← 狄米斯提乌斯

亚里士多德《物理学》释义

§226.18-227.29

对立运动的不连续性与位移运动的优先性

忒弥斯提乌补充论证了位移相对于生成、质变与生长的首要地位,随后指出其余运动由于发生在对立者之间,为了避免同时进行对立的变化而必然需要中介的静止或时间,因此都不可能是连续且永恒的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.7#2

ἔτι γένεσιν ἀδύνατον εἶναι πρώτην· πάντα γὰρ ἂν εἴη τὰ κινούμενα γενητά, εἴ γε ἀνάγκη γενέσθαι πρῶτον τὰ καθ’ ἡντιναοῦν κίνησιν κινησόμενα. οὐκ ἄρα πρώτη φορᾶς ἡ γένεσις. εἰ δὲ μὴ γένεσις, σχολῇ γ’ ἂν αὔξησις ἢ ἀλλοίωσις δευτέρα ἐκείνης καὶ μετ’ ἐκείνην.1 ἔτι τὰ ἀτελέστερα τῶν ζώντων ταύτης τῆς κινήσεως ἀμοιρεῖ, οἷον τὰ ζωόφυτα καὶ φυτά. ἔτι ἥκιστα τῆς οὐσίας ἐξίσταται κατὰ μόνην τὴν φορὰν τὰ κινούμενα· κατ’ οὐδὲν γὰρ ἑαυτῶν μεταβάλλει, ὥσπερ ἀλλοιούμενα μὲν τὴν ποιότητα, αὐξανόμενα δὲ τὴν ποσότητα. ἔτι τὸ αὐτοκίνητον ἀρχὴ καὶ τῶν κινουμένων καὶ τῶν κινούντων, κινεῖται δὲ τὸ αὐτοκίνητον ὡς αὐτοκίνητον κατὰ μόνην τὴν φοράν· καὶ οὕτως ἄρα πρώτη φορά. ἔτι κυρίως κινεῖσθαί φαμεν μόνον τὸ κινούμενον κατὰ τόπον, ὅταν δ’ ἠρεμῇ μὲν κατὰ τόπον, αὐξάνηται δὲ ἢ φθίνῃ ἢ ἀλλοιούμενον τυγχάνῃ, κατά τι κινεῖσθαι, ἁπλῶς δὲ κινεῖσθαι οὐ φαμέν. Ὅτι μὲν τοίνυν τῶν κινήσεων φορὰ πρώτη, φανερὸν ἐκ τῶν εἰρημένων· τίς δὲ φορὰ πρώτη, νῦν δεικτέον. ἅμα γὰρ καὶ τὸ πρότερον ὑποτεθέν, ὅτι ἐνδέχεταί τινα κίνησιν εἶναι συνεχῆ καὶ ἀΐδιον, δῆλον ἔσται τῇ αὐτῇ μεθόδῳ. τῶν γὰρ λοιπῶν οὐδεμίαν εἶναι ἐνδέχεται συνεχῆ· πᾶσαι γὰρ ἐξ ἀντικειμένων εἰσὶ κινήσεις καὶ μεταβολαί, γενέσεις μὲν καὶ φθοραὶ εἰς τὸ ὂν καὶ εἰς τὸ μὴ ὄν, ἀλλοιώσεις δὲ εἰς τὰ ἐναντία πάθη, αὔξησις δὲ καὶ φθίσις εἰς μέγεθος καὶ μικρότητα. ἐπεὶ οὖν τὰς μὲν ἀντικειμένας μίαν γενέσθαι οὐχ οἷόν τε, ἡ δὲ συνεχὴς πάντως καὶ μία, οὐκ ἂν εἴη τις τῶν ἄλλων κινήσεων συνεχής. ὅτι δὲ μὴ οἷόν τε τὰς ἀντικειμένας μίαν γενέσθαι ἢ κινεῖσθαι τὰς ἀντικειμένας ὡς μίαν, δῆλον. εἰ γὰρ εἴη μᾶλλον μία, ἀνάγκη τὸ λευκαινόμενον ἅμα ἂν καὶ μελαίνοιτο2 καὶ τὸ ὑγιαζόμενον ἅμα ἂν καὶ νοσάζοιτο καὶ τὸ αὐξανόμενον ἅμα ἂν μειοῖτο καὶ τὸ γινόμενον ἅμα ἂν καὶ φθείροιτο. εἰ οὖν τὸ λευκαινόμενον οὐχ ἅμα καὶ μελαίνεται (τέλος γὰρ ἂν εἴη τοῦ λευκαίνεσθαι τὸ μελανθῆναι), δῆλον ὡς, ἡνίκα ἂν μελαίνηται, ἑτέραν κινεῖται κίνησιν τῆς προτέρας. εἰ δὲ νῦν μὲν ταύτην κινεῖται, πρότερον δ’ οὔ, ὑπῆρχε δὲ καὶ τότε καὶ νῦν, δῆλον ὡς ἐκ μιᾶς εἰς αὐτὴν μεταβέβληκεν· εἰ γὰρ μὴ ἠρέμησεν μεταξύ, ἐκινεῖτο ἂν ὡς μίαν τὰς ἐναντίας. ὁμοίως δὲ ἕξει καὶ ἐπὶ γενέσεως καὶ φθορᾶς· καὶ γὰρ αὗται εἰ καὶ μὴ ἐναντίαι, ἀλλ’ ἀντικείμεναι, ἀλλ’ ἡ διαφορὰ πρὸς τὰς ἀληθῶς κινήσεις, ὅτι3 καὶ ἐκείνων μὲν οὖν τι μεταξὺ πάντως, ἀλλ’ ὅτι οὐ πάντως ἠρεμία μεταξύ, ἀλλὰ χρόνος· τὸ γὰρ φθειρόμενον, ὅταν εἰς τὸ μὴ ὂν μεταβάλλῃ, ἠρεμεῖν μὲν οὐκ ἂν λέγοιτο ἐν τῷ μὴ ὄντι, χρόνον δ’ οὖν γίνεσθαι ἀεί τινα μεταξὺ τῆς εἰς τὸ μὴ ὂν φθορᾶς καὶ τῆς ἐκ τοῦ μὴ ὄντος πάλιν γενέσεως. παντελῶς γὰρ ἂν ἄτοπον δόξειεν εἶναι, εἰ γενόμενον εὐθὺς ἀνάγκη φθαρῆναι καὶ μὴ χρόνον τινὰ μεῖναν πρότερον ἐν τῷ εἴδει, εἰς ὃ προῄει γενόμενον.

此外,生成绝不可能是第一位的;因为若依任何运动将要运动的事物都必然首先生成,那么一切被运动之物就都将是生成的了。可见生成并不先于位移。既然生成不是[第一位的],那么生长或质变就更不可能了,它们次于生成并在生成之后。此外,生物中较不完满者并不分有这种运动,例如植形动物和植物。此外,被运动之物唯独在位移中离开其实体最少;因为它们在自身的任何方面都不改变,不像质变者改变其性质,生长者改变其数量。此外,自身运动者既是被运动者也是推动者的始点,而自身运动者作为自身运动者唯独依位移而运动;因此在这一方面位移也是第一位的。此外,我们严格而言仅称依空间被运动之物在运动,而当一物在空间上静止,但恰好在生长、减退或质变时,我们称它依某种方面在运动,却不称它断然在运动。因此,从所论述的各点显而易见,位移在诸运动中是第一位的;然而何种位移是第一位的,现在必须加以指明。因为先前设立的前提——即某种运动能够是连续且永恒的——同时通过同一方法也将变得显明。因为其余运动中没有任何一种能够是连续的;因为一切运动和变化都来自对立者,生成与毁灭通往存在与非存在,质变通往相反的受动状态,生长与减退通往大与小。既然对立的运动不可能成为一个,而连续的运动无论如何也是一个,那么其余运动中就不会有任何一种是连续的。显而易见,对立的运动不可能成为一个,也不可能将对立的运动作为单一运动来进行。因为若它们反而是单一的,那么正在变白之物就必然同时也在变黑,正在康复之物同时也在患病,正在生长之物同时也在减退,正在生成之物同时也在毁灭。因此,如果正在变白之物并非同时也在变黑(因为变黑乃是变白的终点),那么显然,每当它正在变黑时,它所进行的运动就不同于先前的运动。如果它现在正进行这一运动,而先前并非如此,且当时和现在它都存在,那么显然它是从前一个变化为后一个的;因为如果在它们之间没有静止,它就曾将相反的运动作为单一运动来进行。在生成与毁灭的情形中也是同样;因为它们即便不是相反的,也是对立的,但与真正意义上的诸运动相比,其区别在于:尽管在它们之间也必然存在着某种东西,但处于其间的却未必是静止,而是时间;因为毁灭之物当它变化为非存在时,不能说它在非存在中静止,但在通往非存在的毁灭与从非存在再次开始的生成之间,却总是有某种时间发生。因为如果刚生成的事物必须立即毁灭,而不是事先在它生成时所迈向的形式中停留一段时间,这似乎就显得完全荒谬了。

语法注3 条
  1. 8.7σχολῇ γ’ ἂν αὔξησις ἢ ἀλλοίωσις δευτέρα ἐκείνης καὶ μετ’ ἐκείνην

    成语 σχολῇ (γε) ἄν(“更谈不上……”)在此处承前省略了谓语(εἴη πρώτη)。顺应前文的“既然生成不是[第一位的]”(εἰ δὲ μὴ γένεσις),意为“生长或质变就更不可能是第一位的了”。其后的 δευτέρα ἐκείνης καὶ μετ’ ἐκείνην 作为解释原因的表语性成分(“因其居于生成之后并次于生成”)。

  2. 8.7ἀνάγκη τὸ λευκαινόμενον ἅμα ἂν καὶ μελαίνοιτο

    无人称的 ἀνάγκη 与 ἄν 加祈愿语气(μελαίνοιτο 及后续一系列动词)结合,构成了与条件从句 εἰ γὰρ εἴη μᾶλλον μία 相对应的违实或潜在推论句(“若它们反而是一个运动,则变白之物必然同时也在变黑……”)。

  3. 8.7ἀλλ’ ἡ διαφορὰ πρὸς τὰς ἀληθῶς κινήσεις, ὅτι

    此句结构为 ἀλλ’ ἡ διαφορὰ ... [sc. ἐστιν], ὅτι,省略了系动词 ἐστιν。在让步分句 καὶ γὰρ αὗται εἰ καὶ μὴ ἐναντίαι, ἀλλ’ ἀντικείμεναι(“因为它们即使不是相反的,也是对立的”)之后,以主语 ἡ διαφορά 搭配解释性的 ὅτι 名词从句,点明生成与毁灭相较于真正运动的差异所在。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:226.18-227.29