- 底本
- Themistius, In Aristotelis Physica Paraphrasis. Commentaria in Aristotelem Graeca V.2, ed. H. Schenkl, Berlin: Reimer 1900, pp. 1-236. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:221.23-223.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
德米斯蒂乌斯通过指出同时处于潜能与现实之中的荒谬性,论证了自身推动者不可能作为整体推动其自身,由此推导出推动部分(不动)与被推动部分(物体)的区分,并确立了第一推动者必然是不动的。
ὅτι μὲν εἰς τοῦτο τελευτῶσι πάντες οἱ τρόποι, φανερὸν ἐκ τῶν εἰρημένων· ὅτι δὲ ἄτοπον ὅλον τι ὑφ’ ἑαυτοῦ ὅλου κινεῖσθαι, πολλαχόθεν 〈ἂν〉 καταμάθοιμεν. πότερον γὰρ τὴν αὐτὴν κινεῖται κίνησιν, ἣν κινεῖ τὸ αὐτοκίνητον, ἢ ἑτέραν; εἰ μὲν δὴ ἑτέραν, οὐκέτ’ ἂν ἀκριβῶς αὐτοκίνητον εἴη, μᾶλλον δὲ ὅλως,1 ἀλλ’ ἕτερον μὲν αὐτοῦ τὸ κινοῦν, ἕτερον δὲ τὸ κινούμενον, εἴπερ καὶ αἱ κινήσεις αὐτῶν ἕτεραι. εἰ δὲ δὴ τὴν αὐτήν, οὐδ’ ὑπονοήσαι τις ἄν, πῶς φέροι ἂν ἅμα καὶ φέροιτο τὴν αὐτὴν φορὰν ἢ ἀλλοιοῖτο καὶ ἀλλοιοῖ, ὥστε διδάσκοι ἂν καὶ μανθάνοι ἅμα καὶ ὑγιάζοι καὶ ὑγιάζοιτο τὴν αὐτὴν ὑγείαν. ἄτοπα μὲν δὴ καὶ εὐθὺς ταῦτα, ἀτοπώτερα δ’ ἂν μᾶλλον φανείη, εἰ ὑπομνήσομεν ἑαυτούς, ὅτι πᾶν μὲν τὸ κινούμενον εἴς τι δυνάμει ἐστί, καθ’ ὃ κινεῖται, οἷον τὸ θερμαινόμενον, ὅτι δυνάμει ἐστὶ θερμόν, καὶ τὸ ψυχόμενον, ὅτι δυνάμει ψυχρόν· πᾶν δὲ τὸ κινοῦν ἐνεργείᾳ ἐστὶν ἤδη, καθ’ ὃ κινεῖ· τὸ γὰρ θερμαινόμενον ἐνεργείᾳ ψυχρόν. εἰ δὲ ταῦθ’ οὕτως ἔχει, τὸ αὐτοκίνητον ἐκινεῖτο † ἑαυτό· κινεῖται οὖν ὑφ’ ὅλου, ἅμα τε ἂν δυνάμει καὶ ἐνεργείᾳ εἴη πρὸς τὸ αὐτὸ (δυνάμει μὲν καθὸ κινεῖται, ἐνεργείᾳ δὲ καθὸ κινεῖ) καὶ ἀτελὲς ἅμα καὶ τέλειον κατὰ ταὐτό (ἀτελὲς μὲν καθὸ δυνάμει, τέλειον δὲ ἤδη [θερμὸν καὶ ψυχρὸν ἤδη] ἐνεργείᾳ)· ὥσθ’ ἅμα εἴη θερμόν τε ἤδη καὶ οὔπω θερμὸν καὶ ψυχρὸν ἤδη καὶ οὔπω ψυχρόν. λείπεται τοίνυν τοῦ αὐτοκινήτου τὸ μέν τι κινεῖν μέρος, τὸ δὲ κινεῖσθαι, ὧν τὸ μὲν κινοῦν ἀκίνητον πάντως ἐστίν, τὸ δὲ κινούμενον ἐνίοτε μὲν καὶ ἄλλοις αἴτιον γίνεται κινήσεως, ἐνίοτε δὲ οὔ, ἀλλ’ αὐτὸ μόνον κινεῖται, ὥσπερ ἐπὶ τῶν ζῴων ὁρῶμεν· ταῦτα γὰρ ἐστιν αὐτοκίνητα καθ’ ὃν διωρισάμεθα τρόπον καὶ ἔστιν ἐν αὐτοῖς τὸ κινοῦν ἀκίνητον, ἡ ψυχή, τὸ δὲ κινούμενον μὲν ὑπὸ τῆς ψυχῆς, οὐκέτι δὲ ἐξ ἀνάγκης κινοῦν, ἀλλὰ ποτὲ μὲν ποτὲ δὲ οὔ, τὸ σῶμα· ὅταν μὲν γὰρ ἕλκῃ τὸν λίθον, τότε καὶ κινεῖ τῷ σώματι καὶ κινεῖται, ὅταν δὲ καθεύδῃ, κινεῖ μὲν τῷ σώματι οὐδέν, κινεῖται δὲ τρεφόμενον ἢ αὐξανόμενον ἢ σφῦζον ἢ ἀναπνέον. ἐν τοίνυν τῷ αὐτοκινήτῳ τὸ μὲν ἓν ὅτι σῶμα, δῆλον (ἐδείχθη γάρ, ὅτι πᾶν τὸ κινούμενον συνεχές)· εἰ δὲ καὶ τὸ κινοῦν, ἄδηλον ἔτι, ἀλλὰ τοῦτο μὲν ἴσως καὶ καθ’ αὑτὸ τεύξεται λόγου. Ὅτι δ’ ἔστι τι τὸ κινοῦν μὲν ἀκίνητον δέ, καὶ ἄλλως ἂν δόξειεν εὔλογον εἶναι. εἰ γάρ τινα ἀμφοῖν μετέχει τοῦ κινεῖν καὶ κινεῖσθαι, τινὰ δὲ θατέρου τοῦ κινεῖσθαι μόνον, εὔλογον (ἵνα μὴ εἴπωμεν ἀναγκαῖον) καὶ τοῦ λειπομένου τινὰ μόνον μετέχειν, λέγω δὲ τοῦ κινεῖν, μὴ κινεῖσθαι δέ· ἐφ’ ἁπάντων γὰρ τουτὶ καταμάθοι τις ἄν, ὅσα σύγκειται ἐκ δυοῖν· ὡς εἴπερ θάτερον οἷόν τε γίνεσθαι καθ’ ἑαυτὸ τῶν ἐν τῷ μίγματι, καὶ θάτερον καθ’ ἑαυτὸ οἷόν τ’ εἶναι· ἐπειδὴ γὰρ ἐξ οἴνου καὶ μέλιτος τὸ οἰνόμελι, τὸ δὲ μέλι καὶ χωρὶς οἴνου, καὶ ὁ οἶνος ἔστι χωρὶς μέλιτος. καὶ τοίνυν εἴ τινα ἔστιν, ἃ καὶ κινεῖ καὶ κινεῖται, ἔστι δέ τινα, ἃ κινεῖται μόνον, εἶναί τινα, ἃ κινεῖ μόνον, ἀνάγκη. φανερὸν τοίνυν ἐκ τῶν εἰρημένων, ὅτι ἔστι τὸ πρῶτον κινοῦν ἀκίνητον. ἐπειδὴ γάρ, ὡς καὶ πρότερον εἴπομεν, ὑπό τινος κινεῖται τὰ κινούμενα (προΐοι γὰρ ἂν οὕτως εἰς ἄπειρον καὶ ἀναιροῖτο ἂν ἀρχὴ τῆς κινήσεως),2 δυοῖν θάτερον περιλείπεται, ἢ εὐθὺς ὑπὸ ἀκινήτου κινεῖσθαι ἢ ὑπ’ αὐτοκινήτου γε πάντως· ἀλλὰ καὶ ὅταν ὑπ’ αὐτοκινήτου, καὶ τότε ὑπ’ ἀκινήτου πρὸ τοῦ. καλῶς οὖν Ἀναξαγόρας ποιεῖ τὸν νοῦν ἀκίνητον ποιῶν, ἐπεὶ κινήσεως αὐτὸν ἀρχὴν ὑποτίθεται. ὅτι μὲν οὖν ἀκίνητον ἐξ ἀνάγκης τὸ πρῶτον κινοῦν, ἱκανῶς ἀποδέδεικται.
所有方式最终都会归结到这一点,从前述内容来看是显而易见的;但一个整体被其自身作为整体所推动是荒谬的,我们从许多方面都能理解这一点。因为自身推动者所经历的运动,究竟与它所施加的运动是同一种,还是另一种呢?如果是另一种,它就不再严格地是自身推动的,或者毋宁说根本不是自身推动的,而是由于它们的运动彼此不同,其中推动者是一回事,被推动者则是另一回事。但如果是同一种运动,任谁也无法想象,它如何能同时引发又经历同一种空间位移,或者同时引发质变又遭受质变,以至于同时施教又受教,同时治愈又被治愈至同一种健康。这些情况本身固然已属荒谬,但如果我们提醒自己注意:凡被推动之物,就其所经历的运动而言都是处于潜能之中的——例如被加热之物在潜能上是热的,被冷却之物在潜能上是冷的——而凡施加推动之物,就其施加推动而言都已处于现实之中——因为被加热之物在现实上是冷的——那么上述说法就会显得更加荒谬。如果这些确实如此,那么当自身推动者推动自身时,它是被一个整体所推动,因而它对于同一个事物将同时处于潜能与现实之中(就其被推动而言处于潜能,就其推动而言处于现实),并且在同一方面同时是不完全的与完全的(就处于潜能而言是不完全的,而通过处于现实而言则已是完全的);以至于它将同时既已是热的又尚未是热的,既已是冷的又尚未是冷的。因此,对于自身推动者而言,所剩下的就是它的一部分施加推动,另一部分被推动;在其中,推动的部分无论如何是不动的,而被推动的部分有时也成为他物运动的原因,有时则不然,而仅仅是自身被推动,正如我们在动物身上所看到的那样。因为动物正是依我们所界定的方式成为自身推动者的,在它们内部存在着不动的推动者即灵魂,以及被灵魂推动、但不再必然施加推动,而是有时推动有时不推动的部分即身体。因为当它拉拽石头时,它既通过身体推动又被推动;而当它睡眠时,它通过身体不推动任何东西,却因受滋养、生长、脉搏跳动或呼吸而被推动。因此,在自身推动者中,有一者是身体,这是显而易见的(因为已经证明凡被推动之物都是连续的);但推动者是否也是身体,目前尚不清楚,不过这一点或许也将得到专门的探讨。 存在某种施加推动而自身不动的物,从其他方面来看似乎也是合乎情理的。因为如果有些事物兼具推动与被推动两者,而有些事物只分有二者之一即仅仅被推动,那么有些事物只分有剩下的一者,即施加推动而不被推动,便是合乎情理的(姑且不说这是必然的)。因为在由两种要素构成的一切事物上,人们都可以认识到这一点:如果在混合物中的一者能够独立存在,另一者也就能够独立存在。因为既然蜜酒是由葡萄酒与蜂蜜组成的,而蜂蜜可以离开葡萄酒存在,那么葡萄酒也可以离开蜂蜜存在。因此,如果有些事物既推动又被推动,而有些事物仅仅被推动,那么必然有些事物仅仅施加推动。由此可见,从前述内容来看,第一推动者是不动的。因为正如我们之前所说,被推动之物是由某物所推动的(否则就会以此种方式走向无限,并且运动的始点就会被取消),所剩下的就是二者择一:要么直接被不动者推动,要么无论如何是被自身推动者推动;但即使是被自身推动者推动,在那之前也同样是被不动者所推动。因此,阿那克萨戈拉将理智设定为不动的,是完全正确的,因为他将理智设定为运动的始点。因此,第一推动者必然是不动的,这一点已得到了充分的证明。
- 8.5μᾶλλον δὲ ὅλως
这是承接前文 οὐκέτ’ ἂν ἀκριβῶς αὐτοκίνητον εἴη(不再严格地是自身推动的)的修正性省略,补足为 μᾶλλον δὲ ὅλως [οὐκ ἂν εἴη αὐτοκίνητον](或者毋宁说根本不是自身推动的)。它将前句的否定由“不严格”强化为“根本不”。
- 8.5προΐοι γὰρ ἂν οὕτως εἰς ἄπειρον καὶ ἀναιροῖτο ἂν ἀρχὴ τῆς κινήσεως
虽然由 γάρ 引导并作为前文 ὑπό τινος κινεῖται τὰ κινούμενα(被推动之物是由某物所推动的)的插入性解释,但此处带有 ἄν 的希求法实际上是一个省略了前提假设(“如果被推动的推动者不停止回溯”)的条件句后件。οὕτως(如此)指的是“如果以这种[无穷后退的]方式继续下去”。
