- 底本
- Themistius, In Aristotelis Physica Paraphrasis. Commentaria in Aristotelem Graeca V.2, ed. H. Schenkl, Berlin: Reimer 1900, pp. 1-236. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:211.32-213.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
忒弥斯修根据“现在”乃是兼具时间开端与终结的中介这一特性论证了时间的永恒性,进而论述了运动的不可毁灭性,并批判了恩培多克勒与阿那克萨哥拉在没有给出原因的情况下设定运动的交替或运动的开端。
ἀλλ’ ἵνα μὴ μόνον πλήθει μαρτύρων δυσωπεῖν δοκῶμεν, τὸν λόγον αὐτὸν καθ’ αὑτὸν ἐξετάσομεν, εἰ οἷόν τέ ποτε γενέσθαι μὴ ὄντα τὸν χρόνον. μάχεται δὲ καὶ αὕτη πρὸς ἑαυτὴν ἡ ὑπόθεσις· τὸ γὰρ ποτὲ καὶ μὴ εἶναι πρότερον καὶ τὸ γενέσθαι νῦν ἐν χρόνῳ πάντα χρόνου κατηγορήματα καί, ἵνα τὰ ἄλλα παρῶ, τίς οὐκ οἶδεν, ὅτι οὔτε τὸ νῦν ἄνευ χρόνου οὔτε ὁ χρόνος ἄνευ τοῦ νῦν· μεσότης γὰρ χρόνου τὸ νῦν καὶ ἀρχήν τινος χρόνου καὶ τελευτὴν ἔχον ἅμα, ἀρχὴν μὲν τοῦ ἐσομένου, τελευτὴν δὲ τοῦ παρελθόντος, ὃ μόνον ἐστὶ τοῦ χρόνου δυνατὸν λαβεῖν.1 εἰ οὖν ἐφ’ ἁπάσης γενέσεως καὶ ἐφ’ ἅπαντος γινομένου τοῦ νῦν συνεπινοεῖν ἀναγκαῖον, ἀναγκαῖον αὐτῷ συνεπινοεῖν ἐπ’ ἀμφότερα καὶ τὸν χρόνον, ὥστε εἰ νῦν ἤρξατο ὁ χρόνος, καὶ πρότερον ἦν χρόνος, οὗ πέρας τὰ νῦν• εἰ δὲ ἀδύνατον ταῦτα, ἀίδιος δήπουθεν ὁ χρόνος, εἰ δὲ ὁ χρόνος ἀίδιος, καὶ ἡ κίνησις, εἴπερ ἄνευ κινήσεως χρόνον ἐπινοεῖν ἀδύνατον ἐπιδέδεικται. Τοῖς δὲ αὐτοῖς χρησόμεθα λόγοις καὶ ἐπὶ τοῦ ἄφθαρτον εἶναι τὴν κίνησιν. ὡς γὰρ ἐπὶ τοῦ γίνεσθαι κίνησιν συνέβαινε, προτέραν εἶναί τινα κίνησιν τῆς πρώτης λαμβανομένης, οὕτως ἐνταῦθα ὑστέραν τῆς τελευταίας• φθαρείσης γὰρ τῆς κινήσεως ἢ φθείρεται καὶ τὰ πράγματα ἢ μένει. εἰ μὲν οὖν φθείροιτο, ἐπειδὴ μηδὲν εἰς τὸ παντελῶς μὴ ὂν ἀφανίζεται, δῆλον ὡς εἰς ἄλλο τι μεταβάλλει, μεταβολὴ δὲ πᾶσα διὰ κινήσεως• ἔσται ἄρα μετὰ τὴν φθορὰν τῆς κινήσεως κίνησις. εἰ δὲ ἀεὶ διαμένει, τὰ αὐτὰ πάλιν ἐρησόμεθα, ἅπερ καὶ ἐπὶ τοῦ γίνεσθαι τὴν κίνησιν. τί γὰρ δήποτε τὰ μὲν κινητὰ ὄντα τὰ δὲ κινητικὰ ἠρεμεῖ τὸν ἄπειρον χρόνον καὶ πρότερον μὲν ἐκίνει καὶ ἐκινεῖτο, νῦν δὲ οὐκέτι; τὸ γὰρ ἄλογον καὶ ἀναίτιον μάλιστα ἐπὶ τῆς φύσεως φυλακτέον, ὡς σχεδὸν ἅπαντες παρορῶσιν, ἐπεὶ καὶ Ἐμπεδοκλῆς ἐν μέρει ποιῶν τὴν κίνησιν καὶ ἠρεμίαν κίνησιν μὲν ὑπὸ τῆς φιλίας καὶ τοῦ νείκους, ἠρεμίαν δὲ ἐν τοῖς μεταξὺ χρόνοις οὐ προστίθησι τὴν αἰτίαν, δι’ ἣν ἐν μέρει ταύτην ἀποδίδωσιν· ἀλλ’ οὐδὲ Ἀναξαγόρας τὴν αἰτίαν προσεπιλέγει, δι’ ἣν τόδε τὸ μῖγμα ἠρεμοῦν τὸν ἄπειρον χρόνον ἤρξατό ποτε κινεῖν ὁ βραδύτατος νοῦς. διὰ τί γὰρ οὐ θᾶττον καὶ τοῦ θᾶττόν γε διὰ τί μὴ θᾶττον ἀεί; καὶ οὐδὲν γὰρ ἄλογον οὔτε ἄτακτον ἐν τοῖς παρὰ τῆς φύσεως γινομένοις, ἀλλ’ ἡ φύσις αἰτία πάσης τάξεως καὶ τοῦ γίνεσθαι κατὰ λόγον· τὸ δὲ τὸν ἄπειρον χρόνον ἠρεμεῖν, νῦν δὲ ἄρξασθαι τῆς κινήσεως, εἴτε εἰς ἄπειρον κινησόμενα εἴτε ἠρεμήσοντα πάλιν τίνα λόγον ἔχει, τίνα δὲ τάξιν2 μηδεμιᾶς λεγομένης διαφορᾶς, δι’ ἣν νῦν μᾶλλον ἢ πρότερον; ἢ γὰρ ἁπλῶς ἔχειν δεῖ τὰ φυσικὰ καὶ οὐχ ὁτὲ μὲν οὕτως ὁτὲ δὲ ἄλλως, οἷον τὸ πῦρ φύσει ἄνω φέρεται καὶ ἡ γῆ κάτω, ἢ τοῦ μὴ ὡσαύτως ἔχειν ἀεὶ λόγον ἀποδοτέον τῷ φυσικῷ. καίτοι οὐδὲ ὅσα ἀεὶ ἔστιν οὕτως ἢ γίνεται, οὐδὲ ταῦτα ἅπαντα ἄνευ λόγου τε καὶ ἀρχῆς· ἀεὶ γὰρ τὸ τρίγωνον δυσὶν ὀρθαῖς ἔχει ἴσας τὰς γωνίας, ἀλλ’ ὅμως ἐστὶ τοῦ ἀεὶ τοιοῦτον εἶναι ἕτερον αἴτιον· ἀλλ’ ἐκεῖνα τῶν ἀϊδίων αἴτια, ὅσα αἴτια, πρῶτα καὶ ἀρχαὶ πρῶται.3 οὕτως μὲν οὖν προηγουμένως κατασκευάζοντι φαίνεται μὴ ἐνδέχεσθαι εἶναι χρόνον, ὅτε κίνησις οὐκ ἦν ἢ οὐκ ἔσται.
然而,为了使我们看起来不单凭见证者人数之多来压服人,我们应当就论证本身来考察,时间在先前不存在的情况下,是否有可能在某时产生。而且这假说本身也是自相矛盾的;因为“某时”、“先前不存在”以及“如今产生”全都在时间之中,都是时间的谓述;并且姑且不论其他,谁不知道既没有脱离时间的“现在”,也没有脱离“现在”的时间呢?因为“现在”是时间的中介,同时具有某种时间的开端与终结——即将来时间的开端,与过去时间的终结——这是时间中唯一能够把握的东西。因此,如果在一切生成中以及在每一个生成的事物上,都有必要连带设想“现在”,那么就有必要连带设想向着两个方向的时间;以至于如果时间如今开始,那么先前也有时间,而“现在”乃是其极限。但如果这些是不可能的,时间想必就是永恒的;而如果时间是永恒的,运动也是永恒的,只要已经证明脱离运动设想时间是不可能的。我们也将把同样的论证用于运动是不可毁灭的这一命题。因为正如在运动产生的情形中,得出的结论是在被视作最初的运动之前还存在某种运动,这里也是在最后的运动之后还存在某种运动;因为当运动毁灭之后,事物要么也一同毁灭,要么留存下来。如果它们毁灭,既然没有任何事物消逝进入完全的非存在,显然它们变化为别的某种事物,而一切变化都通过运动;因此在运动毁灭之后仍将会有运动。如果它们始终留存,我们将再次询问正如在运动产生时所问的完全相同的问题:究竟为何一些事物作为可动者而另一些作为能动者,却在无限的时间里静止,并且先前推动与被推动,如今却不再如此?因为在自然之中最应当戒绝无理与无原因之事,而这几乎被所有人忽略;因为恩培多克勒也是如此,他使运动与静止交替出现——运动在“爱”与“争”之下,而静止在中间的时间里——却并未补充说明他为何设定这种交替的原因;而阿那克萨哥拉同样没有添附说明,为何那最为迟缓的心灵在某时开始推动这曾处于无限时间静止之中的混合物。因为为何不更早一些,而比起“更早”,又为何不始终更早呢?因为在由自然所产生的事物中,绝没有任何无理或无秩序之物,相反,自然乃是一切秩序以及依照理性生成的原由;但在无限的时间里静止,而如今开始运动,无论它们是将无限地运动下去还是再次静止,既然未曾说明由于何种差别以至于如今而非此前,这究竟有何道理,又有何秩序?因为自然物要么必须单纯处于某种状态,而不是时而如此时而别样(正如火依自然向上运动而土向下运动),要么自然哲学家必须对它们何以并不始终保持相同状态给出说明。然而,甚至那些始终如此存在或生成的事物,也并非全都是没有理由与本原的;因为三角形的内角始终等于两直角,但它始终如此仍有另一原因;但在永恒事物的诸原因中,凡是作为原因的,皆是第一者与第一本原。因此,对于按正道确立论点的人而言,显然不可能存在曾经没有运动或将来没有运动的时间。
- 8.1ὃ μόνον ἐστὶ τοῦ χρόνου δυνατὸν λαβεῖν
关系代词 ὃ 的先行词是中性名词 τὸ νῦν 以及紧接其前同位语性质的说明短语。τοῦ χρόνου 是部分属格,修饰 δυνατὸν λαβεῖν,意为“在时间之中唯一能够把握的东西”。
- 8.1τὸ δὲ τὸν ἄπειρον χρόνον ἠρεμεῖν, νῦν δὲ ἄρξασθαι τῆς κινήσεως, εἴτε εἰς ἄπειρον κινησόμενα εἴτε ἠρεμήσοντα πάλιν τίνα λόγον ἔχει, τίνα δὲ τάξιν
句首的中性冠词 τὸ 将紧随其后的两个不定式短语(τὸ ... ἠρεμεῖν, νῦν δὲ ἄρξασθαι)名词化,作为疑问句的主题/主语引出。句子的核心疑问结构为 τίνα λόγον ἔχει, τίνα δὲ τάξιν(“具有何种道理,又具有何种秩序”)。分词 κινησόμενα 与 ἠρεμήσοντα 为中性复数宾格,与不定式隐含的主语相一致。
- 8.1ἀλλ’ ἐκεῖνα τῶν ἀϊδίων αἴτια, ὅσα αἴτια, πρῶτα καὶ ἀρχαὶ πρῶται
省略系词(ἐστίν)的名词谓语句。主语为 ἐκεῖνα,受到括号式关系从句 ὅσα αἴτια(“凡是作为原因的”)的限定。τῶν ἀϊδίων 依存于 αἴτια,表语为 πρῶτα καὶ ἀρχαὶ πρῶται(“皆是第一者与第一本原”)。
