← 狄米斯提乌斯

亚里士多德《物理学》释义

§213.6-214.29

对运动永恒性两条反驳的化解

特米斯蒂乌提出了反对运动永恒性的两条反驳(受相反极限限定的个别变化的有限性,以及无生命物和动物从静止开始运动的现象),并通过指出单一片非相反运动的存在可能,以及外在原因和内在生理运动的作用来化解这些疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.2

2. Λυτέον δὲ καὶ αὖθις, ἅ τις ἂν ὑπολάβοι πρὸς τὴν θέσιν ταύτην ἐναντίως ἔχειν. φαίη γὰρ ἄν τις πρῶτον μέν, ὡς, εἰ μηδεμία κίνησις1 ἀΐδιος, οὐδ’ ὅλως ἀΐδιος κίνησις. ἀλλὰ μὴν ὥρισται πᾶσα μεταβολὴ (πᾶσα γὰρ ἔκ τινος εἴς τι) καὶ τὰ πέρατα ἑκάστης τἀναντία, ἀφ’ οὗ τε ἄρχεται καὶ εἰς ὃ λήγει, ἴσμεν· ἄπειρον γὰρ οὐδὲν κινεῖται. δεύτερον δέ, εἴπερ ἐναργῶς ὁρῶμεν, ὅτι δυνατὸν κινηθῆναι τὸ παντελῶς πρότερον μὴ κινούμενον, καὶ νῦν ἄρξασθαι τῆς κινήσεως πρότερον μηδ’ ἡντιναοῦν ἔχον κίνησιν ἐν ἑαυτῷ μήτε καθόλου μήτε κατὰ μέρος, φανερὸν ὅτι δυνατὸν γενέσθαι κίνησιν οὐκ οὖσαν. κινεῖται γὰρ καὶ ἄψυχα ἀπό τινος ἀρξάμενα χρόνου, οἷον γῆ πῦρ ὕδωρ ἀήρ, καὶ τὰ σύνθετα οὐδεμίαν ἔχοντα πρότερον μεταβολήν, ἀλλ’ ἠρεμοῦντα, πάλιν κινεῖται καὶ τὰ ἔμψυχα ἐκ παντελοῦς ἠρεμίας. καίτοι πρὸς μὲν τὰ ἄψυχα ἐνσταίη τις ἄν, ὅτι κινεῖται ὑπ’ ἄλλου πρότερον αὐτοῦ κινουμένου, ὡς μὴ λίαν ἐκ τούτων τὴν κίνησιν γενητὴν ἀποδείκνυσθαι. πρὸς δὲ δὴ τὰ ἔμψυχα καὶ τὰ ζῷα οὐδὲ ἔνστασιν ἐξευρεῖν τινα ῥᾴδιόν ἐστι· ταῦτα γὰρ ὑφ’ ἑαυτῶν κινεῖται πολλάκις ἐκ παντελοῦς τῆς προτέρας ἡσυχίας. εἰ δὲ ἐν ζῴῳ δυνατὸν τοῦτο, γενέσθαι κίνησιν οὐκ οὖσαν οὔτε ἐν αὑτῷ οὔτε ἔξωθεν, τί κωλύει τὸ αὐτὸ συμβῆναι καὶ ἐν τῷ παντί; εἰ γὰρ ἐν σμικρῷ κόσμῳ δυνατόν, καὶ ἐν τῷ μεγάλῳ. Πρῶτον δὴ τὸ πρῶτον ἐπισκεπτέον. ὅτι μὲν οὖν, εἰ πᾶσα γένοιτο κίνησις ἐξ ἐναντίων εἰς ἐναντία, ὁρίζεται ὑπὸ τῶν ἐναντίων καὶ περατοῦται, καὶ οὐκ ἔστι συνεχὴς οὐδ’, εἰ πάλιν ἀνακάμπτει καὶ πάλιν, ὀρθῶς λέγεται. οὐδὲ γὰρ τὴν αὐτὴν καὶ μίαν οἷόν τε εἶναι τὴν τοιαύτην, ὥσπερ οὐδὲ τῆς χορδῆς εἷς ἀριθμῷ καὶ ὁ αὐτὸς φθόγγος, ὅταν πλήττηται πάλιν καὶ πάλιν, καὶ τοῦτο δὲ προϊόντες ἀκριβέστερον ἐπιδείξομεν· ἀλλ’ ὅπερ ἔφην, εἰ μὲν ἅπασα κίνησις τοιαύτη, καλῶς λέγεται τὸ μηδεμίαν μήτε ἀίδιον εἶναι κίνησιν μήτε συνεχῆ· εἰ δὲ ἔστι τις καὶ μία συνεχὴς καὶ οὐκ ἐξ ἐναντίων εἰς ἐναντία, δῆλον ὡς οὐκέτι προσεκτέον τούτῳ τῷ λόγῳ. ἀλλὰ μὴν περί γε τοῦ κινεῖσθαι τὰ ἄψυχα μήτε κινούμενα ῥᾴδιον εἰπεῖν, ὡς ὑφ’ ἑτέρων κινούμενα οὐδὲν θαυμαστὸν κινεῖσθαι μέν, ὅταν αὐτοῖς παρῇ τὸ κινοῦν, μὴ κινεῖσθαι δέ, ὅταν μή· οὐ γὰρ ἐν τῷ ταῦτα ἄρχεσθαί γε τοῦ κινεῖσθαι καὶ πάλιν παύεσθαι δείκνυται ἁπλῶς ἡ κίνησις οὐκ ἀΐδιος. ὑφ’ ὧν γὰρ ἔξωθεν ὄντων ταῦτα κινεῖται, ἐκεῖνα τί κωλύει κινούμενα συνεχῶς καὶ ἀεὶ τῆς τούτων παρὰ μέρος κινήσεως αἴτια γίνεσθαι; τὸ γὰρ δὴ καὶ τοῦτο ὂν αὐτὸ ζητεῖν,2 τί δήποτε οὐκ ἀεὶ κινεῖται τὰ ἄψυχα ἀεὶ κινουμένου τοῦ κινοῦντος αὐτά, οὐκέτι περὶ κινήσεως ἀμφισβητούντων ἐστίν, εἴτε ἀΐδιος εἴτε μή, ἀλλ’ ὅλως προσαπορούντων, τί δήποτέ ἐστίν τινα τῶν ὄντων, ἃ ποτὲ μὲν κινεῖται, ποτὲ δὲ ἠρεμεῖ, ὡς τοῦτο ἀρχὴν τῆς παρούσης συμπάσης σκέψεως εἶναι, διὰ τί πολλὰ τῶν ὄντων τοιαῦτα. φαίνεται γὰρ καὶ τὰ ζῷα ποτὲ μὲν κινούμενα, ποτὲ δὲ ἠρεμοῦντα παντελῶς, καὶ ὅταν κινῆται ἐν αὑτοῖς ἔχοντα τῆς κινήσεως τὴν αἰτίαν. ἢ τὸ μὲν ἐπὶ ζῴων λύειν οὐ χαλεπόν, εἰ καὶ μάλιστα οὗτος ὁ λόγος δοκεῖ πιθανώτερον κατασκευάζειν, ὅτι δυνατὸν κίνησιν οὐκ οὖσαν γενέσθαι· οὐδὲ γὰρ ἠρεμεῖ ποτε παντελῶς, ἀλλ’ ἀεί τινας κινήσεις κινεῖται συμφύτους, οὔτε πάσης κινήσεως ἐν αὑτοῖς ἔχει τὴν αἰτίαν καὶ τὴν ἀρχήν, ἀλλὰ μόνης τῆς κατὰ τόπον· πολλὰς δὲ κινεῖται καὶ ἔξωθεν ὑπὸ τοῦ περιέχοντος· καὶ γὰρ θερμαίνεται καὶ ψύχεται καὶ λευκαίνεται καὶ μελαίνεται καὶ ὁρᾷ καὶ ἀκούει τῶν ἐνδιδόντων ἔξωθεν τὰς κινήσεις ταύτας τῷ ζῴῳ.3 οὐδὲν οὖν κωλύει, μᾶλλον δὲ ἴσως καὶ ἀναγκαῖον ἐν μὲν τῷ σώματι πολλὰς ἐγγίνεσθαι κινήσεις ὑπὸ τοῦ περιέχοντος, τούτων δὲ ἐνίας τὴν διάνοιαν ἢ τὴν ὄρεξιν κινεῖν, ἐκείνην δὲ τὸ ὅλον ζῷον. ἡ μὲν γὰρ θερμασία τὴν ἐπιθυμίαν ἐκίνησεν τοῦ ποτοῦ, ἡ δὲ ἐπιθυμία τὸ ζῷον ἐπὶ τὸ ὕδωρ, μάλιστα δὲ ὁ ὕπνος δῆλον ποιεῖ· τότε γὰρ τὴν ἐξ αὑτῶν οὐ κινούμενα κίνησιν τὰ ζῷα ὅμως κινοῦνται πολλὰς κινήσεις πεττομένης τῆς τροφῆς, φανταζομένης τῆς διανοίας, ἀλλοιουμένων τινῶν ἐν αὐτοῖς ὑπὸ τοῦ περιέχοντος, θερμαινομένων ἢ ψυχομένων. οὕτω γοῦν καὶ διανίσταται πάλιν αἰτίας τινὸς γενομένης τῶν τοιούτων ἀλλοιώσεων, τοῦ διεγείρεσθαι. ἀλλὰ καὶ περὶ τῆς τῶν ζῴων κινήσεως καὶ περὶ τῆς τῶν ἀψύχων καὶ περὶ πάσης ἁπλῶς τῆς προκειμένης σκέψεως ὅπως τἀληθὲς ἔχει, γένοιτ’ ἂν φανερόν, εἰ μάθοιμεν, ὃ καὶ προεῖπον, τί δήποτε ἔνια τῶν ὄντων ποτὲ μὲν κινεῖσθαι φύσιν ἔχει ποτὲ δὲ ἠρεμεῖν.

2. 接下来我们还必须化解有人可能认为与这一主张相对立的诸点。因为有人首先可能会说,如果没有任何个别运动是永恒的,那么普遍而言运动也绝非永恒。然而每一变化都是受限定的(因为一切变化都是从某物到某物),并且我们知道每一变化的极限都是相反者,即从何开始以及在何处告终;因为没有任何事物无限地运动。其次,如果我们清楚地看到,先前完全不运动的事物能够被推动,并且先前无论是作为整体还是作为部分在自身内部完全不具有任何运动,如今却开始运动,那么显然,不存在的运动有可能产生。因为无灵魂之物也从某一时间开始运动,例如土、火、水、气,以及先前没有任何变化而处于静止的复合体,又有灵魂之物从完全的静止中再次运动。然而对于无灵魂之物,人们固然可以提出异议说,它们是被自身先前运动的另一物所推动的,从而由此并不能十分有力地证明运动是生成的。但是对于有灵魂之物以及动物,甚至要找出某种异议也是不容易的;因为这些事物经常出于先前完全的平静而由自身推动。但如果在动物之中这是可能的,即产生在自身之中或从外而来皆不存在的运动,那么有什么阻止同样的事情在全宇宙中也发生呢?因为如果这在小宇宙中是可能的,在大宇宙中也是可能的。 因此首先必须考察第一点。从而,如果一切运动都从相反者向相反者产生,它就被相反者所限定和限制,并且即使它一次又一次地折返也不是连续的,这样说是正确的。因为这样的运动不可能是一而且相同的,正如有琴弦被一次又一次拨动时其声音在数目上并非单一且相同,我们随后的论述中也将更精确地证明这一点;但正如我所说,如果一切运动皆是如此,那么说没有任何运动是永恒的或连续的,乃是中肯之言;但如果存在某种单一、连续且并非从相反者向相反者进行的运动,显然我们就不必再理会这种论据了。再者,关于原本不运动的无灵魂之物被推动,很容易说明,既然它们是由他物推动的,那么当推动者临在于它们时它们运动,而不临在时不运动,这丝毫不值得奇怪;因为绝不是在这些事物开始运动并再次停止这一事实中,运动就被单纯证明为非永恒的。因为作为外在之物推动它们的那些事物,有什么能阻止它们自身连续且始终运动着,并成为这些事物断续运动的原因呢?因为探究这本身存在的事实,即为何在推动它们的事物始终运动的情况下无灵魂之物却不始终运动,这已不再属于对运动是否永恒进行争论之人的事,而是属于提出更普遍疑难之人的事,即究竟为何存在者中有一些时而运动时而静止,因为为何许多存在者是如此的,乃是当前全部考察的本原。因为动物也显现为时而运动,时而完全静止,并且当它们运动时,在自身之中拥有运动的原因。或者毋宁说,化解关于动物的论点并非难事,即便这一论据似乎最为有力地确立了不存在的运动有可能产生;因为动物绝非完全静止,而是始终进行着某些天赋的运动,并且它也并非在自身之中拥有所有运动的原因与本原,而仅仅拥有位移运动的原因与本原;并且它也由周围环境从外部受到许多运动。因为在外部事物将这些运动赋予动物的情况下,动物变热、变冷、变白、变黑,并进行看和听。因此,绝无任何事物阻止——或者毋宁说甚至必然是——由周围环境在身体中产生许多运动,而其中一些推动思智或欲求,欲求又推动整个动物。因为热量引起了对饮料的渴求,而渴求推动动物走向水;睡眠尤其清楚地表明了这一点;因为彼时动物虽不以源于自身的运动而运动,却由于食物的消化、思智的表象、自身内部某些成分被周围环境所蚀变、受热或受冷,而依然进行着许多运动。至少正是如此,当此类蚀变中的某一种成为苏醒的原因时,它也再次起身。然而,关于动物的运动、无灵魂之物的运动以及单纯关于当前所提出的全部考察,其真情究竟如何,正如我先前所说,如果我们弄清究竟为何存在者中的某些事物本性上时而运动时而静止,就会变得明朗了。

语法注3 条
  1. 8.2ὡς, εἰ μηδεμία κίνησις ἀΐδιος, οὐδ’ ὅλως ἀΐδιος κίνησις

    连词 ὡς 引导间接引语从句,其内部包含条件从句(εἰ μηδεμία...)与主句(οὐδʼ ὅλως...)。否定词 μηδεμία 指个别运动的分配性否定(“如果没有任何一个运动……”),而 οὐδʼ ὅλως 则构成整体上的总括性否定(“普遍而言运动也绝非……”)。后半部分省略了系动词 ἐστί。

  2. 8.2τὸ γὰρ δὴ καὶ τοῦτο ὂν αὐτὸ ζητεῖν

    带冠词不定式短语 τὸ ... ζητεῖν 作全句的主语,后续的 οὐκέτι ... ἀμφισβητούντων ἐστίν 构成谓语(“已不再属于……争论之人的事”)。属格分词 ἀμφισβητούντων 与系动词 ἐστίν 连用,充当特征属格。不定式的宾语为 τοῦτο αὐτό,插入的分词 ὄν 则作为表词性补充说明其客观实在性(“这本身存在的事实”)。

  3. 8.2τῶν ἐνδιδόντων ἔξωθεν τὰς κινήσεις ταύτας τῷ ζῴῳ

    此句为无明确名词主语的独立属格结构,其隐含的逻辑主语根据副词短语 ἔξωθεν 及上下文可补充为外在事物(τῶν [ἔξωθεν πραγμάτων] ἐνδιδόντων),为前接的一连串被动动词(θερμαίνεται, ψύχεται 等)提供伴随状况或外部起因的说明。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:213.6-214.29