δὲ ἕν 作为宾格主语,分别对应于不定式 ποιεῖν 与 πάσχειν,二者在此作为哲学上的能动/受动成对对立使用。

  2. 1.6εἰ δὴ τὸ ᾱ ὡς εἰς τὸ β̄, οὕτως καὶ εἰς τὸ δ̄

    在由 ὡς 和 οὕτως 构成的比较条件句中,承接前句的 μεταβολή,省略了表示运动与变化的动词(μεταβάλλει 等)。其句法骨架为:“如果正如 ᾱ[转化]入 β̄ 那样,同样也[转化]入 δ̄”。

  3. 1.6τὰς πρώτας τὰς ἐν τῷ γένει καὶ προσεχεῖς τῆς οὐσίας

    呼应前分句的中性复数 πλείω,并承接前句的 ἐναντίωσιν 而补出省略的阴性复数名词 ἐναντιώσεις,此带冠词的形容词短语修饰这些省略的“对立关系”。属格 τῆς οὐσίας 依附于形容词 προσεχεῖς(“切近于实体的”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:22.11-23.16