- 底本
- Themistius, In Aristotelis Physica Paraphrasis. Commentaria in Aristotelem Graeca V.2, ed. H. Schenkl, Berlin: Reimer 1900, pp. 1-236. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:210.22-211.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
德谟斯提乌批判了将最初运动归结为可动者之生成的观点,指出即便事物永恒预存,从静止到运动的转变也必然需要另一先行的运动(如接近或障碍的消除)。此外他指出,主张运动之前存在时间这一说法本身就自相矛盾,因为时间不可能脱离运动而存在。
‘ναί’, φησίν, ‘ἀλλ’ ἐκείνην λέγω προτέραν τὴν κίνησιν, δι’ ἧς ἐγένετο τὰ κινεῖσθαι δυνησόμενα’. ἀλλ’ εἰ μέμνησαι τοῦ τῆς κινήσεως ὁρισμοῦ καὶ δίδως ἀεὶ προυπάρχειν τὸ κινεῖσθαι δυνάμενον τῆς κινήσεως καί, ὅταν γένηται τὰ πράγματα διὰ κινήσεως, καὶ μετέχειν πάντως ἐν τῇ γενέσει κινήσεως, * * * πρότερον πρὸς ἐκείνην τὴν κίνησιν ἐπιτηδείως, καθ’ ἣν εἰς τὴν γένεσιν ἔρχεται.1 ἐπειδὴ γὰρ οὐδὲν ἐκ τοῦ παντελῶς μὴ ὄντος, ἀλλ’ ἐκ τοῦ τὶ μὲν ὄντος τὶ δὲ μὴ ὄντος, ἀνάγκη προϋπάρχειν πως τὸ τὴν πρώτην ταύτην μεταβολὴν καὶ κίνησιν ὑφιστάμενον. πάλιν οὖν ἐρησόμεθα ὁμοίως, τὸ προυπάρχον ἀίδιον ἦν ἢ γενητόν; εἰ γὰρ πάλιν λέγομεν, ὅτι γενητόν, προήξομεν ταὐτὰ ἀποροῦντες· μόνως γὰρ οὕτως ἦν δυνατὸν ἀρχὴν λαβεῖν τῆς κατὰ χρόνον κινήσεως, εἴπερ ἦν δυνατὸν ἐκ τοῦ παντελῶς μὴ ὄντος ποιεῖν τὴν γένεσιν. ἀλλὰ δῆτα προϋπαρχέτω τὰ πράγματα τὸν ἅπαντα χρόνον ἀίδια· ἄρχεται δὲ τῆς κινήσεως ἀπό τινος χρόνου. φαίνεται μὲν δὴ καὶ αὐτόθεν ἐπιστήσασιν ἄλογος ἡ ὑπόθεσις· τί γὰρ δήποτε νῦν ἄρχεται κινεῖσθαι πρότερον δ’ οὔ; ὁμοίως δὲ καὶ προάγουσιν εἰς τὸ ἐφεξῆς τὸν λόγον ἀτοπώτερα συμβαίνει· εἰ γὰρ τῶν μὲν οἷόν τε ὄντων κινεῖσθαι τῶν δὲ οἷόν τε ὄντων κινεῖν ὅμως πρότερον μὲν ἦν ἀμφοῖν ἠρεμία, νῦν δὲ ἄρχεται τὸ μὲν κινεῖσθαι τὸ δὲ ἠρεμεῖν, δεῖ πρότερον ὑπάρχειν αἰτίαν τῆς μεταβολῆς, δι’ ἣν πρότερον οὐκ ἐνήργει κατὰ δύναμιν, νῦν δὲ ἀπείληφε τὴν ἐνέργειαν· οὐ γὰρ δὴ χωρὶς αἰτίας ὁμοίως ἔχοντα πρὸς ἄλληλα νῦν τε καὶ πρότερον, νῦν μὲν ἐνεργεῖ πρότερον δ’ οὔ, ἀλλ’ ἢ πλέον ἀλλήλων πρότερον ἀφειστήκει νῦν δὲ πλησίον γέγονεν, ἤ τι μεταξὺ πάντως ἦν τὸ κωλῦον, ὃ νῦν ἀνῄρηται. ὅ τι δ’ ἂν τούτων ὑπόθῃ, κίνησιν ἑτέραν ὑποτίθεσθαι ἀνάγκη τῆς προτέρας ὑποκειμένης. εἰ γὰρ ἀεὶ μὲν τὰ πράγματα ἦν, οὐκ ἀεὶ δὲ τὰ μὲν κινεῖται τὰ δὲ κινεῖ, ἀλλὰ ἤρξατο νῦν, δῆλον ὡς πρότερον οὐκ εἶχε τὴν σχέσιν ταύτην πρὸς ἄλληλα, ἣν νῦν ἔχοντα τὸ μὲν κινεῖται τὸ δὲ κινεῖ, ἀλλὰ μετέβαλλεν αὐτῶν θάτερον ἢ ἀμφότερα, ἢ τὸ κινητικὸν μόνον ἢ τὸ κινητόν. εἴπερ οὖν, ἵνα τῆς πρώτης ἄρξηται κινήσεως, προτέρας κινήσεως δεῖται ταῦτα, ὑπομένει καὶ οὗτος ὁ λόγος· εἰ δὲ δὴ καί τις ἐκείνην πρώτην λέγει τὴν κίνησιν, καθ’ ἣν τὸ κινητικὸν μεταβέβληκεν εἰς τὸ νῦν κινεῖν καὶ καθ’ ἣν πρὸς τὸ κινητὸν τὴν σχέσιν ταύτην ἀπείληφεν, οὐδὲν πλέον οὐδ’ οὕτως συμπερανεῖ· πάλιν γὰρ ταύτης τῆς μεταβολῆς τὴν αἰτίαν ἐπιζητήσομεν· οὐ γὰρ ἕξει λέγειν μὴ πάλιν ἄλλης προτέρας κινήσεως ἐφαψάμενος. ἀλλὰ τί ταῦτα ἐξὸν αὐτοὺς ἐπιδεῖξαι διελεγχομένους ὑφ’ ἑαυτῶν;2 οἱ γὰρ λέγοντες πρότερον οὐκ εἶναι κίνησιν λέγουσί τινα εἶναι χρόνον τότε, ὅτε οὐκ ἦν κίνησις· τὸ γὰρ πρότερον αὐτοῖς τοῦτο σημαίνει. ἀλλὰ μὴν ἀδύνατον χρόνον εἶναι δίχα κινήσεως, καθάπερ ἀποδέδεικται πρότερον. ἀκολουθεῖ τοίνυν τοῖς λέγουσιν, ὅτι ἦν ποτε χρόνος, ὅτε οὐκ ἦν κίνησις,3 τὸ λέγειν ὅτι ἦν ποτε κίνησις, ὅτε οὐκ ἦν κίνησις. εἰ γὰρ δὴ καὶ περὶ τοῦ χρόνου τις ἡμῖν διαμάχοιτο, ὅτι γέγονέ ποτε πρότερον οὐκ ὤν, ὥσπερ δὴ καὶ Πλάτων δοκεῖ ποιεῖν ἐν τῷ Τιμαίῳ (γεννᾷ γὰρ αὐτὸν σὺν τῷ οὐρανῷ), πρὸς τοῦτον ἐξαρκεῖ μὲν καὶ τὴν ἁπάντων δόξαν τῶν φυσικῶν καὶ συμφωνίαν ἐπιδεικνύειν περὶ τῆς ἀιδιότητος τοῦ χρόνου. Δημόκριτος μὲν γὰρ τοῦτο αὐτὸ μέγιστόν φησι τεκμήριον εἶναι τοῦ μὴ πάντα εἶναι γενητὰ διὰ τὸ τὸν χρόνον ἀγένητον εἶναι.
“是的,”他说,“但我所谓的较先运动,乃是指那些将能够被推动的事物借以产生的那种运动。”然而,如果你还记得运动的定义,并承认能够被推动者始终先于运动而预先存在,而且每当事物通过运动而产生时,它们在生成中无论如何都分有运动,那么[能够被推动者]就必须事先对于那种使它进入生成的运动处于适宜的状态。因为既然没有任何事物产生于完全的非存在,而是产生于在某种意义上存在而在某种意义上不存在者,那么承受这最初的变化与运动的事物,就必然以某种方式预先存在。因此我们将同样再次发问:预先存在者究竟是永恒的,还是生成的?因为如果我们再次说是生成的,我们就会带着同样的困境继续下去;因为唯有当能够使生成出自完全的非存在时,才有可能把握时间上运动的开端。然而,且让事物在全部时间中作为永恒者而预先存在吧;并且运动始于某个时间。对于直接审视这假说的人来说,它显然也是荒谬的:究竟为何如今开始运动,而此前却不?同样,对于将论证推进到下一步的人而言,也会产生更为反常的后果。因为,如果一些事物能够被推动而另一些事物能够推动,此前两者却都处于静止,而如今一者开始被推动,另一者开始静止[或推动],那么此前必然存在着变化的原因,正是由于这一原因,它此前未曾按照潜能发挥活动,而如今获得了现实活动。因为它们绝不可能在如今与此前彼此处于同样状态的情况下,无缘无故地如今活动而此前不活动;相反,要么是它们此前相距较远而如今邻近了,要么是中间无论如何曾有阻碍之物,而如今被排除了。无论人们在其中假定哪一种情况,都必然要假定一个与先前所设定的运动不同的另一运动。因为如果事物始终存在,但并非始终一些被推动而另一些推动,而是如今才开始,那么显然此前它们彼此之间并不具有它们如今在一方被推动而另一方推动时所具有的这种关联,而是它们之中的一者或两者曾发生变化,或者仅仅是能动者,或者是可动者。因此,如果为了开始最初的运动,这些事物需要一个较先的运动,那么这一论证也同样成立。而即便有人将能动者变化到如今推动所依据的运动,以及它据以获得对可动者的这种关联的运动称为最初的运动,即便如此他也得不出更多的结论;因为我们将再次探究这种变化的原因。因为若不再次触及另一更先的运动,他将无话可说。然而,既然可以证明他们自己被自己驳倒,又何须这些论证呢?因为那些说此前没有运动的人,是在说在没有运动的“那时”存在着某种时间;因为“此前”对他们而言正是意味着这一点。然而,没有运动时间是不可能存在的,正如先前所证明的那样。因此,对于那些主张曾经存在过没有运动的时间的人而言,其结论便是主张曾经在没有运动的时候存在着运动。因为即便有人就时间问题与我们争辩,认为时间此前不存在而曾在某一时刻产生,正如柏拉图看起来在《蒂迈欧篇》中所做的那样(因为他使时间与天空一同生成),那么针对这人,只要指出所有自然哲学家关于时间之永恒性的见解与一致共识便足够了。因为德谟克利特主张,由于时间是非生成的,这本身就是证明并非一切事物皆是生成的最大凭据。
- 8.1ἀλλ’ εἰ μέμνησαι τοῦ τῆς κινήσεως ὁρισμοῦ καὶ δίδως ἀεὶ προυπάρχειν τὸ κινεῖσθαι δυνάμενον τῆς κινήσεως καί, ὅταν γένηται τὰ πράγματα διὰ κινήσεως, καὶ μετέχειν πάντως ἐν τῇ γενέσει κινήσεως, * * * πρότερον πρὸς ἐκείνην τὴν κίνησιν ἐπιτηδείως, καθ’ ἣν εἰς τὴν γένεσιν ἔρχεται.
文本中用星号标记的残缺(lacuna)处。作为条件从句 εἰ... 的主句,谓语动词(如 δεῖ ἔχειν)和主语(如 τὸ δυνάμενον κινεῖσθαι)显然已脱落。根据上下文,此处当理解为补足“能够被推动者必须预先对那种使它进入生成的运动处于适宜的状态”这一语义结构。
- 8.1ἀλλὰ τί ταῦτα ἐξὸν αὐτοὺς ἐπιδεῖξαι διελεγχομένους ὑφ’ ἑαυτῶν;
ἐξόν 是非人称动词 ἔξεστι 的中性单数宾格分词,用作宾格绝对结构(accusative absolute),带有让步意义(“既然可以证明……何必谈论这些”)。句首的 ἀλλὰ τί ταῦτα 省略了述谓动词(如 λέγομεν 或 διαποροῦμεν)。
- 8.1ἀκολουθεῖ τοίνυν τοῖς λέγουσιν, ὅτι ἦν ποτε χρόνος, ὅτε οὐκ ἦν κίνησις, τὸ λέγειν ὅτι ἦν ποτε κίνησις, ὅτε οὐκ ἦν κίνησις.
主句的主语是带冠词的不定式短语 τὸ λέγειν ὅτι ἦν ποτε κίνησις, ὅτε οὐκ ἦν κίνησις,动词 ἀκολουθεῖ 支配与格分词短语 τοῖς λέγουσιν...(“对于主张……的人而言归结出……”)。语序的倒置(谓语动词—与格补足语—主语)突显了这一逻辑推论的自相矛盾性。
