- 底本
- Themistius, In Aristotelis Physica Paraphrasis. Commentaria in Aristotelem Graeca V.2, ed. H. Schenkl, Berlin: Reimer 1900, pp. 1-236. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:218.19-220.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
特米斯提乌斯论证了在火与土等单纯物体的自然运动中,将它们从第一潜能转变为第二潜能(习性)的生成者乃是运动的原因,而排除障碍者只是偶性原因,从而表明凡被推动之物皆由某物所推动。
τὸ γὰρ θερμόν, ὅταν θερμαίνῃ τὸ οἷόν τε θερμανθῆναι, κατὰ τὴν ἐν αὑτῷ ἀρχήν τε καὶ αἰτίαν θερμαίνει· ὡς γὰρ κινητικὸν φύσει τὸ ἐνεργείᾳ θερμὸν τοῦ δυνάμει θερμοῦ, οὕτω κινητὸν φύσει τὸ δυνάμει θερμὸν ὑπὸ τοῦ ἐνεργείᾳ θερμοῦ· ὥσπερ γὰρ ἐκεῖνο τοῦ ποιεῖν, οὕτω τοῦ πάσχειν τοῦτο τὴν ἀρχὴν ἐν ἑαυτῷ ἔχει. τὸ δὴ πῦρ καὶ ἕκαστον τῶν ἁπλῶν σωμάτων κινοῦνται μέν, ὅταν κινῶνται πάντως ὑπ’ ἄλλων, ἀλλὰ βίᾳ μέν, ὅταν παρὰ φύσιν καὶ ἐφ’ ὃ μὴ πεφύκασι, φύσει δέ, ὅταν εἰς τοὺς οἰκείους τόπους καὶ ἐφ’ οὓς πεφύκασι φέρεσθαι. ἡ δὲ εἰς τὸν κατὰ φύσιν τόπον φορὰ οὐδὲν ἄλλο ἐστὶν ἢ δυνάμεως ἐνέργεια καὶ τελειότης, ἣν ἕκαστον εἶχε πρὸ τοῦ κινεῖσθαι. ταύτην δὲ ἀπολαμβάνει τὴν ἐνέργειαν ὑπὸ τοῦ ποιήσαντος αὐτὸ τοιοῦτον, ὁποῖον γενόμενον οὐκέθ’ οἷόν τε μένειν ἐν τόπῳ, ἐξ οὗ κινεῖται. τὸ τοίνυν ποιῆσαν μεταβάλλειν1 εἰς πῦρ τὸν ἀέρα τοῦτο τὸ αἴτιον αὐτὸ τοῦ καὶ ἐνεργῆσαι ὡς πῦρ καὶ ὡς κοῦφον,2 ἐνέργεια δὲ αὐτὸ τὸ φέρεσθαι ἄνω· πᾶν γὰρ τό γινόμενον ἢ κινούμενον, οἷον νοεῖς, ὑπό τινος τοιόνδε ἦν καὶ ἀπολαβὸν τὴν ἕξιν, ἣν πρότερον εἶχε δυνάμει, εὐθὺς καὶ ἐνεργεῖ κατ’ ἐκείνην, ἂν μή τι κωλύσῃ. ὁ γὰρ μανθάνων, ὅταν μάθῃ, θεωρεῖ παραχρῆμα, ἐὰν μή τι ἕτερον ἐμποδίσειεν οἷον προαίρεσις ἢ ἀσχολία. ὥσπερ οὖν αἴτιος τῷ μανθάνοντι τῆς θεωρίας ὁ ποιήσας οἷόν τε θεωρεῖν, οὕτως αἴτιος τῷ κούφῳ τὸ ἄνω φέρεσθαι ἐκ τοῦ κάτω ὁ ποιήσας αὐτὸ κοῦφον ἐκ βαρέος. ἔστι δὲ ἄλλως μὲν δυνάμει κοῦφον τὸ ξύλον, ὅτι δύναται εἰς πῦρ μεταβάλλειν, ἄλλως δὲ δυνάμει τὸ πῦρ, ὅτι δύναται ἤδη φέρεσθαι ἄνω, ὥσπερ ἄλλως μὲν δυνάμει μουσικὸς ὁ μαθεῖν οἷός τε τὴν ἐπιστήμην, ἄλλως δὲ ὁ ἔχων μὲν ἤδη, μὴ χρώμενος δέ, καὶ ἔστιν ἐν μεθορίῳ τοῦ τε ἁπλῶς δυνάμει καὶ τοῦ ἁπλῶς ἐνεργείᾳ, καθάπερ ὁ τὴν ἕξιν ἔχων τῆς μουσικῆς τοῦ τε μήπω μαθόντος καὶ τοῦ χρωμένου. τὸ μὲν δὴ ἐκ τῆς πρώτης ἐκείνης δυνάμεως μεταβαλεῖν πάντως ὑπ’ ἄλλου καὶ ἔξωθεν· τὸ γὰρ πῦρ οὐχ ὑφ’ ἑαυτοῦ γίνεται, ἀλλ’ ὑπ’ ἄλλου· ὅταν δὲ μεταβάλλῃ καὶ λάβῃ τὴν ἕξιν, ἣν εἶχε δυνάμει ὑπὸ τοῦ κατ’ ἐνέργειαν αὐτὴν κεκτημένου, ἔστι μὲν καὶ τότε δυνάμει κοῦφον, ἂν μὴ ἐνεργῇ, ἀλλὰ τελειοτέρα τε αὕτη ἡ δύναμις καὶ εὐθὺς ἔχουσα ἑπομένην τὴν ἐνέργειαν, εἴπερ μηδὲν ἔξωθεν κωλύοι. ὁ γὰρ ἀήρ, μέχρι μὲν ἂν οὕτω δυνάμει λέγηται κοῦφος, ὡς εἰς πῦρ οἷός τε μεταβάλλειν, οὔπω κινεῖται ἄνω· ὅταν δὲ οὕτω δυνάμει λέγηται κοῦφος, ὡς ἤδη μεταβεβληκὼς εἰς πῦρ, εὐθὺς ἄνω φέρεται, εἰ μηδὲν βίᾳ κατέχει. τὸ τοίνυν αἴτιον τοῦ τὴν πρώτην δύναμιν εἰς τὴν δευτέραν μεταβάλλειν αἴτιον εὐθὺς δευτέρως τῆς ἐνεργείας. οὕτω τοίνυν λέγομεν καὶ ταῦτα ὑπ’ ἄλλου κινεῖσθαι, τὸ πῦρ ἄνω καὶ τὴν γῆν κάτω, ὅτι ἐγένετο ὑπ’ ἄλλου πῦρ καὶ γῆ· οὐ γὰρ ὑπ’ αὐτῶν. γενομένοις δὲ εὐθὺς ἠκολούθησε, καθ’ ἣν ἐγένετο φύσιν, καὶ ἐνεργήσειν, ἂν μή τι κωλύῃ. ὁ δὲ τὸ ὑφιστάμενον καὶ κωλῦον κινήσας ἔστι μὲν καὶ ὡς αὐτὸς κινεῖ, ἔστι δὲ ὡς οὔ, οἷον ὁ τὸν κίονα ὑποσπάσας ἢ τὸν λίθον ἀφελὼν ἀπὸ τῶν ἀσκῶν ἐν τῷ ὕδατι. προηγουμένως μὲν γὰρ τὸν κίονα κινεῖ καὶ τὸν λίθον, κατὰ συμβεβηκὸς δὲ τὸν τοῖχόν τε καὶ τὸν ἀσκόν. εἰ τοίνυν ἅπαντα ἢ βίᾳ ἢ κατὰ φύσιν κινεῖται, ταῦτα δ’ ὑπό τινος, ἅπαντα ἂν τὰ κινούμενα ὑπό τινος κινοῖτο. πῶς οὖν λέγομέν τινα κινήσεως ἀρχὴν ἔχειν ἐν ἑαυτοῖς, οἷον τὰ φυσικὰ σύμπαντα σώματα; ἢ κινήσεως ἀρχὴν ἔχειν τὸ τοῦ κινεῖσθαι ἀρχήν, τὸ δύναμιν ἔχειν καὶ ἐπιτηδειότητα πρὸς τὸ εἰς τοῦτο μεταβάλλειν, εἰς ὃ μεταβάλλον ὑπό τινος κινήσεται τήνδε τὴν κίνησιν; ὅτι μὲν οὖν ἅπαν τὸ κινούμενον ὑπό τινος κινεῖται, ἱκανῶς διὰ τῶν ἔμπροσθεν ἀποδέδεικται.
因为热者每当加热能够被加热之物时,乃是依照自身内部的始点与原因施加温热的;正如在现实上热者对于在潜能上热者出于本性具有推动能力一样,在潜能上热者由在现实上热者所推动也同样是出于本性而可被推动的;因为正如前者在自身内部具有施动的始点,后者在自身内部也同样具有受动的始点。于是,火以及每一种单纯物体,每当运动时无论如何都是由他物推动的,但反乎本性、朝向非其自然所适之方向时乃是出于强力,而朝向其固有处所、亦即朝向其自然适于运移的方向时则是出于本性。而朝向合乎本性之所的运移,无非是各自在运动前所具有的潜能的现实活动与完满。而它是从将自身造成如此之物那里接受这一现实活动的,在成为如此之物后,它便无法再停留在其所由运动的处所了。因此,使空气转变为火的施动者,自身也就是使其作为火、作为轻者而展开现实活动的原因,而这现实活动本身就是向上运移;因为正如你所理解的,一切生成或运动之物,都是由某物造成如此这般的,并且在接受了先前在潜能上所拥有的状态(习性)之后,若无阻碍,便会立即依照该状态活动。因为学习者一旦学会,只要没有如抉择或事务繁忙等其他事物阻碍,便会立刻进行观照。因此,正如使学习者能够观照的人乃是其观照的原因一样,对于轻物而言,将其由重物造成轻物的人,也是它由下向上运移的原因。但是,木头在一种意义上是在潜能上轻的,因为它能够转变为火;而火在另一种意义上是在潜能上轻的,因为它已经能够向上运移;正如能够学习这门知识的人在一种意义上是在潜能上通晓音律的,而已经拥有该知识但尚未使用的人在另一种意义上是通晓音律的,并且〔火〕处在纯粹潜能与纯粹现实之间的边界上,就像拥有音律状态的人处在尚未学会者与正在使用者之间一样。从那第一种潜能转变,在任何情况下都是由他物且从外部发生的;因为火不是由自身生成的,而是由他物生成的;但是当它转变并由现实地拥有该状态者那里接受了先前在潜能上拥有的状态时,如果尚未活动,它在那时虽然也是在潜能上轻的,但这种潜能是更为完满的,并且只要外部没有任何阻碍,便会立即有现实活动随之而来。因为空气只要是在能够转变为火这种意义上被称为潜能上轻的,就尚未向上运动;但当它是在已经转变为火这种意义上被称为潜能上轻的时,若无强力阻留,它便会立即向上运移。因此,使第一种潜能转变为第二种潜能的原因,也就直接继而成为了现实活动的原因。所以我们同样说这些事物——火向上与土向下——是被他物推动的,因为它们是被他物造成火与土的;因为它们并非由自身生成的。而一旦生成,按照其所生成的本性,只要没有阻碍,其展开现实活动也就立刻随之而来。至于挪动了支撑物和阻碍物的人,在一种意义上可以算作是他推动的,在另一种意义上则不算,例如抽去柱子的人,或者从水中的皮囊上移开石头的人。因为他在首要意义上推动的是柱子和石头,而在偶性意义上推动的则是墙壁和皮囊。因此,如果一切事物要么出于强力、要么出于本性运动,而这些运动都是由某物所推动的,那么一切运动之物就都应当是被某物推动的。那么,我们怎么能说某些事物自身内部具有运动的始点,正如一切自然物体那样呢?或者说,具有运动的始点其实是指具有被推动的始点,即具有向某状态转变的潜能与适合性,一旦转变为该状态,它就会被某物推动而作这种运动?由此,一切运动之物都是被某物推动的,通过前述论证已经得到了充分证明。
- 8.4ἢ κινήσεως ἀρχὴν ἔχειν τὸ τοῦ κινεῖσθαι ἀρχήν, τὸ δύναμιν ἔχειν καὶ ἐπιτηδειότητα πρὸς τὸ εἰς τοῦτο μεταβάλλειν
连词 ἤ 引入对前一疑问句的解答(“或者说……”)。主语短语为 κινήσεως ἀρχὴν ἔχειν(具有运动的始点),两个带定冠词的不定词短语 τὸ τοῦ κινεῖσθαι ἀρχήν [ἔχειν]([具有]被推动的始点)以及与之同格的 τὸ δύναμιν ἔχειν...(具有……的潜能)作为解释性的表语出现。
- 8.4τὸ τοίνυν ποιῆσαν μεταβάλλειν εἰς πῦρ τὸν ἀέρα τοῦτο τὸ αἴτιον αὐτὸ τοῦ καὶ ἐνεργῆσαι ὡς πῦρ καὶ ὡς κοῦφον
主语为带定冠词的分词短语 τὸ ποιῆσαν μεταβάλλειν εἰς πῦρ τὸν ἀέρα(使空气转变为火者),指示代词 τοῦτο 起复指作用。谓语结构为 [ἐστὶ] τὸ αἴτιον αὐτὸ τοῦ καὶ ἐνεργῆσαι...([是]……展开现实活动的原因本身)。
