← 狄米斯提乌斯

亚里士多德《物理学》释义

§223.14-224.12

第一不动推动者的永恒性与单一性

德米斯提厄斯论证了作为永恒且连续运动之原因的第一推动者必然是永恒且唯一的,并指出在动物灵魂等可灭的个别推动始点背后,必然存在着一个真正不动的 breaths 第一原因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.6#1

6. Ὅτι δὲ καὶ ἀΐδιον, ἐντεῦθεν δῆλον· ἐπειδὴ γὰρ κίνησιν δεῖ ἀΐδιον εἶναι, δεῖ καὶ τὸ ταύτης αἴτιον τῆς κινήσεως ἀΐδιον εἶναι καὶ τῆς τοιαύτης ἄρα μεταβολῆς ἀνεπίδεκτον παντελῶς τὸ πρῶτον κινοῦν τῆς ὡς γενέσεως καὶ φθορᾶς. εἰ μὲν οὖν καὶ ἅπαν ἀΐδιον κινεῖ μέν, οὐ κινεῖται δέ, οὐδὲν πρὸς τὸν νῦν λόγον. ἔστω γάρ, εἴ τις βούλεται πολλὰς ἐνδέχεσθαι τῶν ἀρχῶν τῶν κινητικῶν μὲν ἀκινήτων δὲ ποτὲ μὲν εἶναι ποτὲ δὲ μὴ εἶναι, οἷον εἴ τις τὰς τῶν ἐπὶ γῆς ζῴων ψυχὰς τοιαύτας ὑπάρχειν ἀμφισβητοίη· ἀλλ’ οὔτι γε πάσας δυνατόν. αὐτοῖς γὰρ τούτοις τοῖς ζῴοις τοῦ γίνεσθαι συνεχῶς ἐξ ἀλλήλων καὶ ταῖς τούτων ἀρχαῖς τοῦ ποτὲ μὲν εἶναι ποτὲ δὲ μὴ εἶναι, καὶ τοῦ μηδέποτε ἐπιλείπειν τὴν τοιαύτην διαδοχὴν ἕτερον αἴτιον ἐξ ἀνάγκης οὐχὶ ποτὲ μὲν ὂν ποτὲ δὲ μὴ ὄν·1 οὐδὲ γὰρ ἂν αἴτιον εἴη τῆς ἀιδίου ταύτης μεταβολῆς, ἀλλ’ ἀίδιον καὶ ἐξ ἀνάγκης ὄν· οὐδὲ γὰρ ἐκεῖνο ἔστιν εἰπεῖν, ὅτι τῶν φθειρομένων τούτων ἀρχῶν ἀεὶ τῆς ἐφεξῆς γίνεται ἡ προλαβοῦσα. ἡμεῖς μὲν γὰρ τὴν πρώτην αἰτίαν ἐπιζητοῦμεν καὶ τὴν ὄντως ἀρχήν, αἱ δὲ ἐξ ἀλλήλων ἄπειροι καὶ οὐχ ἅμα καὶ τί μᾶλλον ἥδε ἤπερ ἥδε; ὅλως δὲ τοῦ μὴ διαλείπειν τὰς ἐξ ἀλλήλων γενέσεις τὴν μὴ διαλείπουσαν ἀρχὴν θετέον, αἱ δὲ φθαρταὶ ἀρχαί, εἴπερ φθαρταί τινες ἐν τοῖς ζῴοις ἀρχαί, τοῖς ζῴοις δήπου συνδιαφθείρονται. ἄλλη τοίνυν αἰτία παρ’ ἑκάστην τούτων ἐστίν, ὅταν καὶ τούτων ἑκάστην γενητικὴν τῶν ἐφεξῆς τινος.2 ὅλως δέ, εἴπερ ἀποδέδεικται διὰ τῶν ἔμπροσθεν ἱκανῶς, ὅτι ἀνάγκη κίνησιν ἀίδιον εἶναι καὶ συνεχῆ (τὸ γὰρ ἐφεξῆς οὔτε συνεχὲς οὔτε ἀίδιον), ἀνάγκη καὶ τὸ ταύτης αἴτιον τῆς κινήσεως ἀίδιον εἶναι καὶ ἕν· εἰ γὰρ ἄλλο νῦν καὶ ἄλλο πάλιν, οὐκέτι συνεχὴς ἡ κίνησις, ἀλλ’ ἐφεξῆς. ἔκ τε δὴ τούτων πιστεύσειεν ἄν τις εἶναί τι πρῶτον ἀίδιον καὶ ἀκίνητον καὶ πάλιν ἐπιβλέψας ἐπὶ τὰς λοιπὰς ἀρχὰς τῶν κινήσεων τὰς ἐν τοῖς ζῴοις, ὅτι μηδὲ κυρίως αὗται ἀρχαί.3 μάλιστα μὲν γὰρ οὐδὲ πᾶσαι ἐξ αὐτῶν αἱ κινήσεις, ἃς τὰ ζῷα κινεῖται, ἀλλὰ μόνη ἡ κατὰ τόπον· αὕτη γὰρ καὶ μόνη καθ’ ὁρμήν, αἱ πλεῖσται δὲ ἔξωθεν καὶ φυσικαί, αὔξησις φθίσις ἀναπνοή, ἃς κινεῖται τῶν ζῴων ἕκαστον οὐχ ὑπὸ τῆς ἐν αὑτῷ ἀρχῆς, ἀλλ’ ὑπὸ τοῦ περιέχοντος τῆς εἰσιούσης τροφῆς.

6. 此外,[第一推动者]也是永恒的,从下述内容即可明了:因为既然运动必然是永恒的,那么这种运动的原因也必然是永恒的,因此第一推动者完全不能容受诸如生成与毁灭这类的变化。那么,是否凡永恒之物都施加推动而自身不被推动,与当下的论证毫无关系。因为如果有人愿意,不妨承认许多施加推动却不动的始点有可能时而存在时而并不存在,正如有人争辩说地面上动物的灵魂就是这样的情形;然而决不可能所有的始点都是如此。因为,正是为了使这些动物自身能够彼此连续地生成,为了使它们的始点时而存在时而并不存在,并且为了使这样一种相继更替永不匮乏,必然存在着另一个并非时而存在时而并不存在的原因;否则它就不会是这种永恒变化的原因,而〔必须是〕永恒且必然存在的。人们也不能说,在这些毁灭的始点中,在先者总是成为相继者的[原因]。因为我们所探求的是第一原因和真正的始点,而那些彼此相因而生的始点则是无限的,并且不同时存在,而且凭什么选这个而不选那个呢?大体而言,为了使彼此间的生成不致间断,必须设定一个不间断的始点;而可毁灭的始点——如果动物之中确实存在某些可毁灭的始点的话——无疑是随着动物一同毁灭的。因此,在这些始点中的每一个之外还存在着另一个原因,即使[我们假定]它们中的每一个都是某种相继者的生成原因。总的来说,如果在前面的论述中已经充分证明了运动必然是永恒且连续的(因为相继之物既非连续的也非永恒的),那么这种运动的原因也必然是永恒且唯一的;因为如果现在是这一个,随后又是另一个,运动就将不再是连续的,而是相继的。因此,无论从这些论点出发,还是再次审视动物体内运动的其余始点,[认识到]这些甚至算不上严格意义上的始点,人们都可以确信存在着某种第一的、永恒且不动的事物。因为尤其是,动物所经历的运动并非全部出自它们自身,而只有空间位移是如此;因为唯有这种运动也是依循冲动的,而大部分运动则是来自外部且属于自然性的——生长、衰退、呼吸——动物中的每一者经历这些运动,并非由于其自身的始点,而是由于周围的环境和摄入的养分。

语法注3 条
  1. 8.6αὐτοῖς γὰρ τούτοις τοῖς ζῴοις τοῦ γίνεσθαι συνεχῶς ἐξ ἀλλήλων καὶ ταῖς τούτων ἀρχαῖς τοῦ ποτὲ μὲν εἶναι ποτὲ δὲ μὴ εἶναι, καὶ τοῦ μηδέποτε ἐπιλείπειν τὴν τοιαύτην διαδοχὴν ἕτερον αἴτιον ἐξ ἀνάγκης οὐχὶ ποτὲ μὲν ὂν ποτὲ δὲ μὴ ὄν

    句首的与格 αὐτοῖς... τοῖς ζῴοις 与 ταῖς τούτων ἀρχαῖς 表示关涉与格,而三个带冠词的属格不定式短语(τοῦ γίνεσθαι...、τοῦ... εἶναι...、τοῦ μηδέποτε ἐπιλείπειν...)依附于 αἴτιον,表示原因所及的内容或目的。系词 ἐστίν 被省略,ἕτερον αἴτιον 充当谓语(或主语)。

  2. 8.6ὅταν καὶ τούτων ἑκάστην γενητικὴν τῶν ἐφεξῆς τινος

    在连词 ὅταν 引导的从属分句中,省略了表示假设或设定的限定动词(如 θῶμεν 或 ὑποθώμεθα)。宾格 ἑκάστην 作被省略动词的宾语(或宾语补足结构中的主语),γενητικήν 为宾格述语形容词(意即“即使[我们假定]它们中的每一个都是相继者的生成原因”)。

  3. 8.6ἔκ τε δὴ τούτων πιστεύσειεν ἄν τις εἶναί τι πρῶτον ἀίδιον καὶ ἀκίνητον καὶ πάλιν ἐπιβλέψας ἐπὶ τὰς λοιπὰς ἀρχὰς τῶν κινήσεων τὰς ἐν τοῖς ζῴοις, ὅτι μηδὲ κυρίως αὗται ἀρχαί

    与主要谓语潜在希求法 πιστεύσειεν ἄν 配合,表示途径的介词短语 ἔκ τε... τούτων 与分词短语 καὶ πάλιν ἐπιβλέψας... 构成并列。其后的 ὅτι 从句(ὅτι μηδὲ κυρίως αὗται ἀρχαί)作为分词 ἐπιβλέψας 的认知补足语(即“再次审视……[并认识到]这些甚至不算严格意义上的始点”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:223.14-224.12