← 狄米斯提乌斯

亚里士多德《物理学》释义

§227.30-229.13

直线上往复运动的非连续性与圆周运动

特米斯提乌斯为了论证唯有圆周位移能够是连续且永恒的,指出在有限直线上的折返运动包含了相反的运动,且由于折返点成为现实的终点与始点而必然包含停驻,因而绝不可能是连续的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.8#1

8. Ὅτι μὲν οὖν τῶν ἄλλων οὐδεμία συνεχής, ἀρκείτω ταῦτα· ὅτι δὲ φορὰ μόνη καὶ φορᾶς ἡ κύκλῳ, λέγωμεν νῦν. πᾶν γὰρ κινεῖται τὸ φερόμενον ἢ κύκλῳ ἢ εὐθεῖαν ἢ μικτήν, ὥστε, εἰ τὴν ἑτέραν ἐκείνων ἀδύνατον εἶναι συνεχῆ, οὐδὲ τὴν ἐξ ἀμφοῖν συγκειμένην· ἐμποδίζει γὰρ αὐτῆς τὴν συνέχειαν τὸ τούτων ἐν τῇ συνθέσει μὴ ὂν συνεχές. δεικτέον τοίνυν, ὅτι τὸ φερόμενον τὴν εὐθεῖαν καὶ πεπερασμένην οὐ φέρεται συνεχῶς· ἀνακάμπτει γάρ, τὸ δὲ ἀνακάμπτον τὴν εὐθεῖαν ἐναντίας κινεῖται κινήσεις· ἐναντία γὰρ κατὰ τόπον ἡ ἄνω τῇ κάτω καὶ ἡ εἰς τὸ ἔμπροσθεν τῇ εἰς τὸ ὄπισθεν καὶ ἡ εἰς ἀριστερὰ τῇ εἰς δεξιά· τόπου γὰρ ἐναντιώσεις αὗται. εἰ οὖν μὴ ἵσταται, πρὶν ἀνακάμψαι τὸ ἄνω φερόμενον, φέροιτο ἂν ἅμα καὶ ἄνωθεν κάτω· καὶ ἐπὶ τῶν λοιπῶν ὁμοίως. ὅλως δὲ τὰς ἐναντίας κινήσεις πῶς μίαν γενέσθαι δυνατόν; διαφέρει γὰρ κατ’ εἶδος ἡ ἄνω τῇ κάτω καὶ αἱ λοιπαί. δεῖ δὲ οὐ κατά γε τὴν μίαν κίνησιν καὶ συνεχῆ, ἀλλ’ ὥσπερ ἓν τὸ κινούμενον καὶ ἕνα τὸν χρόνον, οὕτω καὶ ἓν τὸ τῆς κινήσεως εἶδος ὑπάρχειν.1 σημεῖον δ’, ὅτι ἐναντίαι κινήσεις ἡ ἐνθένδε ἐκεῖσε τῇ ἐκεῖθεν δεῦρο (ἵστησι γὰρ ἄλληλα καὶ παύει τὰ κινούμενα, ἂν ἅμα κινῆται διὰ τὸ ἐναντία φθείρειν καὶ κωλύειν ἄλληλα), ἀλλ’ οὐχ ἡ εἰς τὰ πλάγια τῇ ἄνω. ὅτι δ’ ἅπαν τὸ κάμπτον, κἂν ἐπὶ κύκλου κινῆται κἂν ἐπ’ εὐθείας, ἀνάγκη πρότερον στῆναι, ἡ πίστις οὐ μόνον ἐπὶ τῆς αἰσθήσεως, ἀλλὰ καὶ ἐπὶ τοῦ λόγου. πᾶν γὰρ τὸ φερόμενον, ἐν ᾧ γενέσθαι τε καὶ ἀπογενέσθαι ἀνάγκην ἔχει, καὶ εἰς ὃ ἐλθεῖν καὶ ἐξ οὗ ἀπελθεῖν, ἐν τούτῳ καὶ ἵστασθαι ἀνάγκην ἔχει χρώμενον αὐτῷ ὡς ἀρχῇ καὶ πέρατι τῆς κινήσεως· οὐ γὰρ οἷόν τε ἐν ταὐτῷ νῦν γενέσθαι τε ἔν τινι καὶ ἀπογενέσθαι ἐξ αὐτοῦ καὶ ἐλθεῖν καὶ ἀπελθεῖν· ἅμα γὰρ ἂν εἴη τε καὶ οὐκ εἴη ἐν τῷ αὐτῷ, ὥστε ἐν ἄλλῳ νῦν καὶ ἐν ἄλλῳ. εἰ δὲ τοῦτο, πάντων δὲ τῶν νῦν χρόνος μεταξύ, τὸν μεταξὺ χρόνον τοῦτον ἂν εἴη ἠρεμοῦν, ἐν ᾧ κεῖται γεγονέναι τε καὶ ἀπογεγονέναι ἀπ’ αὐτοῦ.2 ἐπὶ μὲν οὖν τῶν μέσων σημείων τῆς πεπερασμένης εὐθείας οὐκ ἀνάγκη τὸ φερόμενον γενέσθαι τε ἔν τινι καὶ ἀπογενέσθαι· οὐδὲν γὰρ αὐτῶν ἐστὶν ἐνεργείᾳ οὐδ’ ὅλως σημεῖον ἐνεργείᾳ· δεῖ γὰρ τὸ ἐνεργείᾳ σημεῖον καὶ ἐνεργείᾳ μέσον καὶ ἀρχὴν εἶναι καὶ πέρας καὶ τῷ μὲν ὑποκειμένῳ ἕν, τῷ λόγῳ δὲ δύο. τοῦτο δὲ οὐκ ἔστιν ἐπὶ τῆς συνεχοῦς, ἐπὰν ᾖ συνεχής. ἀλλὰ τότε γίνεται ἐνεργείᾳ μέσον καὶ ἐνεργείᾳ σημεῖον, ὅταν στῇ ἐπ’ αὐτοῦ τὸ φερόμενον καὶ ἐπιστὰν πάλιν ἄρξηται κινεῖσθαι· οὕτω γὰρ καὶ μέσον καὶ ἀρχὴ καὶ τελευτὴ γίνεται, ἀρχὴ μὲν τῆς ὕστερον κινήσεως, τελευτὴ δὲ τῆς πρώτης. ἅμα οὖν στάσις τε τοῦ φερομένου καὶ εὐθὺς τὸ κατ’ ἐνέργειαν μέσον, τουτέστιν ἀρχή τε καὶ πέρας, καὶ ἅμα κατ’ ἐνέργειαν μέσον καὶ στάσις ἐπ’ αὐτοῦ· οὐ γὰρ ἂν ἦν ἀρχὴ καὶ πέρας καὶ ἐνεργείᾳ σημεῖον μὴ γενομένης στάσεως ἐπ αὐτοῦ· ὅταν δὲ συνεχῶς φέρηται, οὔτε γεγονέναι οὔτ ἀπογεγονέναι τὸ φερόμενον οἷόν τε κατὰ σημεῖον, ἀλλὰ μόνον εἶναι ἐν τῷ νῦν, ἐν χρόνῳ δὲ οὐδενὶ πλὴν εἰ λέγοι τις οὕτως ἐν χρόνῳ, ὅτι τὸ νῦν χρόνου τί ἐστιν· διαίρεσις γὰρ τοῦ ὅλου. ἆρ οὖν ὁμοίως καὶ ἐπὶ τῶν περάτων τῆς ὅλης εὐθείας, καὶ οὐδεμίαν ἀνάγκην ἔχει τὸ φερόμενον πρότερον μὲν γενέσθαι ἐπὶ τοῦ πέρατος, εἶθ οὕτως ἐπ’ αὐτοῦ ἀνακάμψαι καὶ ἀπογενέσθαι;3 καὶ μὴν εἰ, ὅτι δυνάμει ἦν τὰ μεταξὺ σημεῖα τῆς ὅλης γραμμῆς, διὰ τοῦτο συνεχῶς ἐπ’ αὐτῶν ἐκινεῖτο, διότι ταῦτά ἐστιν ἐνεργείᾳ (πέρας γὰρ ἤδη καὶ ἀρχὴ πρὸς ἑκάτερα τὰ δύο), διὰ τοῦτο στήσεται ἐπ’ αὐτῶν· εἰ γὰρ συνεχῶς κινοῖτο ἐν τῇ ἀνακάμψει, οὐδ’ ἂν πέρας εἴη οὔτ ἂν ἀρχὴ τὸ σημεῖον οὔθ ὅλως ἐνεργείᾳ σημεῖον, ἀλλὰ δυνάμει, ὥσπερ τὰ μεταξύ.

8. 因此,关于其余运动皆非连续的,上述论证已经足够;但唯有位移是连续的,且在位移中唯有圆周运动是连续的,现在我们应当论述。因为凡被承载之物,或依圆周运动,或依直线,或依混合轨道,因此,若那两者中任何一个都不可能是连续的,则由两者构成的[运动]也不可能是连续的;因为它们之中在组合里不连续之物阻碍了它的连续性。可见,必须证明沿着有限直线被承载之物并非连续地被承载;因为它是折返的,而沿着直线折返之物进行的是相反的运动。因为在空间上,向上相反于向下,向前相反于向后,向左相反于向右;因为这些是空间的相反性。因此,若向上被承载之物在折返之前不停止,它就将同时从上向下被承载;其余情形亦同样如此。一般而言,相反的运动怎能成为单一的呢?因为向上运动与向下运动在种上相异,其余运动亦然。但在单一且连续的运动中,[在种上]决不可[相异],而是如同被运动者是单一的且时间是单一的一样,运动的种也必须是单一的。而且有一个标志表明,从这里到那里的运动相反于从那里到这里的运动(因为若同时被运动,由于相反者相互毁灭并阻碍,被运动之物便相互使对方停止并停息),但向侧面的运动对于向上的运动却并非如此。而关于凡折返之物,无论是在圆周上运动还是在直线上运动,都必然首先停止,这一确信不仅基于感觉,而且也基于理知。因为凡被承载之物,在它必然进入且离开、必然去往且离开的那个[点]上,使用它作为运动的始点和终点,它也必然停止在其上;因为在同一个“现在”中,既进入某物又离开它,既去往它又离开它,乃是不可能的;因为若如此,它就会同时既在又不在同一物中,以致于它必定是在一个“现在”和另一个“现在”中[进入与离开]。如果这是如此,且一切“现在”之间都有时间,那么在设定它已经进入且离开的那个[点]上,它就必将在这一中间的时间内处于静止。因此,在有限直线的中途各点上,被承载之物并非必然进入并离开其中任何一点;因为其中没有任何一点现实地存在,也根本不是现实的点;因为现实的点以及现实的中点必然既是始点又是终点,在基底上为一个,在定义上为两个。但这在连续线上并不存在,只要它是连续的。相反,当被承载之物在其上停止,并在停驻后再次开始运动时,它才成为现实的中点和现实的点;因为唯有这样,它才成为中点,也成为始点和终点,成为后一运动的始点和前一运动的终点。因此,被承载之物的停驻与现实的中点(即始点与终点)同时发生,现实的中点与其上的停驻亦同时发生;因为若未曾发生其上的停驻,它就不会是始点与终点,亦不会是现实的点。而当它连续地被承载时,被承载之物不可能在一个点上发生或离开,而只能存在于“现在”之中,且绝不在任何时间之中,除非有人这样说它是在时间中,即“现在”是时间的某种东西;因为它是整体的划分。难道对于整条直线的诸端点而言情况也是如此,被承载之物完全没有必要首先到达端点,然后才在其上折返并离开吗?然而,如果正因为整条线的中途诸点是潜在的,它才在它们之上连续地运动,那么正因为这些[端点]是现实的(因为对于两者各自而言它已然是终点与始点),它也必将因而在它们之上停止;因为如果它在折返中连续地运动,该点就不会是终点也不会是始点,根本不会是现实的点,而是潜在的点,就像中途诸点一样。

语法注3 条
  1. 8.8δεῖ δὲ οὐ κατά γε τὴν μίαν κίνησιν καὶ συνεχῆ, ἀλλ’ ὥσπερ ἓν τὸ κινούμενον καὶ ἕνα τὸν χρόνον, οὕτω καὶ ἓν τὸ τῆς κινήσεως εἶδος ὑπάρχειν.

    承接前句中的 διαφέρει κατ’ εἶδος,在 δεῖ δὲ οὐ 之后省略了不定词 διαφέρειν(在种上相异)。整句解作:在单一且连续的运动中,决不可[在种上相异],而是正如被运动者与时间是单一的一样,运动的种也必须是单一的。

  2. 8.8τὸν μεταξὺ χρόνον τοῦτον ἂν εἴη ἠρεμοῦν, ἐν ᾧ κεῖται γεγονέναι τε καὶ ἀπογεγονέναι ἀπ’ αὐτοῦ.

    τὸν μεταξὺ χρόνον τοῦτον 为表示时间延长的宾格。ἂν εἴη ἠρεμοῦν 为分词构成的迂回式潜能希求法(“它将处于静止”)。关系从句 ἐν ᾧ 并非以紧邻的时间为先行词,而是承接上文的处所/点(ἐν τούτῳ),表示“在被设定已进入并离开的那个[点]上”(κεῖται 作 τίθημι 的被动形式)。

  3. 8.8ἆρ οὖν ὁμοίως καὶ ἐπὶ τῶν περάτων τῆς ὅλης εὐθείας, καὶ οὐδεμίαν ἀνάγκην ἔχει τὸ φερόμενον πρότερον μὲν γενέσθαι ἐπὶ τοῦ πέρατος, εἶθ οὕτως ἐπ’ αὐτοῦ ἀνακάμψαι καὶ ἀπογενέσθαι;

    ἆρ οὖν 引导一个预期否定回答的疑难性修辞疑问句:“难道在直线的诸端点上也是同样,被承载之物完全没有必要……吗?”紧随其后的 καὶ μὴν εἰ... 随即展开反驳与归谬。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:227.30-229.13