← 狄米斯提乌斯

亚里士多德《物理学》释义

§216.2-217.6

恒常运动说的进一步驳斥与动静可能性

泰米斯提乌斯通过指出质变与减少往往整体一举发生以及自然物体在其本己处所中处于静止,反驳了万物始终在运动的主张,同时也否定了万物皆静止以及一部分始终运动另一部分始终静止的学说;随后他提出从新的始点出发,以确证剩下的可能性中何者符合真理,即某些存在者交替地运动与静止,而另一些则永恒不动或永恒运动。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.3#2

πάλιν γὰρ καθάπερ ἐπὶ τῆς νεωλκίας ὑπὸ τῶν πεντήκοντα τέως ἡ ναῦς μὴ κινουμένη προσελθόντος ἑνὸς διεσαλεύθη καὶ ὥσπερ ἐπὶ τῆς τρυτάνης τὰ μὲν δέκα τάλαντα οὐκ ἐποίησεν τὴν ῥοπήν, δραχμὴ δὲ προσελθοῦσα καθείλκυσεν, οὕτως οἱ μὲν τοσοίδε σταλαγμοὶ οὔπω δύναμιν ἔσχον κοιλᾶναι τὴν πέτραν, προσελθόντος δὲ ἑνὸς ἐδυνήθησαν. φανερὸν τοίνυν, ὡς οὐδὲ ἐπὶ τῶν μειουμένων ἀναγκαῖον ἀεί τι ἀπιέναι ὅτι διαιρεῖται τὸ μειούμενον εἰς ἄπειρα, ἀλλὰ καὶ ὅλον ποτὲ ἀπιέναι ἐνδέχεται, ὁμοίως δὲ καὶ ἐπ’ ἀλλοιώσεως ὁποιασοῦν;1 οὐ γὰρ εἰ μεριστὸν εἰς ἄπειρον τὸ ἀλλοιούμενον, διὰ τοῦτο καὶ ἡ ἀλλοίωσις, ἀλλ’ ἀθρόα πολλάκις γίνεται ἐφ’ ὅλου τοῦ μεγέθους, ὥσπερ ἡ πῆξις· ὅλως γὰρ ἀλλοίωσις οὐδεμία συνεχὴς καὶ ἐπ’ ἄπειρον· ἐξ ἐναντίου γὰρ πᾶσαι εἰς ἐναντίον. καὶ τὸ νοσοῦν εἰς ὑγείαν μεταβάλλον, ἕως μὲν ἂν μεταβάλλῃ, συνεχῶς ἀλλοιοῦται, μεταβάλλον δὲ εἰς ὑγείαν ἠρεμεῖ2 κατ’ ἐκείνην ἤδη τὴν ἀλλοίωσιν. τοὺς δὲ λίθους οὐχ ὁρῶμεν πρὸς θεῶν πολλῷ χρόνῳ μήτε μαλακωτέρους γινομένους μήτε σκληροὺς μήτε κινουμένους κατὰ τόπον· θαυμαστὸν γάρ, εἰ λέληθεν ἡμᾶς ταῦτα συμβαίνοντα περὶ τοὺς κίονας. καὶ ἡ γῆ δὲ οὐκ ἐξ ἀνάγκης ἐν τῷ κάτω μένει, τῶν τε ἄλλων ἕκαστον τῶν φυσικῶν σωμάτων οὐκ ἐν τῷ οἰκείῳ τόπῳ γενόμενον ἠρεμεῖ· ποίαν γὰρ εἴπωμεν αὐτὸ τηνικαῦτα κινεῖσθαι κίνησιν; οὔτε γὰρ τὴν κατὰ φύσιν (ἤδη γάρ ἐστιν ἐν τῇ προσηκούσῃ χώρᾳ) οὔτε τὴν παρὰ φύσιν (μένει γὰρ ἐν τῷ οἰκείῳ τόπῳ). ὁμοίως δὲ τόδε ἀδύνατον τὰ μὲν ἀεὶ κινεῖσθαι, τὰ δὲ ἀεὶ ἠρεμεῖν· ὁρῶμεν γὰρ ἐπὶ πολλῶν τὰς εἰρημένας μεταβολάς, οἷον αὐξήσεις τε καὶ μειώσεις καὶ τὰς παρὰ φύσιν κινήσεις. οὔτ’ οὖν ἀεὶ κινεῖται τὸ κινούμενον (τὰ γὰρ αὐξανόμενα ἵσταται, ὅταν ἀπολάβῃ τὸ μέγεθος) οὔτε ἀεὶ ἠρεμεῖ3 τὰ ἠρεμοῦντα (τὰ γὰρ παρὰ φύσιν κινούμενα ἐκ τῶν ἰδίων τόπων κινεῖται, ἐν οἷς πρότερον ἠρέμει) ἀλλ’ οὔτε τὸ γιγνόμενον ἀεὶ γίνεται, ἀλλὰ παύεται ταύτης τῆς μεταβολῆς, ὅταν γένηται· οὔτε τὸ φθειρόμενον φθείρεται, ἀλλ’ ἔστι πέρας αὐτοῦ τῆς φθορᾶς. εἶεν. ὅτι μὲν οὖν οὔτε πάντα 〈ἀεὶ κινεῖται οὔτε πάντα〉 ἀεὶ ἠρεμεῖ οὔτε τὰ μὲν ἀεὶ κινεῖται τὰ δὲ ἠρεμεῖ, δέδεικται ἐναργῶς. λοιπὸν δὲ ἡμῖν ἐξετάσαι τοὺς δύο τρόπους, πότερον ἅπαντα ἔστι τοιαῦτα, οἷα ποτὲ μὲν κινεῖσθαι ποτὲ δὲ ἠρεμεῖν, ἢ τοῦτο μὲν οὐκ ἀληθές, ἐκεῖνο δὲ ῥητέον, ὡς ἔνια μὲν οὕτως ἔχει τῶν ὄντων ὡς ἀνὰ μέρος κινεῖσθαί τε καὶ ἠρεμεῖν, ἔνια δὲ ἀεὶ ἠρεμεῖ, μᾶλλον δὲ ἀκίνητά ἐστιν ἀεί, ἔνια δὲ ἀεὶ κινεῖται. ὅτι γὰρ τούτου τι ἔσται καὶ σύμφωνον μόνον πρὸς τὴν ἀλήθειαν, δεικτέον ἡμῖν πάλιν ἀπ’ ἄλλης ἀρχῆς ἀρξαμένοις. οὕτως γὰρ ἂν καὶ τὴν κίνησιν ἀΐδιον εἶναι ἀκριβέστερον πιστωσαίμεθα.

因为再者,正如拖船时,先前五十人未能使其移动的船,在增加一人时便被撼动;又正如在天平上,十塔兰同未能使之倾斜,而增加一德拉克马便将其拉下一样,同样地,这么多的水滴先前还没有力量凿凹岩石,但增加一滴便能够做到了。那么显而易见,在减少的事物中,并不必然由于减少之物可无限分割就始终有某部分在离去,反而有可能在某个时刻全体一并离去,同样在任何一种质变中也是如此,难道不是吗?因为决不是由于承受质变之物可无限分割,质变本身就因此也是可分的,反而往往在整个量度上一举发生,正如凝固一样;因为总的来说,没有任何质变是连续且无限的,因为所有的质变都是从相反者走向相反者。而患病之物在转变为健康时,只要还在转变,它就在连续地质变,但一旦转变为健康,它关于那项质变便已经处于静止。凭诸神之名,难道我们看不到石头在漫长的时间中既没有变软,也没有变硬,更没有依空间发生运动吗?因为如果柱子发生了这些情况却逃避了我们的注意,那真是令人诧异。此外[如果万物始终在运动],大地就不会必然留在下方,其他每一种自然物体在进入其本己处所后也不会静止;因为那时我们将说它在做什么运动呢?因为它既不在做合乎本性的运动(因为它已经在适宜的区域中了),也不在做反乎本性的运动(因为它正留在其本己处所中)。 同样,一些事物始终运动而另一些事物始终静止,这也是不可能的;因为我们在许多事物上都看到了上述的变化,比如增大、缩小以及反乎本性的运动。因此,运动之物既非始终运动(因为增大的事物在获得其量度时就会停止),静止之物亦非始终静止(因为反乎本性运动的事物正是从它们先前静止的本己处所中运动出来的);不仅如此,生成之物并非始终在生成,而是在生成之后便停止这一变化,毁灭之物也并非[始终]在毁灭,而是它的毁灭存在着界限。很好。因此,既非万物[皆始终运动,亦非万物]皆始终静止,也非一些始终运动而另一些始终静止,这一点已被显明地证明了。 留给我们的便是检验这两种方式:究竟是万物皆是时而运动、时而静止的,还是说这并不真实,而应当说,存在者中有一些是交替地运动和静止,有一些则始终静止——更确切地说始终不动——而有一些则始终运动。因为只有这其中的某种情况才会符合真理,这一点我们必须从另一个始点重新开始予以证明;因为唯有这样,我们才能更精确地确证运动是永恒的。

语法注3 条
  1. 8.3φανερὸν τοίνυν, ὡς οὐδὲ ἐπὶ τῶν μειουμένων ἀναγκαῖον ἀεί τι ἀπιέναι ὅτι διαιρεῖται τὸ μειούμενον εἰς ἄπειρα, ἀλλὰ καὶ ὅλον ποτὲ ἀπιέναι ἐνδέχεται, ὁμοίως δὲ καὶ ἐπ’ ἀλλοιώσεως ὁποιασοῦν;

    句末虽标有问号(希腊文分号),但以 φανερὸν ὡς... 引出的整个句子用作反问句,相当于强烈的肯定(“……难道不是显而易见的吗?”)。因果从句 ὅτι διαιρεῖται... 处于否定词 οὐδέ 的管辖之下,意为“并不由于减少之物可无限分割,就必然有某物始终在离去”。

  2. 8.3καὶ ἡ γῆ δὲ οὐκ ἐξ ἀνάγκης ἐν τῷ κάτω μένει, τῶν τε ἄλλων ἕκαστον τῶν φυσικῶν σωμάτων οὐκ ἐν τῷ οἰκείῳ τόπῳ γενόμενον ἠρεμεῖ·

    此处陈述了由论敌主张(万物始终处于运动中)所推导出的荒谬推论(归谬法)。主句动词 μένει 和 ἠρεμεῖ 前的否定词 οὐκ 表达反事实假设下的推论:“[若是如此,]大地就不会必然留在下方,各自然物体在进入本己处所后也不会静止”。紧接其后的反问句“因为那时我们将说它在做什么运动呢?”支持了这一归谬解读。

  3. 8.3οὔτε πάντα 〈ἀεὶ κινεῖται οὔτε πάντα〉 ἀεὶ ἠρεμεῖ

    校勘者用尖括号〈...〉补全了手抄本中因行末同字跳跃(homoioteleuton)而脱漏的文字。这与前段所设定的三重划分(万物皆运动、万物皆静止、部分运动而部分静止)相呼应,补足后形成工整的三重否定并列结构:既非万物[皆始终运动,亦非万物]皆始终静止,亦非一些始终运动而另一些始终静止。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:216.2-217.6