- 底本
- Themistius, In Aristotelis Physica Paraphrasis. Commentaria in Aristotelem Graeca V.2, ed. H. Schenkl, Berlin: Reimer 1900, pp. 1-236. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:20.31-22.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
忒弥斯修证明了自然本原在数目上是有限的且对应着单一对立关系,进而论证由于对立者自身无法单独存在亦不能直接相互作用,必须设定质料作为底层的第三本原。
6. Ἐχόμενον δὲ εἰπεῖν, πόσαι τὸν ἀριθμὸν εἶεν ἄν. δέδεικται γὰρ ὡς οὔτε μίαν εἶναι δυνατὸν οὔτε ἀπείρους· μίαν μὲν ὅτι δύο τὰ ἐναντία, ἀπείρους δὲ ὅτι τὰ ἐναντία ἀμήχανον ἄπειρα εἶναι· δίχα γὰρ ἂν διαιρεθείη καὶ προσέτι τὴν ἐπιστήμην τῶν ὄντων ἀφαιρεθησόμεθα.1 ἔτι δὲ περὶ μίαν φύσιν καὶ περὶ ἓν γένος μία ἐστὶν ἐναντίωσις, γένος δὲ ἓν λέγεται ἀκριβῶς οὗ τὴν διαίρεσιν εἰς εἴδη ποιούμεθα, οὐκ εἰς γένη· οὕτω περὶ χρῶμα τὸ μέλαν καὶ τὸ λευκὸν ἢ περὶ τοὺς χυμοὺς τὸ γλυκὺ καὶ τὸ πικρόν· ἐναντίωσιν γὰρ λέγω τὴν σχέσιν τῶν δυεῖν ἐναντίων. καὶ τοίνυν περὶ τὴν ἔνυλον καὶ γενητὴν οὐσίαν, ἧς τὰς ἀρχὰς ἐπιζητοῦμεν, μία ἡ ἐναντίωσις, ἄλλως τε τί κωλύει λέγειν πεπερασμένας; Ἐμπεδοκλῆς γοῦν πεπερασμένας ὑποθέμενος βέλτιον ποιεῖ τὰ γιγνόμενα Ἀναξαγόρου. Εἰ δὲ δὴ ταῦτα ἀληθῆ λέγομεν καὶ μία ἐστὶν ἐναντίωσις περὶ μίαν φύσιν, ἆρα μόνας τὰς ἀρχὰς ὑποθετέον τὰ δύο πρῶτα ἐναντία ἢ δεῖ συζεῦξαί τινα ὕλην αὐτοῖς καὶ ὑποκείμενον; ἐμοὶ μὲν τοῦτο καὶ ἀναγκαῖον δοκεῖ· σκέψαι δὲ καὶ σὺ κατὰ σαυτόν, εἰ δύναται πυκνότης μανότητα ποιεῖν καθ’ ἑαυτὴν ἢ θερμότης ψυχρότητα ἢ τὴν φιλίαν τὸ νεῖκος ἢ τοὔμπαλιν ἑκάστη τὴν ἄλλην, μᾶλλον δὲ — τί λέγω ποιεῖν; — εἶναι καθ’ ἑαυτὴν ἑκάστη καὶ ὑφεστάναι ἢ θερμότης καθ’ ἑαυτὴν ἢ ψυχρότης [ἢ σύγκρισιν ἢ διάκρισιν]· ἢ μᾶλλον τρίτον τι τούτοις ἕτερον ὑποθετέον, περὶ ὃ καὶ αὐτὰ ὑποστήσεται καὶ γεννήσει τὰ ἐφεξῆς διατιθέν πως ἀνὰ μέρος τὸ ὑποκείμενον.2 αὐτὰ μὲν γὰρ οὐδ’ ἂν ὑπομένοιεν ἄλληλα οὐδ’ ἂν ὑποδέξαιτο σῳζομένη τὴν σύγκρισιν ἡ διάκρισις ἢ τὴν μανότητα ἡ πυκνότης, ὑποχωρεῖ δὲ ἀλλήλοις τὸ ἕτερον ὑφ’ ἑτέρου τινὸς ἀεὶ τὸ εἰσιὸν δεχομένου. διὰ τοῦτο καὶ οἱ παλαιοὶ τοῖς ἐναντίοις ἢ μίαν τινὰ φύσιν ἢ πλείους ὑπετίθεσαν. πρὸς τούτοις δὲ ὅρα καὶ ἐκ τοῦ λόγου τὸ ἀναγκαῖον. τὰς ἀρχὰς οὐκ ἐν ὑποκειμένῳ θετέον· εἴη γὰρ ἂν οὕτως τῆς ἀρχῆς ἀρχή· τὸ γὰρ ὑποκείμενον πρότερον καὶ ἡ οὐσία τῶν ἐν αὐτῇ, τὰ ἐναντία δὲ ἐν ὑποκειμένῳ πάντως· οὐκ ἄρα ἀρχαὶ τὰ ἐναντία. πάλιν οὐδενὶ τῶν ὄντων ὁρῶμεν ὑποκείμενα τὰ ἐναντία, τὰς δὲ ἀρχὰς ὑποκεῖσθαι δεῖ πᾶσιν· οὐκ ἄρα ἀρχαὶ τὰ ἐναντία. πάλιν οὐκ εἶναί φαμεν οὐσίαν ἐναντίαν οὐσίᾳ, οὔκουν οὐσίαι τὰ ἐναντία, εἰ δὲ μὴ οὐσίαι, δῆλον ὡς οὐδὲ ἀρχαί· οὐ γὰρ δήπου τὰς ἀρχὰς τῶν οὐσιῶν οὐκ οὐσίας ποιήσομεν. εἰ τοίνυν ὁ μὲν πρότερος λόγος ἐναντίωσιν εἶναι δεῖν ἐν ταῖς ἀρχαῖς ἀναγκάζει, ὁ δεύτερος δὲ οὔ φησιν ἀρχὰς εἶναι τὰ ἐναντία, συνακτέον αὐτοὺς τὸ τρίτον προσθέντας,3 λέγω δὲ τὴν ὕλην, ὃ καὶ μᾶλλον ἀρχή (πρότερον γάρ), ἀλλ’ ὅμως δεῖται κἀκείνων· καθ’ ἑαυτὴν γὰρ οὐδενὸς αὐτὴ ποιητική. ἥπτοντο οὖν τῆς ἀληθείας καὶ οἱ ἀρχαῖοι· καὶ γὰρ ἐκεῖνοι μίαν τινὰ φύσιν ὑπετίθεσαν τοῖς ἐναντίοις, δι’ ἣν καὶ ἓν τὸ πᾶν ἐκάλουν οἷον ὕδωρ ἢ πῦρ ἢ τὸ μεταξύ. βέλτιον δὲ οἱ τὸ μεταξύ· τὸ γὰρ πῦρ ἤδη φανερῶς συμπλέκεται τοῖς ἐναντίοις· θερμὸν γὰρ καὶ ξηρὸν κατὰ τὴν οἰκείαν φύσιν τὸ πῦρ, δεῖ δὲ μηδὲν ἔχειν τῶν ἐναντίων ἐν τῷ οἰκείῳ λόγῳ τὸ ὑποκείμενον· ἀνάγκη γὰρ ἢ μὴ δέχεσθαι θάτερον τῶν ἐναντίων ἢ φθείρεσθαι· ἄμφω δὲ τῇ περὶ τῆς ἀρχῆς ἐννοίᾳ διαμάχεται. διὸ οὐκ ἀλόγως ποιοῦσιν οἱ τὸ ὑποκείμενον ἕτερον τῶν στοιχείων τούτων ποιοῦντες.
6. 接下来应当说明的是,它们在数目上会是多少。因为已经证明,它们既不可能是一,也不可能是无限的:不是一,是因为对立者是两个;不是无限,是因为对立者不可能无限;因为[若是无限]就会被一分为二,此外我们关于存在者的科学认识也将被剥夺。再者,对于一种本性和一个属而言,对立关系只有一个,而严格意义上被称为一个属的,是我们将其划分为种而不是划分为属的那种;例如关于颜色是黑与白,关于滋味是甜与苦;因为我所说的对立关系,是指两个对立者之间的关联。因此,关于我们正在探求其本原的具质料且可生成的实体,其对立关系也是一个。此外,说它们是有限的又有什么妨碍呢?至少恩培多克勒假设它们是有限的,比阿那克萨哥拉更好地解释了生成之物。 如果说我们所言属实,且对于一种本性只有一个对立关系,那么我们是否应当仅仅将最先的两个对立者设定为本原,还是必须将某种质料和载体与它们结合起来?在我看来这确是必然的。你自己也不妨亲自思量:浓厚自身是否能产生稀疏,炎热产生寒冷,争斗产生友爱,或者相反每一方产生另一方;或者更确切地说——我为何要说“产生”呢?——每一方自身能否单独存在并自立,热自身或者冷[自身能否存在];抑或毋宁说必须在这两者之外设定某种第三者,它们自身依附于它而自立,并通过轮流以某种方式配置这一载体而产生其后的诸物?因为对立者自身既不能互相忍受,分离在保持自身的同时也不能接纳结合,浓厚亦不能接纳稀疏,而是一方退让于另一方,这总是发生于接纳新迁入者的某种别物之中。正因如此,古人们也在对立者之下设定了一种或多种自然本性作为载体。 除这些之外,亦请看依论理而来的必然性。本原绝不可置于载体之中;因为若是这样,就会有本原的本原了;因为载体即实体先于存在于它之中的东西,而对立者无论如何都是在载体之中的;所以对立者不是本原。再者,我们看到对立者对于任何存在者都不是载体,但本原必须作为一切事物的载体;所以对立者不是本原。再者,我们说实体不与实体对立;因此对立者不是实体;而如果不是实体,显然也就不是本原;因为我们断然不能把诸实体的本原设定为非实体。因此,如果前一个论证强令诸本原中必须有对立关系,而后一个论证又断言对立者不是本原,那么就必须通过添加第三者来综合它们,我所说的正是质料,它更具本原性(因为它更在先),但尽管如此它仍需要那些对立者;因为单凭质料自身,它无法产生任何事物。 由此可见,古人们也触及了真理;因为他们同样在对立者之下设定了某种单一的本性作为载体,并因此将万物称为一,例如水、火或居间者。但那些设定居间者的人做得更好;因为火显然已经与对立者交织在一起;因为火依照其固有本性是热且干的,而载体在其固有定义中绝不可包含任何对立者;因为必然要么它不能接纳对立者的另一方,要么它趋于消灭;而这两者都与本原的概念相悖。因此,那些将载体设定为有别于这些元素之物的人,并不是没有道理的。
- 1.6τὴν ἐπιστήμην τῶν ὄντων ἀφαιρεθησόμεθα
支配双宾格的动词 ἀφαιρέω(夺去某人的某物)在被动语态中保留了被夺之物的宾格(τὴν ἐπιστήμην)。句意为“我们关于存在者的科学认识将被剥夺”。
- 1.6διατιθέν πως ἀνὰ μέρος τὸ ὑποκείμενον
分词 διατιθέν 为中性单数形式,在此修饰作为主语的中性复数代词 αὐτά(对立者自身)。与希腊语中性复数主语支配单数动词(γεννήσει)的语法规则相一致,该分词亦采取了单数形式。
- 1.6συνακτέον αὐτοὺς τὸ τρίτον προσθέντας
动形容词 συνακτέον 构成非人称结构,意为“必须综合它们”。αὐτούς 为指代前述两项论证(λόγοι)的宾格宾语。分词 προσθέντας 为阳性复数宾格,与非人称结构中隐含的逻辑主语(“我们”)保持格的一致。
