← 狄米斯提乌斯

亚里士多德《物理学》释义

§224.12-225.10

第一不动推动者与天体及中间推动者的必然性

特米斯提乌论述了动物的位移运动也依赖于外来刺激,进而阐明了永恒不动的第一推动者、由此直接永恒推动的第一被动者(天球),以及借助中间推动者(如太阳)使生灭领域产生多样变化的必然性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.6#2

ἀλλ’ οὖν καὶ ἣν δοκεῖ μόνην κίνησιν ὑφ’ ἑαυτῶν κινεῖσθαι, λέγω δὲ τὴν κατὰ τόπον, καὶ ταύτης τὸ ἐνδόσιμον ἔξωθεν,1 ὥσπερ ὅταν τῆς τροφῆς διακριθείσης ἐγείρωνται, ὅθεν οὐδὲ συνεχῶς οἷά τε κινεῖσθαι ταύτην τὴν κίνησιν· ὁ γὰρ ὕπνος διὰ τὴν τροφὴν ἀναγκαῖος, καθεύδοντα δὲ ἠρεμεῖ τὰ ζῷα καὶ οὐ κινεῖται ὑφ’ ἑαυτῶν, ἀλλ’ ἕτερον αἴτιόν ἐστιν τοῦ ποτὲ μὲν ἠρεμεῖν τὰ ζῷα ποτὲ δὲ κινεῖσθαι, ὃ κινούμενον μὲν ἀεί, οὐχ ὁμοίως δὲ ἀεὶ πρὸς αὐτὰ ἔχον οὐδ’ ὁμοίως αὐτὰ διατίθησι. δῆλον τοίνυν ἐξ αὐτῶν τῶν εἰρημένων, ὡς εἶναί τι δεῖ πρῶτον κινοῦν ἀκίνητον, εἰ μέλλει, καθάπερ εἴπομεν, ἔσεσθαί τις ἄπαυστος καὶ ἀθάνατος κίνησις καὶ διατελέσειν τὸ πᾶν αὐτὸ ἐν αὑτῷ κινούμενόν τε καὶ μένον· τῆς γὰρ πρώτης ἀρχῆς κινούσης μὲν ἀκινήτου δὲ μενούσης συμβαίνει καὶ τὸ κινούμενον ἀμφοῖν ἀπολαύειν, ὥστε καὶ κινεῖσθαι κατὰ μόρια καὶ ἀκίνητον εἶναι καθ’ ὅλον τὸν τόπον. Ἀλλὰ μήν, εἴγε ἐστὶν ἀΐδιον τὸ κινοῦν μέν, ἀκίνητον δέ, ἀνάγκη καὶ τὸ πρῶτον ὑπ’ αὐτοῦ κινούμενον ἀΐδιον εἶναι· εἰ γὰρ ἄλλο καὶ ἄλλο, πάλιν οὐ συνεχὴς ἡ κίνησις οὐδεμία. τί ποτ’ οὖν εἶπον τὸ πρῶτον κινούμενον καὶ οὐχ ἁπλῶς τὸ κινούμενον; ὅτι κινεῖται μὲν καὶ τὰ ἐν γενέσει καὶ φθορᾷ ὑπὸ τῆς ἀκινήτου ἀρχῆς, οὐ πρώτης δέ, ἀλλὰ διὰ μέσου τινός· οὐ γὰρ ἂν ἄλλως ἦν γένεσις καὶ φθορά, εἰ μή τι σῶμα ἦν μεταξὺ κινούμενον μὲν ὑπὸ τοῦ πρώτου καὶ ἀκινήτου, κινοῦν δὲ τὰ ἄλλα καὶ γινόμενον αὐτοῖς αἴτιον τῆς εἰς ἄλληλα μεταβολῆς. ἡ μὲν γὰρ ἀκίνητος ἀρχὴ τὸν αὐτὸν ἀεὶ κινήσει τρόπον καὶ μίαν κίνησιν ἅτε οὐδὲν αὐτὴ μεταβάλλουσα πρὸς τὸ κινούμενον· τὸ δὲ κινούμενον ὑπ’ αὐτῆς, οἷον ὁ οὐρανός, καὶ τὸ ὑπὸ τοῦ οὐρανοῦ πάλιν κινούμενον, οἷον ὁ ἥλιος, διὰ τὸ ἄλλως καὶ ἄλλως ἔχειν πρὸς τὰ πράγματα οὐ τῆς αὐτῆς ἐστι κινήσεως αἴτιον, ἀλλὰ προσιὸν μὲν τῆσδε, ἀπιὸν δὲ αὖθις ἑτέρας καὶ ποτὲ ἠρεμεῖν ποιήσει ποτὲ δὲ κινεῖσθαι· ἐξ οὗ καὶ φανερὸν γέγονε, τί δήποτε οὐ πάντα ἢ κινεῖται ἢ ἠρεμεῖ ἢ τὰ μὲν κινεῖται μόνον τὰ δὲ ἠρεμεῖ μόνον, ἀλλ’ ἔνια ποτὲ μὲν ποτὲ δ’ οὔ· ἐπειδὴ γὰρ τὰ μὲν ὑπὸ ἀκινήτου καὶ ἀιδίου κινεῖται, τὰ δὲ ὑπὸ ἀιδίου μὲν κινουμένου δὲ αὐτοῦ καὶ μεταβάλλοντος, δῆλον ὡς τὰ μὲν ὡσαύτως ἀεὶ κινήσεται τὰ δ’ οὐχ ὡσαύτως· καὶ γὰρ ἡ κινοῦσα ἀρχὴ τῶν μὲν ὡσαύτως2 ἔχει, τῶν δὲ οὐχ ὡσαύτως.

然而,即使对于[动物]看来唯一由自身推动的运动,我指的是空间位移,其起始冲动也是来自外部的,正像当养分被消化分解后它们苏醒过来时那样;因此它们甚至不能连续地进行这种运动。因为睡眠由于养分而是必然的,而在睡眠中动物处于静止状态,并不由自身推动,相反,存在着另一个原因使得动物时而静止时而运动,这一原因虽然自身始终在运动,但对它们的关系并非始终相同,使它们所处的状态也并非始终相同。因此,从所说的事情本身显而易见,如果正如我们所说,将要存在某种不息而永生的运动,并且整个宇宙将要持续在其自身之中既运动又居留,就必须存在某种第一的、不动的推动者。因为既然第一始点在施加推动的同时保持不动,动者也就得以兼享这两者,从而就其各个部分而言在运动,而就其整体空间而言是不动的。再者,如果施加推动而自身不动者是永恒的,那么由它第一推动的动者也必然是永恒的;因为如果是相继更替的物,同样没有任何运动是连续的。那么,我为何说的是“第一被推动的动者”而非单纯的“动者”呢?因为处于生成与毁灭之中的事物虽然也由不动的始点推动,却不是最直接的,而是通过某种中间媒介被推动的;因为如果中间没有某种物体既由第一且不动的始点推动,又推动其余事物并成为它们彼此转化的原因,生成与毁灭就决不可能以其他方式存在。因为不动的始点既然自身对动者毫无改变,就将始终以相同的方式推动并产生单一的运动;而由它推动的动者,例如天体,以及转而由天体推动的动者,例如太阳,由于对诸事物具有不同的关系,就不是同一运动的原因,而是在接近时造成这种运动,在远离时又造成另一种运动,并将使事物时而静止时而运动。由此也清楚显明了,为何并非一切事物要么运动要么静止,也不是某些事物仅仅运动而另一些事物仅仅静止,而是某些事物时而运动时而并不运动;因为既然某些事物是由不动且永恒的始点推动,而另一些事物是由永恒但自身在运动且变化的始点推动,显而易见,前者将始终以相同的方式运动,而后者则以不相同的方式运动。因为前者的推动的始点具有相同的状态,后者的〔推动的始点〕却不具有相同的状态。

语法注2 条
  1. 8.6ἣν δοκεῖ μόνην κίνησιν ὑφ’ ἑαυτῶν κινεῖσθαι ... καὶ ταύτης τὸ ἐνδόσιμον ἔξωθεν

    此句在句首采用了先行词并入关系从句的结构(ἣν μόνην κίνησιν),主句中以指示代词属格 καὶ ταύτης 作承接。主句省略了系动词 ἐστί,整体骨架为:“即使对于[动物]看来唯一由自身推动的运动,其起始冲动也是来自外部的”。

  2. 8.6τῶν μὲν ὡσαύτως ἔχει, τῶν δὲ οὐχ ὡσαύτως

    动词 ἔχω 搭配副词 ὡσαύτως 表示“处于相同状态”,属格 τῶν μέν 与 τῶν δέ 修饰主语 ἡ κινοῦσα ἀρχή(后一分句省略了 ἡ κινοῦσα ἀρχή 与 ἔχει),承接前句两类受推动的事物,表示“前者的推动的始点具有相同的状态,后者的[推动的始点]却不具有相同的状态”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:224.12-225.10