- 底本
- Themistius, In Aristotelis Physica Paraphrasis. Commentaria in Aristotelem Graeca V.2, ed. H. Schenkl, Berlin: Reimer 1900, pp. 1-236. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:217.7-218.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
忒弥斯修释读《物理学》卷八第四章,在被运动者的三种分类(偶性的、部分的、依自身的)中区分出于本性的运动与反乎本性的运动,并提出关于合乎本性运动的无生命物如何体现“凡被运动者皆被某物推动”这一原则的疑难。
4. Τῶν δὴ κινούντων καὶ κινουμένων τὰ μὲν κατὰ συμβεβηκὸς κινεῖται, τὰ δὲ κατὰ μόριον, τὰ δὲ καθ’ αὑτά. ἴσμεν δέ, εἴγε μεμνήμεθα τῶν πρότερον εἰρημένων, τίνα ἐστὶν τὰ κατὰ συμβεβηκὸς κινούμενα καὶ τίνα τὰ κατὰ μόρια. ἐκεῖνα μὲν ἐατέον (ἄπειρα γὰρ καὶ οὐχ οἷά τε εἰς ὡρισμένην ἐλθεῖν διαίρεσιν), τῶν δὲ καθ’ αὑτὰ κινουμένων τὰ μὲν φύσει, τὰ δὲ βίᾳ καὶ παρὰ φύσιν κινεῖται. φύσει μέν, ὅσα ἔχει τὴν ἀρχὴν τῆς κινήσεως ἐν ἑαυτοῖς, οἷον τὰ ζῷα καὶ τῶν ἀψύχων ὅσα, ὡς πέφυκεν, οὕτως κινεῖται, κάτω μὲν τὰ βαρέα καὶ γεηρά, ἄνω δὲ τὰ κοῦφα· παρὰ φύσιν δέ, ὅσα βίᾳ καὶ μὴ ὡς πέφυκεν, οἷον εἰ τὸν λίθον τις ἄνω ῥίπτων ἢ τὸ πῦρ εἰς τὸ κάτω βιάζοιτο. κινεῖται δὲ καὶ τὰ σώματα τῶν ζῴων πολλάκις παρὰ φύσιν τὴν ἑαυτῶν (βαρέα γὰρ ὄντα καὶ γεηρὰ κινεῖται ἄνω πηδώντων ἢ ἁλλομένων τῶν ζῴων)· τὸ μὲν δὴ ζῷον οὐδέποτε παρὰ φύσιν κινεῖται· ἐν ἑαυτῷ γὰρ ἔχει τὴν ἀρχὴν καὶ τῆς τοιαύτης κινήσεως, τὸ σῶμα δὲ παρὰ φύσιν· οὐ γὰρ ᾗ σῶμα οὐδ’ ᾗ βαρύ. ὅσα μὲν δὴ παρὰ φύσιν κινεῖται, δῆλον εὐθύς, ὅτι κινεῖται ὑπό τινος· ὑπ’ ἄλλου γὰρ βιαζομένου τὴν φύσιν,1 ἐπεὶ οὐδ’ ἂν παρὰ φύσιν ἐκινεῖτο, εἰ μὴ ὑπ’ ἄλλου· ὅσα δὲ κατὰ φύσιν, ἐπὶ τούτων ἀμφισβητεῖται, εἰ πάντα ὑπό τινος κινεῖται· διὰ τοῦτο γὰρ κινεῖσθαι δοκεῖ τὰ κατὰ φύσιν, ὅτι ὑφ’ ἑαυτῶν καὶ οὐχ ὑπ’ ἄλλου. ἐπὶ μὲν τοίνυν τῶν ἐμψύχων φανερὸν τὸ ὑπό τινος ταῦτα κινεῖσθαι· εἰ γὰρ καὶ μὴ ὑπ’ ἄλλου μηδὲ ἔξωθεν, ἀλλ’ οὖν γε ἐν ἑαυτοῖς ἔστιν (ἕτερον μὲν τὸ κινοῦν, ἕτερον δὲ τὸ κινούμενον) καὶ οὐ τοῦτο ἀμφισβητοῦσιν, εἰ μὴ ὑπό τινος κινεῖται (κινεῖται γὰρ ὑπὸ ψυχῆς), ἀλλ’ ἡ ζήτησις, πῶς δεῖ λαβεῖν ἐν αὐτοῖς τὸ κινοῦν καὶ τὸ κινούμενον· ἐῴκει γάρ, ὥσπερ ἐν τοῖς πλοίοις καὶ τοῖς μὴ φύσει συνισταμένοις, οὕτω καὶ ἐν τοῖς ζῴοις εἶναι διῃρημένον τὸ κινοῦν καὶ τὸ κινούμενον καὶ οὕτω τὸ ἅπαν αὐτὸ ἑαυτὸ κινεῖν. * * * λέγεται ὑπ’ αὐτοῦ κινεῖσθαι τὸ ζῷον, ἀλλ’ ὅτι ἐν ἑαυτῷ ἔχει καὶ τὸ κινοῦν καὶ τὸ κινούμενον. ἐπὶ δὲ τῶν ἀψύχων, ὅταν κατὰ φύσιν κινῆται, χαλεπὸν ἀποδοῦναι, ὑπὸ τίνος· οὔτε γὰρ ὑπ’ ἄλλου καὶ ἔξωθεν, ὡς τὰ παρὰ φύσιν, οὐδ’ ὑπὸ τῆς ἔνδον ἀρχῆς ἐν ἑαυτοῖς καὶ αἰτίας, ὥσπερ ὁρῶμεν τὰ ἔμψυχα· οὐδὲ γὰρ ἔστιν ἐν ἑαυτοῖς τὸ μὲν κινοῦν τὸ δὲ κινούμενον, οὔτε διῄρηται εἰς τὸ πάσχον καὶ τὸ ποιοῦν, ὥσπερ τὰ ζῷα εἰς ψυχὴν καὶ σῶμα· οὐδὲ γὰρ διῄρηται ὅλως, ἀλλ’ ἔστι συνεχῆ καὶ ἡνωμένα· ἄλλως τε εἴπερ εἶχεν ἐν ἑαυτοῖς τὴν αἰτίαν τῆς κινήσεως, οἷόν τινα ψυχήν, οὐ κινεῖν αὐτὰ μόνον, ἀλλὰ καὶ ἱστάναι δύνασθαι, ὥσπερ ἐπὶ τῶν ζῴων, συμβαίνει.2 καὶ οὐ καθ’ ἕνα τρόπον ἐκινεῖτο ἄν, ἀλλὰ κατὰ πλείους, ὥσπερ τὰ ζῷα· καὶ γὰρ βαδίζει καὶ τρέχει καὶ πηδᾷ καὶ ὀρχεῖται καὶ φέρεται ἄνω καὶ κάτω· ταῦτα δὲ ἁπλῆν καὶ μίαν κινεῖται κίνησιν, ὥσπερ ἠναγκασμένην. ἆρ’ οὖν ὑπό τινος καὶ ταῦτα; σκεπτέον δή, πῶς. Ἔστι καὶ τῶν κινούντων τὰ μὲν κατὰ φύσιν κινητικὰ τὴν ἑαυτῶν τὰ δὲ παρὰ φύσιν· παρὰ φύσιν μέν, ὡς ὁ μοχλὸς κινεῖ τὸν λίθον· οὐ γὰρ ᾗ σίδηρος οὐδ’ ᾗ βαρὺς ἀνακουφίζει τὴν πέτραν οὐδ’ ἔχει τὴν ἀρχὴν ταύτην ἐν ἑαυτῷ, ἀλλ’ ἔξωθεν· φύσει δέ ἐστι κινητικὰ τὰ ἐν αὑτοῖς ἔχοντα τὴν ἀρχὴν τῆς κινήσεως, ἣν κινεῖ. πᾶν δὴ τὸ ἐνεργείᾳ αἴτιον κινητικόν ἐστι φύσει τοῦ δυνάμει τοιούτου, οἷον τὸ ἐνεργείᾳ θερμὸν τοῦ δυνάμει θερμοῦ.
4. 在推动者与被推动者中,有些是偶性地运动,有些是按部分运动,有些则是依自身运动。如果我们还记得先前所说的,我们就知晓哪些是偶性地运动之物,哪些是按部分运动之物。前者应当略过(因为它们是无限的,无法进入确定的划分),而在依自身运动的事物中,有些是出于本性运动,有些则是出于强力而反乎本性地运动。出于本性者,是指所有自身内部具有运动始点的事物,例如动物,以及无生命物中凡依其自然本性而如此运动者(沉重和属土之物向下,轻盈之物向上);反乎本性者,则是指出于强力且不依其自然本性而运动的事物,例如有人把石头向上扔,或者将火强行压向下方。动物的身体也往往反乎自身的本性而运动(因为身体既是沉重且属土的,在动物跳跃或腾空时便向上运动);当然,动物本身决非反乎本性地运动,因为即使对于此类运动,它自身内部也具有始点,但其身体则是反乎本性地运动,因为并非作为身体、亦非作为沉重者而如此运动。凡反乎本性运动的事物,它们被某物推动乃是一目了然的;因为它们乃是被强行违背其本性的他物所推动,既然若非由于他物,它们根本就不会反乎本性地运动。但对于合乎本性运动的事物,关于它们是否全都被某物推动,则存在争议;因为合乎本性之物之所以显得在运动,乃是由于它们是由自身而非由他物推动的。那么在有灵魂的事物中,它们被某物推动是显而易见的;因为即使不是由他物或从外部推动,但在它们自身内部终究存在着[区分](推动者是一回事,被推动者则是另一回事),人们所争论的也并不是它是否被某物推动(因为它是被灵魂推动的),探究的乃是应当如何在它们之中理解推动者与被推动者。因为似乎正如在船只和非出于本性构成的事物中一样,在动物中推动者与被推动者也是分开的,而全体就是这样推动自身的。[……]并非说动物被它所推动,而是由于动物自身内部兼有推动者和被推动者。但对于无生命的事物,当它们合乎本性地运动时,要指出是被什么推动则是困难的;因为它们既非如反乎本性之物那样由他物和从外部[被推动],亦非如我们在有灵魂之物中所见的那样由自身内部的内在始点和原因[被推动];因为在它们自身内部并不存在推动者与被推动者的分别,也没有像动物分为灵魂与身体那样分为受动者与施动者;因为它们根本不是分开的,而是连续且合一的。此外,如果它们自身内部真有运动的原因,宛如某种灵魂一般,那么就会得出这样的结果:它们不仅能够推动自身,而且也能够使自身停下来,正如在动物身上那样。而且它们也不会只按照一种方式运动,而是会按照多种方式运动,正如动物那样;因为动物行走、奔跑、跳跃、舞蹈,向上和向下移动;而这些无生命物所做的是单一且单纯的运动,宛如被迫的一般。那么,这些事物难道也是被某物推动的吗?我们确实应当考察这是如何可能的。在推动者中,也有一些是依其自身本性具有推动能力的,另一些则是反乎本性地[具有推动能力]:反乎本性者,如杠杆推动石头(因为杠杆并非作为铁、亦非作为沉重者而抬起岩石,它在自身内部并不具有这一始点,而是从外部获得的);而出于本性具有推动能力者,则是指自身内部具有其所施加运动的始点的事物。凡在现实上作为原因者,就其本性而言对于在潜能上如此者都具有推动能力,例如在现实上热者对于在潜能上热者便具有推动能力。
- 8.4ὑπ’ ἄλλου γὰρ βιαζομένου τὴν φύσιν
介词 ὑπό 支配代词 ἄλλου 及其一致分词 βιαζομένου(“被违背其本性的他物所……”)。此处并非属格绝对结构,而是呼应前文 ὑπό τινος 的介词短语。
- 8.4οὐ κινεῖν αὐτὰ μόνον, ἀλλὰ καὶ ἱστάναι δύνασθαι, ὥσπερ ἐπὶ τῶν ζῴων, συμβαίνει
反事实条件从句 εἴπερ εἶχεν 的后半句通过依附于无人称动词 συμβαίνει 的不定式结构(οὐ κινεῖν... δύνασθαι)表现为混合句式。逻辑上表示其推论后果:“就会得出它们不仅能够推动自身、而且也能够使自身停下来的结果”。
