- 底本
- Themistius, In Aristotelis Physica Paraphrasis. Commentaria in Aristotelem Graeca V.2, ed. H. Schenkl, Berlin: Reimer 1900, pp. 1-236. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:225.11-226.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
提斯提乌斯解释《物理学》第8卷第7章,论证空间位移在自然、时间以及属于更完满者方面都优先于其余运动(质变、生长与减退、生成与毁灭)。
7. Διεξήρκει μὲν οὖν καὶ οὕτως ἀίδιον ἀποδεῖξαι τὸ πρῶτον κινούμενον ὑπὸ τῆς ἀκινήτου ἀρχῆς· φανερώτερον δὲ ἐντεῦθεν. εἰ γὰρ ἀναγκαῖον μὲν ἀίδιόν τινα κίνησιν εἶναι συνεχῆ τὴν κύκλῳ φοράν, ταύτην ἄρα κινεῖ τὸ πρῶτον κινοῦν καὶ σῶμα τοίνυν, ᾧ τὸ κύκλῳ φέρεσθαι κατὰ φύσιν.1 πῶς οὖν οὐδεμίαν τῶν ἄλλων κινήσεων δυνατὸν οὔτε ἀίδιον εἶναι οὔτε συνεχῆ; τοῦτο γὰρ † ἔν τε τῷ λόγῳ λεκτέον ἄλλην ἀρχὴν ποιησαμένοις. τριῶν τοίνυν οὐσῶν κινήσεων, τῆς κατὰ ποιότητα, τῆς κατὰ μέγεθος, τῆς κατὰ τόπον, λέγω τὴν φορὰν εἶναι τὴν πρώτην καὶ τῇ φύσει καὶ τῷ χρόνῳ καὶ τῷ τοῖς τελειοτέροις ὑπάρχειν·2 τῇ φύσει μὲν ὄντως ἀδύνατον τῶν ἄλλων τινὰ κινήσεων εἶναι δίχα φορᾶς, ταύτην δὲ χωρὶς ἐκείνων οἷόν τ’ εἶναι. αὔξησις μὲν γὰρ οὐκ ἔσται χωρὶς ἀλλοιώσεως· πῶς γὰρ ἂν αὔξησις γένοιτο μὴ πρότερον τῆς τροφῆς ἀλλοιωθείσης, ἀλλοιωθῆναι δὲ τὸν ἄρτον ἢ τὴν πόαν ἢ τὸ ὕδωρ πῶς δυνατὸν μὴ προσενεχθέντα ἢ πλησιάσαντα ὅλως τῷ ζῴῳ ἢ τῷ φυτῷ; δεήσει οὖν ἐξ ἀνάγκης κατὰ τόπον πρότερον κινηθῆναι ἢ τὸ τρεφόμενον ἢ τὸ τρέφον ἢ καὶ ἀμφότερα. αὔξησις μὲν οὖν ἢ φθίσις οὐκ ἂν ἄλλως εἴη χωρὶς φορᾶς. ἀλλὰ μὴν οὐδὲ ἀλλοίωσις, ὅτι πάντων τῶν παθημάτων ἀρχὴ πύκνωσις καὶ μάνωσις· καὶ γὰρ βαρὺ καὶ κοῦφον καὶ μαλακὸν καὶ σκληρὸν καὶ θερμὸν καὶ ψυχρὸν πυκνότητες δοκοῦσι καὶ ἀραιότητες εἶναι, πύκνωσις δὲ καὶ μάνωσις συγκρίσει γίνονται καὶ διακρίσει· συγκρινόμενα δὲ καὶ διακρινόμενα ἀνάγκη κατὰ τόπον μεταβάλλειν. εἶεν. γένεσις δὲ καὶ φθορὰ † ὡς ὑστέρα φορᾶς, ὅτι, εἴτε αὐτόθεν σύγκρισις ἡ γένεσις, ὡς Δημόκριτος οἴεται, καὶ διάκρισις ἡ φθορά, εἴτε κατὰ ἀλλοίωσιν μὲν ἡ γένεσις, προηγεῖται δὲ σύγκρισις καὶ διάκρισις, καὶ οὕτως ἂν ἡ φορὰ πρώτη ὑπάρχοι. οὕτω μὲν οὖν οὐδεμία τῶν ἄλλων κινήσεων ἄνευ φορᾶς· ὅτι δὲ αὕτη καὶ χωρὶς τῶν ἄλλων, φανερόν· οὐδεμία γὰρ ἀνάγκη οὔτε αὔξεσθαι οὔτε ἀλλοιοῦσθαι τὸ φερόμενον οὔτε γίγνεσθαι ἢ φθείρεσθαι. τῇ φύσει μὲν τοίνυν οὕτω πρώτη, τῷ χρόνῳ δὲ πῶς; τοῖς γὰρ ἀιδίοις μόνην ἐνδέχεται κινεῖσθαι ταύτην τὴν κίνησιν· μόνη γὰρ συνεχὴς καὶ ἀίδιος αὕτη δύναται εἶναι, ὡς δείξομεν. εἰ δὲ πρότερα τῷ χρόνῳ τὰ ἀΐδια τῶν γενητῶν, προτέρα τῷ χρόνῳ καὶ ἡ τούτων κίνησις τῆς ἐκείνων. λοιπὸν τοίνυν ὅτι καὶ τὸ τοῖς τελειοτέροις ὑπάρχειν.3 καὶ τοῦτο δῆλον· τελειωθέντα γὰρ τὰ ζῷα μεταβαίνει τόπον ἐκ τόπου, γινόμενα δὲ καὶ αὐξανόμενα ἔτι παντάπασιν ἀτελῆ. ἀλλὰ τοῦτο δόξειεν ἂν εἶναι ὑπεναντίον τοῖς πρότερον εἰρημένοις· εὑρίσκεται γὰρ γένεσις προτέρα φορᾶς, εἴ γε δεῖ γενέσθαι πρῶτον, εἶθ’ οὕτω κινεῖσθαι. τοῦτο δὲ ἐφ’ ἑνὸς μὲν ὁτουοῦν τῶν γινομένων ἀληθές, ἁπλῶς δὲ οὐκ ἀληθές· ἀνάγκη γὰρ ἕτερόν τι πρότερον κινηθῆναι κατὰ φορὰν τὸ γεννητικὸν τοῦ γιγνομένου, ὂν ἤδη καὶ οὐ τηνικαῦτα γιγνόμενον καὶ τούτου ἕτερον πρότερον.
7. 就这样证明由不动的始点所第一推动的动者是永恒的,固然已经足够了;但从以下方面来看会更加显明。因为如果有某种连续的永恒运动是必然的,即圆周位移,那么第一推动者所推动的正是这一运动,因而也就是[推动]那以圆周运动为本性的物体。那么,为何其余运动中没有任何一种能够是永恒的或是连续的呢?因为在确立了另一个始点之后,必须在论述中阐明这一点。既然运动有三种,即依质的运动、依量的运动和依空间的运动,我主张位移在自然上、在时间上,以及在属于更完满者这一方面,都是第一位的。在自然上,确实其余任何运动都不可能脱离位移而存在,而位移却能够脱离其余运动而存在。因为没有质变就不会有生长;因为养分若不先发生质变,生长怎能产生?而面包、草或水若完全不被运送或靠近动物或植物,又怎可能发生质变?因此,受滋养者或滋养物,或者两者,必然首先依空间而运动。可见,生长或减退脱离了位移就决不可能存在。再者,质变也[不可能脱离位移],因为一切受动状态的始点都是凝缩与稀疏;因为重与轻、软与硬、热与冷都被认为是密度与稀薄,而凝缩与稀疏是通过结合与分离而产生的;被结合与被分离的事物必然依空间而变化。好罢。至于生成与毁灭之所以后于位移,是因为无论生成直接就是结合(正如德谟克利特所认为的)且毁灭就是分离,还是生成依质变而结合与分离先行发生,位移即便如此也都是第一位的。这样看来,其余运动没有一种能脱离位移;而位移脱离其余运动也能存在,则是显而易见的;因为被移动之物完全没有必然性去生长或质变,也没有必然性去生成或毁灭。在自然上它便是如此居于首位,那么在时间上又是如何的呢?因为唯有对于永恒之物,才可能进行这种运动;因为正如我们将指出的,唯有这种运动能够是连续且永恒的。如果在时间上永恒之物先于生成之物,那么前者的运动在时间上也先于后者的运动。因此,剩下的就是[在属于]更完满者这一方面[居于首位]。这也是显而易见的;因为动物只有在完全成熟之后才从一处走向另一处,而当它们生成与生长时却还完全是不完满的。但这似乎可能与先前所说的事情相反;因为生成看来先于位移,如果确实必须先生成,然后才如此运动的话。但这对于生成物中的任意单个个体而言是真实的,断然而言却不是真实的;因为别的某物,即产生那生成者之物,作为已经存在而非当时正在生成之物,必然首先依位移而运动,并且在它之前还有另一个[首先运动]。
- 8.7καὶ σῶμα τοίνυν, ᾧ τὸ κύκλῳ φέρεσθαι κατὰ φύσιν
承接前句 ταύτην ἄρα κινεῖ τὸ πρῶτον κινοῦν(“第一推动者所推动的正是这一运动”),σῶμα 作为宾格由连词 καί 并列,省去了动词 κινεῖ,意为“因而也[推动]……的物体”。关系代词与格 ᾧ 与 κατὰ φύσιν 连用,表示所属或固有性质(与格所有)。
- 8.7τῷ τοῖς τελειοτέροις ὑπάρχειν
与前面的关系/限制与格 τῇ φύσει(在自然上)和 τῷ χρόνῳ(在时间上)相并列。定冠词与格 τῷ 将不定式短语 τοῖς τελειοτέροις ὑπάρχειν 整体名词化,构成表示准则或方面的与格,意为“在属于更完满者这一方面”。
- 8.7λοιπὸν τοίνυν ὅτι καὶ τὸ τοῖς τελειοτέροις ὑπάρχειν
在表语形容词 λοιπόν 之后省略了系动词 ἐστί,其主语由 ὅτι 引导名词化短语 τὸ τοῖς τελειοτέροις ὑπάρχειν(即位移在属于更完满者这一方面亦居首位)。这标志着在完成前两个论点(自然与时间)后向第三个论点的过渡。
