- 底本
- Themistius, In Aristotelis Physica Paraphrasis. Commentaria in Aristotelem Graeca V.2, ed. H. Schenkl, Berlin: Reimer 1900, pp. 1-236. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:220.8-221.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
德米斯提厄斯论证了推动者的序列不可能走向无限,而必定止步于不动的第一推动者或自身推动者,并对自身推动的各种方式加以区分,指出唯有一部分推动另一部分的模式才能成立。
5. Κινεῖται δὲ ἅπαν ὑπὸ τοῦ κινοῦντος διχῶς, ἤτοι γὰρ τὴν ἀρχὴν τοῦ κινεῖν ἐν ἑαυτῷ ἔχοντος ἢ ἔξωθεν καὶ αὐτοῦ κινουμένου,1 οἷον ὁ λίθος· ἢ γὰρ ὑπ’ ἀνθρώπου ἢ ὑπὸ μοχλοῦ ἢ ἄλλου τινὸς ἑαυτὸ μὴ κινοῦντος, ἀλλ’ ὑφ’ ἑτέρας ἀρχῆς κινουμένου. οὐκ εἰς ἄπειρον δὲ πρόεισιν, ἀλλ’ ἵσταται ἐπὶ τὴν δι’ αὑτῆς κινοῦσαν ἀρχήν. ὁ μὲν γὰρ λίθος ὑπὸ τοῦ μοχλοῦ, ὁ μοχλὸς δὲ ὑπὸ τῆς χειρός, ἡ δὲ χεὶρ ὑπὸ τοῦ ἀνθρώπου, ὁ ἄνθρωπος δὲ οὐκέθ’ ὑπ’ ἄλλου, ἀλλ’ ὑφ’ ἑαυτοῦ. ἄμφω δή φαμεν κινεῖν καὶ τὸν μοχλὸν καὶ τὸν ἄνθρωπον, ἀλλὰ μᾶλλον ἐκεῖνον· ἐκεῖνος γὰρ κινεῖ καὶ αὐτὸν τὸν μοχλὸν καὶ ἄνευ μὲν τοῦ τέκτονος ὁ μοχλὸς οὐ κινήσοι ἄν, ἄνευ δὲ τοῦ μοχλοῦ δύναιτ’ ἂν ὁ τέκτων κινῆσαι τὸν λίθον. δῆλον τοίνυν, ὡς καί, ὅταν μὴ προσεχῶς κινῇ τὸ κινοῦν ἑαυτό, ἀλλὰ διά τινος μέσου, καὶ οὕτως ἐκεῖνο τὴν ἀρχὴν ἔχει τῆς κινήσεως, ὥστε πᾶν τὸ κινούμενον ὑπό τινος ἂν κινοῖτο ἑαυτὸ κινοῦντος· ἢ γὰρ εὐθὺς τὸ κινούμενον ὑπὸ τοιούτου κινεῖται ἢ ἔρχεταί ποτε εἰς τὸ τοιοῦτον· οὐ γὰρ δὴ εἰς ἄπειρον πρόεισιν, ὥστ’ ἀεὶ τοῦ κινοῦντος ἕτερον αἴτιον εἶναι τὸ κινητικόν. πρῶτον μὲν γὰρ οὐκέθ’ οἷόν τε ἔσται λαβεῖν ἀρχὴν τῆς κινήσεως, μηδενὸς δὲ ὄντος, ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως, οὐδ’ ἂν κίνησις εἴη λοιπόν· ἔπειτα συμβήσεται ἐν πεπερασμένῳ χρόνῳ ἀπείρου μεγέθους καὶ ἄπειρον γίνεσθαι κίνησιν·2 δῆλον γάρ, ὡς, εἴπερ ἄπειρα εἴη τὰ κινοῦντά τε καὶ κινούμενα, ἀναγκαῖον ἕν τι μέγεθος ἐξ αὐτῶν ἄπειρον γενέσθαι. λέγω δὲ ἕν, οὐχ ὅτι συνεχές, ἀλλ’ ὅτι ἐξ ἁπτομένων· πάντα γὰρ τὰ κινοῦντα τῷ αὐτὰ κινεῖσθαι κατὰ τόπον ἁπτόμενα κινεῖ. τί οὖν συνήγαγεν ἡμῖν ὁ λόγος; εἰ τὸ μὲν ὑπό τινος κινεῖσθαι τοῖς κινουμένοις ἀναγκαίως ὑπάρχει, τὸ δ’ ὑπό τινος ἔξωθεν αὐτοῦ κινουμένου οὐκ ἀναγκαίως, δυοῖν θάτερον περιλείπεται ἢ εἰς ἀκίνητον ἵστασθαι προϊόντας, τὸ πρῶτον κινοῦν, ἢ εἰς αὐτοκίνητον. ἐπεὶ γὰρ τὸ κινοῦν ἢ κινεῖσθαι ἀναγκαῖον ἢ μὴ κινεῖσθαι, εἰ μὲν μὴ κινεῖσθαι, ἀκίνητόν ἐστιν· εἰ δὲ κινεῖσθαι, ἤτοι ὑφ’ ἑαυτοῦ ἢ ὑπ’ ἄλλου, καὶ δέδεικται, ὡς οὐκ ἐξ ἀνάγκης ὑπ’ ἄλλου· λείπεται ἄρα ὑφ’ ἑαυτοῦ· καὶ γὰρ ἄλλως εὔλογον τὸ αὐτοκίνητον αἴτιον εἶναι μᾶλλον κινήσεως ἢ τὸ ὑπ’ ἄλλου κινούμενον· τὸ γὰρ αὐτὸ καθ’ αὑτὸ πρότερον ἀεὶ καὶ αἴτιον τοῦ δι’ ἕτερον. Τοῦτο τοίνυν αὐτὸ σκεπτέον λαβοῦσιν ἄλλην ἀρχήν, πῶς τὸ αὐτοκίνητον κινεῖ καὶ τίνα τρόπον. πρῶτον δὲ ἁπάντων διαιρετέον, κατὰ πόσους τρόπους τὸ αὐτοκίνητον δύνασθαι λέγεσθαι αὐτοκίνητον. ἐπειδὴ γὰρ κεῖται τὸ κινούμενον μέγεθος εἶναι καὶ συνεχές, ἢ οὕτω λέγοιτ’ ἄν, ὡς τοῦ ὅλου κινοῦντος ἅμα ἑαυτὸ καὶ κινουμένου ὑφ’ ἑαυτοῦ, ἢ ὡς μέρους ἑαυτοῦ αὐτό τε καὶ τὸ ὅλον κινοῦντος ἢ τοῦ ὅλου μέρος τι ἢ πάλιν μέρους τινὸς τοῦ ὅλου μέρος ἕτερον τοῦ ὅλου· καὶ εἰ τοῦτο, οὕτως, ὥστε ἕκαστον ὑπὸ ἑκάστου ἀντικινεῖσθαι ἢ ὡς τὸ μὲν κινεῖν μόνον τὸ δὲ κινεῖσθαι, καὶ καθ’ ὃν μόνον τρόπον δειχθήσεται αὐτοκίνητόν τι εἶναι δυνάμενον·3 οἱ γὰρ ἄλλοι πάντες τελευτῶσιν εἰς τὸ ὅλον τι αὑτὸ κινεῖν, ὅπερ αὐτόθεν ἄτοπόν τε καὶ ἀδύνατον, ὡς ἐπιδείξομεν. πρῶτον δὲ ὑπομνηστέον, ὅτι εἰς τοῦτο τελευτῶσιν ἅπαντες οἱ λοιποὶ τρόποι χωρὶς τοῦ ὑστάτου· καὶ γὰρ εἰ ὑπὸ μέρους τινὸς τὸ ὅλον κινοῖτο, τὸ μέρος τοῦτο, εἰ τὸ ὅλον κινεῖ, καὶ τὸ καθ’ αὑτὸ μέρος κινήσει, ὥστε ἀφαιρεθέντος τοῦ λοιποῦ μέρους, τοῦτο τὸ μέρος ἔσται ὅλον ἑαυτὸ κινοῦν. ἀλλὰ κἂν ὑπὸ τοῦ ὅλου τὸ μέρος, ὁ αὐτὸς λόγος. ἀλλ’ εἰ καὶ αὐτὰ τὰ μέρη πάλιν ἄλληλα ἀντικινοῖ, τὸ αὐτὸ ἄτοπον· εἰ γὰρ ἕκαστον αὐτῶν, ὑφ’ οὗ κινεῖται, τοῦτο ἀντικινεῖ, ἕκαστον αὐτῶν ἔσται αὐτὸ ἑαυτὸ κινοῦν διὰ μέσου τινός.
5. 一切被推动之物都是由推动者以两种方式被推动的:要么推动者自身内部具有推动的始点,要么始点来自外部且其自身也是被推动的,例如石头;因为石头要么是被一个人推动,要么是被一根杠杆或某个自身并不推动自己、而是被另一个始点所推动的他物推动。但这并不会走向无限,而是会在通过自身而推动的始点处止步。因为石头是被杠杆推动,杠杆是被手推动,手是被人推动,而人则不再是被他物推动,而是由自己推动。我们确实说杠杆和人两者都在推动,但更主要的是人在推动;因为人也推动了杠杆本身,而且没有工匠,杠杆就不会推动,但没有杠杆,工匠也能够推动石头。由此可见,即便自身推动之物不是直接推动,而是通过某种居间媒介推动,它也同样拥有运动的始点,以至于一切被推动之物都会是被某种推动自身之物所推动;因为被推动之物要么直接被这样一类事物所推动,要么最终总会归结到这样一类事物。因为这绝不会走向无限,使得推动者总有另一个作为推动原因的事物。因为首先,我们将再也无法获得运动的始点,而如果没有任何运动始点所由发出的东西,此后也就根本不会有运动;其次,在有限的时间内,将发生无尽的运动且具有无限的大小;因为很显然,如果推动者与被推动者是无限的,由它们构成的一个无限的大小就必然会生成。我说“一个”,并不是指它是连续的,而是指它由相接触的诸物构成;因为所有由于自身在位置上运动而施加推动的推动者,都是通过接触来推动的。那么,我们的论证得出了什么结论呢?如果对于被运动之物而言,被某物推动乃是必然具备的,而被自身在运动的外部某物推动则并非必然具备,那么对于顺此推论的人而言,所剩下的就只有二者择一:要么在不动者亦即第一推动者处止步,要么在自身推动者处止步。因为推动者要么必然处于运动中,要么不处于运动中;如果不处于运动中,它就是不动的;如果处于运动中,它要么是被自身推动,要么是被他物推动,并且已经表明并非必然是被他物推动;于是剩下的就是被自身推动;因为从其他方面来看,自身推动者比被他物推动者更有理由是运动的原因;因为自身独立存在之物始终在先于凭借他物而存在之物,且是后者的原因。 因此,在确立另一个起点之后,我们必须考察的正是这一点:自身推动者是如何推动的,是以何种方式推动的。但在一切之先必须区分,自身推动者能够被称为自身推动的方式有几种。因为既然被推动者已被设定为是一个大小且是连续的,那么这种说法要么是指整体同时推动自身且被自身推动,要么是指它自身的一部分推动该部分自身以及整体,要么是整体推动某个部分,要么又是整体的某个部分推动整体的另一部分;如果是最后一种情况,要么是各部分之间相互推动,要么是一方仅推动而另一方仅被推动——而唯有依照后一种方式,才能证明某物能够是自身推动的。因为所有其他方式最终都会归结到某个整体推动自身,正如我们将要证明的,这本身就是荒谬且不可能的。但首先必须提醒的是,除最后一种方式外,其余所有方式都会归结到这一点。因为如果整体是被某个部分所推动,既然这一部分推动了整体,它也将推动属于自身的部分,从而在去除了其余部分之后,这一部分就将成为推动自身的整体。但即使部分是被整体推动,道理也是相同的。如果这些部分本身又相互推动,同样会出现这种荒谬;因为如果它们中的每一个都反过来推动那个推动它的东西,那么它们中的每一个就都将是通过某种居间媒介推动自身之物了。
- 8.5ἤτοι γὰρ τὴν ἀρχὴν τοῦ κινεῖν ἐν ἑαυτῷ ἔχοντος ἢ ἔξωθεν καὶ αὐτοῦ κινουμένου
与前面的前置词短语 ὑπὸ τοῦ κινοῦντος 一致的属格分词结构。前者 ἔχοντος 修饰 τοῦ κινοῦντος,后者在 ἔξωθεν 之后省略补充了 τὴν ἀρχὴν ἔχοντος,并与 καὶ αὐτοῦ κινουμένου 并列,其中 αὐτοῦ 指推动者自身。
- 8.5ἀπείρου μεγέθους καὶ ἄπειρον γίνεσθαι κίνησιν
非人称动词 συμβήσεται 的主语不定词从句内部结构。κίνησιν 是不定词 γίνεσθαι 的宾格逻辑主语,ἄπειρον 为其表语/定语,属格短语 ἀπείρου μεγέθους 作为性质属格修饰 κίνησιν(即“无限大小的运动”)。
- 8.5καὶ καθ’ ὃν μόνον τρόπον δειχθήσεται αὐτοκίνητόν τι εἶναι δυνάμενον
插入的关系从句,修饰紧接在前的最后一种方式(即一方仅施动而另一方仅受动)。关系词短语 καθ' ὃν ... τρόπον 回指该方式,καί 起连接与强调作用,指出唯有以这种方式自推者才可能存在。
