← 狄米斯提乌斯

亚里士多德《物理学》释义

§214.30-216.2

运动与静止的分类及对恒常运动说的驳斥

德米斯提厄斯对运动与静止的可能组合进行了系统分类,确立了某些存在者始终运动、某些始终静止、另一些兼有两者的立场。随后,他通过增大与缩小的非连续性以及关于力和分割的比喻,驳斥了万物皆在不知不觉中持续运动的观点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.3#1

3. Ἄνωθεν οὖν ἀναλαβοῦσι διαιρετέον.1 ἀνάγκη δὴ ἤτοι ἠρεμεῖν πάντα ἢ κινεῖσθαι ἢ τὰ μὲν κινεῖσθαι τὰ δὲ ἠρεμεῖν· καὶ εἰ τὰ μὲν κινεῖται τὰ δὲ ἠρεμεῖ, πάλιν τοῦτο τριχῶς ἂν συμβαίνοι· ἢ γὰρ τὰ μὲν κινούμενα ἀεὶ κινεῖται, τὰ δὲ ἠρεμοῦντα ἀεὶ ἠρεμεῖ, ἢ πάντα πέφυκεν ὁμοίως κινεῖσθαι καὶ ἠρεμεῖν, τὸ λοιπὸν ἔτι καὶ τρίτον· ἐνδέχεται γὰρ τὰ μὲν ἀεὶ τῶν ὄντων ἀκίνητα εἶναι, τὰ δὲ ἀεὶ κινούμενα, τὰ δὲ ἀμφοτέρων μεταλαμβάνειν, ὅπερ ἡμῖν ἀποδεικτέον ἐστίν. τοῦτο γὰρ ἔχει λύσιν γε πάντων τῶν ἀπορηθέντων καὶ τέλος ἡμῖν τῆς περὶ κινήσεως πραγματείας. ὅτι μὲν οὖν οὐ πάντα ἠρεμεῖ, γελοῖον ζητεῖν τινα λόγον ἀφέντας τὴν αἴσθησιν (ἀρρωστία γάρ ἐστι διανοίας μὴ διακρίνειν τά τε λόγου δεόμενα καὶ τὰ μή· ὑπὲρ ἐνίων γὰρ βέλτιον ἔχομεν ἢ λόγου δεῖσθαι)2 καὶ ἅμα οὐ πρὸς τὸν φυσικὸν ἡ ἀμφισβήτησις, ὥσπερ εἰρήκαμεν καὶ ἀρχόμενοι. ἀλλὰ καὶ ὅτι μὴ πάντα κινεῖται, ἀεί ἐστι μὲν ὁμοίως ἐναργὲς καὶ οὐ προσδεόμενον λόγου, προσήκει δὲ ἴσως τοῦτο μᾶλλον ἐξελθεῖν· οὐ γὰρ οὕτω παρὰ τὴν μέθοδον ὁ λόγος ὁ τὴν ἠρεμίαν καὶ μονὴν τῶν ὄντων ἀφαιρούμενος, ὡς ὁ τὴν κίνησιν. φασὶ δὲ δή τινες ἅπαντα μὲν ἀεὶ κινεῖσθαι, λανθάνειν δὲ τοῦτο τὴν ἡμετέραν αἴσθησιν, πρὸς οὓς καίπερ οὐ διορίζοντας, πότερον μίαν κίνησιν λέγουσιν ἅπαντα κινεῖσθαι συνεχῶς καὶ ποίαν γε ταύτην ἢ καὶ πάσας ἁπλῶς εἰπεῖν τὰς κινήσεις, ὁμοίως οὐ χαλεπὸν ἀπαντῆσαι· οὔτε γὰρ αὔξεσθαί τι πέφυκε συνεχῶς οὔτε πάλιν συνεχῶς μειοῦσθαι οὔτε συνάπτειν τὴν αὔξησιν τῇ μειώσει, ἀλλ’ ἔστι στάσις καὶ ἠρεμία ἐν μέσῳ, ἐπεί, εἰ συνεχὴς ἡ κίνησις ἦν ἀπὸ τῆς αὐξήσεως εἰς τὴν μείωσιν, τὸ αὐξανόμενον ἂν εἰς τὸ μειοῦσθαι μετέβαλεν. οὔτε, εἰ δύο πήχεις ηὔξηται ἐν τοῖς εἴκοσιν ἐνιαυτοῖς, ηὔξηταί τι μόριον τῶν δύο πηχῶν ἐν ὥρᾳ μιᾷ· ὅμοιον γὰρ τὸ λέγειν, ὡς, ἐπειδὴ τὴν πέτραν ἐκοίλαναν οἱ πεντακισχίλιοι σταλαγμοὶ τοσονδί, καὶ ἕκαστος τῶν σταλαγμῶν μέρος τι πάντως ἐκοίλανε3 καί, εἰ διέστησε τοὺς λίθους ἐκφυεῖσα εἰς σπιθαμὴν ἡ συκῆ, καί, ἡνίκα πρῶτον ἐκ τῆς κεγχραμίδος ὑπεφύετο, μέρος τι διίστησι τῆς σπιθαμῆς· ἀλλ’ ὥσπερ οἱ ἑκατὸν ἅμα καθέλκουσι τὴν ναῦν, εἷς δὲ ἕκαστος οὐδ’ ἂν σαλεύσειε προσελθών, οὕτως οἱ μὲν τοσοίδε σταλαγμοὶ τοσονδὶ τῆς πέτρας ἀφεῖλον, εἷς δὲ καθ’ αὑτὸν μέρος οὐδ’ ὁτιοῦν. οὐ γὰρ εἰ διαιρετὸν τὸ μέγεθος, ἐκοίλανεν ἐξ ἀνάγκης ἕκαστος αὐτῶν [ἐκοίλανάν] τι μόριον τοῦ μεγέθους,4 ἀλλ’ ὑπὸ τῶν τοσῶνδε ὅλον ἐπῆλθε τοσόνδε.

3. 因此,我们必须从头重新拾起并进行划分。必然地,要么万物皆静止,要么万物皆运动,要么一些运动而另一些静止;而如果一些运动而另一些静止,这又可能有三种情况:因为要么运动者始终运动,静止者始终静止;要么万物同样本性上既能运动也能静止;要么还有剩下的第三种可能:因为存在者中有些可能始终不动,有些始终运动,有些则分享这两者,而这正是我们所必须论证的。因为这包含着对所提出的一切疑难的化解,也是我们关于运动的探讨的终点。因此,并非万物皆静止,若是放弃感觉去寻求某种论证则是荒谬的(因为分辨不清何者需要论证、何者不需要论证乃是思智的一种孱弱;因为对于某些事情,我们的状态优于需要论证的状态),同时,正如我们在开篇时所说,这种争辩并不是针对自然哲学家的。然而,并非万物皆运动,这一事实同样始终显而易见且不需要论证,不过也许更适宜将这一点彻底探究;因为从存在者中取消静止与持存的论据,并不像取消运动的论据那样违背研究的方法。不过,确实有人主张万物皆始终运动,只是这一点逃避了我们的感觉;对于他们,尽管他们并未明确界定他们是说万物以单一运动连续运动且究竟是何种运动,还是单纯指所有的运动,同样不难作出回应:因为没有任何事物本性上能连续增大,也不能连续缩小,更不能将增大与缩小直接接续起来,而是在中间存在着停顿与静止,因为如果从增大到缩小的运动是连续的,那么正在增大的事物就会直接变为缩小。同样,即使某物在二十年内长大了两肘,它也绝非在一个小时内就长大了这两肘的某个微小部分;因为这就好比说,既然五千滴水滴将岩石凿出了这么大的凹坑,每一滴水滴也必定都凿出了一部分;又或者说,如果无花果树长到一拃大时撑裂了石头,它在刚从种子萌芽时也必定撑开了一拃的某个微小部分;然而,正如一百个人能合力将船拖下水,而单个的人即使上前也根本无法使其晃动,同样,这么多的水滴削去了岩石的这么大一部分,但单独一滴水本身却完全没有削去任何部分。因为绝不是由于量度是可分的,它们中的每一滴就必然凿出了该量度的某个微小部分,而是由这么多的数量共同产生了如此大小的整体效果。

语法注4 条
  1. 8.3Ἄνωθεν οὖν ἀναλαβοῦσι διαιρετέον.

    分词 ἀναλαβοῦσι 是动词性形容词 διαιρετέον 所要求的动作主体与格,意为“我们必须从头重新拾起并进行划分”。

  2. 8.3ὑπὲρ ἐνίων γὰρ βέλτιον ἔχομεν ἢ λόγου δεῖσθαι

    短语 βέλτιον ἔχομεν 是习语,意为“我们处于更好的状态”,后接连词 ἢ 和不定词 δεῖσθαι,表示比较的基准:“优于需要论证的状态”。

  3. 8.3ὅμοιον γὰρ τὸ λέγειν, ὡς, ἐπειδὴ τὴν πέτραν ἐκοίλαναν οἱ πεντακισχίλιοι σταλαγμοὶ τοσονδί, καὶ ἕκαστος τῶν σταλαγμῶν μέρος τι πάντως ἐκοίλανε

    骨干结构为 ὅμοιον [ἐστί] τὸ λέγειν ὡς...(“因为说……是相似的”),带冠词不定词 τὸ λέγειν 作主语。在 ὡς 引导的宾语从句中嵌套了 ἐπειδή 从句,主句中的 καί 起呼应作用(“既然……,则每一个也同样……”)。

  4. 8.3οὐ γὰρ εἰ διαιρετὸν τὸ μέγεθος, ἐκοίλανεν ἐξ ἀνάγκης ἕκαστος αὐτῶν [ἐκοίλανάν] τι μόριον τοῦ μεγέθους

    否定词 οὐ 否定整个条件结构(“因为并非如果量度可分,它们中的每一个就必然凿出了……”)。括注中的动词 [ἐκοίλανάν] 系传抄异文或重文,在句法上仅有单数动词 ἐκοίλανεν 与主语 ἕκαστος αὐτῶν 搭配。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:214.30-216.2