← 狄米斯提乌斯

亚里士多德《物理学》释义

§209.2-210.22

运动的永恒性与基于可动者对开端的否定

德米斯提乌根据《物理学》卷八第一章开篇,考察了运动是否永恒的问题并梳理了前人观点(无限世界论、单一永恒世界论、阿那克萨哥拉与恩培多克勒),进而根据运动作为可动者的现实活动之定义,论证了若假定运动有时间开端,则必然导致在所谓第一运动之前存在更先前的运动这一困境。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.1#1

1. Ἔπεται δὲ ἐφεξῆς ἐπισκέψασθαι, πότερον γέγονέ ποτε κίνησις οὐκ οὖσα πρότερον καὶ φθείρεται πάλιν οὕτως, ὥστε κινεῖσθαι μηδέν, ἢ οὔτε ἐγένετο οὔτε φθείρεται, ἀλλ’ ἀεὶ ἦν καὶ ἀεὶ ἔσται καὶ τοῦτο ἀθάνατον καὶ ἄπαυστον ἐν τοῖς οὖσίν ἐστιν, οἷον ζωή τις ὑπάρχουσα πᾶσι τοῖς ὑπὸ φύσεως συνεστῶσιν. καὶ γὰρ ὅτι μὲν ἔστι κίνησις, ἅπαντες ὁμολογοῦσιν, ὅσοι περὶ φύσεως πραγματεύονται καὶ περὶ γενέσεως καὶ φθορᾶς διαλέγονται, ὅτι δὲ ἀΐδιος, οὐκέθ’ ἅπαντες, ἀλλ’ ὅσοι μὲν ἀπείρους τοὺς κόσμους εἶναί φασι καὶ ἀεὶ τοὺς μὲν γίγνεσθαι τοὺς δὲ φθείρεσθαι, ἀεί φασιν εἶναι τὴν κίνησιν· ἕπεται γὰρ αὐτοῖς τὰς γενέσεις καὶ τὰς φθορὰς εἶναι μετὰ κινήσεως. ὁμοίως δὲ τούτοις, ὅσοι καὶ ἕνα κόσμον καὶ ἀίδιον ὑποτιθέντες, συνομολογοῦσι καὶ τὴν κίνησιν ἀίδιον εἶναι· ὅσοι δὲ ἕνα μὲν οὐκ ἀίδιον δέ, τούτοις ἀκολουθεῖ ταῖς περὶ τοῦ παντὸς ὑποθέσεσι καὶ περὶ τῆς κινήσεως χρῆσθαι. δύο δὲ οἱ τρόποι τῶν οὐκ ἀίδιον ποιούντων τὸν κόσμον, καὶ παρὰ τούτους οὐκ ἔστιν ἄλλος· ἢ γάρ, ὡς Ἀναξαγόρας φησίν, ἁπάντων ὁμοῦ μεμιγμένων τὸν ἄπειρον χρόνον ἄρξασθαί ποτε τὸν νοῦν τοῦ κόσμου καὶ τῆς κινήσεως, ἢ ὡς Ἐμπεδοκλῆς· οὗτος μὲν γὰρ ἐν μέρει κίνησιν ποιεῖ τοῦ παντὸς καὶ ἠρεμίαν, κίνησιν μέν, ὅταν ἡ φιλία τὸ πᾶν εἰς ἓν ἐκ πολλῶν συνάγῃ ἢ αὖθις τὸ νεῖκος εἰς πολλὰ ἐξ ἑνός, ἠρεμίαν δὲ ἐν τοῖς μεταξὺ χρόνοις, ὥστε Ἀναξαγόρᾳ μὲν ἡ κίνησις ἀρξαμένη συνεχῶς ἔστι καθάπερ δὴ καὶ ὁ κόσμος, Ἐμπεδοκλεῖ δὲ ἐν μέρει ποτὲ μὲν ἔστι, ποτὲ δὲ οὐκ ἔστι, ὥσπερ καὶ ὁ κόσμος. σκεπτέον δὲ περὶ τούτων, πῶς ἔχει· γένοιτο γὰρ ἂν ἴσως πρὸ ἔργου οὐ μόνον εἰς τὴν περὶ φύσεως θεωρίαν, ἀλλὰ καὶ πρὸς τὴν μέθοδον τὴν περὶ τῆς πρώτης ἀρχῆς καὶ τοῦ πρώτου τῶν πάντων αἰτίου. ἀρξώμεθα δὲ πρῶτον ἐκ τῶν διωρισμένων ἡμῖν καὶ ἤδη κειμένων. φαμὲν δὲ τὴν κίνησιν εἶναι τὴν ἐντελέχειαν τοῦ κινητοῦ καθὸ κινητόν. ἀναγκαῖον ἄρα, εἰ μέλλοι ποτὲ κίνησις ἔσεσθαι μὴ οὖσα, προυπάρξαι τὰ πράγματα δυνάμενα κινεῖσθαι καθ’ ἑκάστην κίνησιν· καὶ γὰρ χωρὶς τοῦ τῆς κινήσεως ὁρισμοῦ τοῦτο δῆλον. εἰ γὰρ ἀλλοίωσις ἔσται, δεῖ προϋπάρξαι πρῶτον τὸ ἀλλοιωθῆναι δυνάμενον· εἰ φορὰ κατὰ τόπον, δεῖ πάντως πρότερον ὑπάρξαι τὸ κατὰ τόπον οἷόν τε φέρεσθαι καὶ δὴ τὸ καυστὸν εἶναι πρὶν καίεσθαι καὶ τὸ καυστικὸν πρὶν κάειν. τούτου τοίνυν οὕτως ἔχοντος τοῦ δεῖν ἐξ ἀνάγκης προϋπάρχειν τὰ πράγματα τῆς κινήσεως1 ἐπιτηδείως ἔχοντα πρὸς αὐτήν, τοὺς ὑποθεμένους κίνησιν γενέσθαι ποτὲ μὴ οὖσαν καὶ ἀρχὴν αὐτῇ προτιθέντας τὴν κατὰ χρόνον περὶ τῶν πραγμάτων ἐρωτητέον,2 ἐπεὶ μὴ καθ’ αὑτὴν ἡ κίνησις, ἀλλ’ ἐν πράγμασι, τὰ πράγματα ταῦτα προυπῆρχε τὸν ἄπειρον χρόνον καὶ ἀίδια ἦν ἢ καὶ αὐτὰ γενέσεως ἔσχον ἀρχήν; εἰ μὲν τοίνυν ἐγένετό ποτε μὴ ὄντα, ταύτην κεκίνηται πρότερον κίνησιν, δι’ ἣν εἰς τὸ εἶναι ἦλθεν ἐκ τοῦ μὴ εἶναι (καὶ οὐ λέγω νῦν, ὅτι ἡ γένεσις κίνησις, ἀλλ’ ὅτι πάντως διὰ κινήσεως), ὥστε τῆς ληφθείσης αὐτοῖς πρώτης κινήσεως ἄλλην ἀναφαίνεσθαι πρότερον ὑπὸ τοῦ λόγου.3 ἵνα μὲν γὰρ κίνησις γένηται, δεῖ πρότερα γενέσθαι τὰ κινησόμενα, ἵνα δὲ γένηται τὰ κινησόμενα, δεῖ πρότερον κίνησιν ἄλλην γενέσθαι, ὥστε κατὰ τοῦτον τὸν τρόπον οὐχ οἷόν τε λαβεῖν τὴν ἀρχὴν τῆς κινήσεως· ἀεὶ γὰρ τῆς πρώτης λαμβανομένης ἄλλη τις ἐστι προτέρα.

1. 接下来应当考察的是:运动究竟是曾经产生、此前并不存在,并且又以没有任何事物在运动的方式归于消灭;还是它既未产生亦不消灭,而是始终存在并将永远存在,在存在者之中是不死且不息的,宛如属于一切由自然构成的事物的某种生命。因为凡探讨自然、讨论生成与消灭的人,皆承认运动是存在的;但至于运动是否永恒,则不再为人人所承认。然而,凡主张世界有无限多个、且一些世界始终在生成而另一些在消灭的人,皆主张运动是永恒的;因为对于他们而言,生成与消灭必然伴随着运动。与这些人相似,凡假定世界是单一且永恒的人,亦共同承认运动是永恒的;但对于那些主张世界是单一却非永恒的人而言,在运动上采用他们关于全宇宙的假说便成为必然的结论。而主张世界非永恒者的方式有两种,除此以外别无其他:或者如阿那克萨哥拉所说,在一切事物混合在一起达无限时间之后,心灵在某一时刻开始了世界和运动;或者如恩培多克勒所言,因为他使全宇宙的运动与静止交替出现——当爱将全宇宙从多聚集为一,或争斗再次从一分散为多时,便有运动,而在中间的各段时间中则有静止,以至于对阿那克萨哥拉而言,运动一旦开始便持续存在,正如世界那样;而对恩培多克勒而言,运动交替地时而存在,时而又不存在,亦正如世界那样。我们必须考察关于这些事情究竟如何;因为这不仅对关于自然的观照,而且对关于第一原理以及万物的第一原因的探讨方法,或许都是大有裨益的。首先,让我们从已被我们界定并业已确立的前提开始。我们说,运动乃是可动者作为可动者的现实活动。因此,如果此前不存在的运动将来某一时刻要存在,那么能够依照每种运动而被推动的事物就必然预先存在;因为即使脱离运动的定义,这一点也是显而易见的。因为如果将有质变,能够被质变者必须首先预先存在;如果将有空间位移,能够在空间上位移者必须在任何情况下都事先存在;同样,可燃者必须在被燃烧之前存在,能燃烧者亦必须在燃烧之前存在。既然情况如此——即具有适合于运动的状态的事物必须必然地预先存在于运动——那么对于那些假定此前不存在的运动曾经产生、并为运动设定时间上的开端的人,就必须关于这些事物发问:既然运动不在其自身,而是在事物之中,那么这些事物究竟是在无限的时间中预先存在并且是永恒的,还是它们自身亦具有生成的开端?因此,如果它们此前不存在而曾于某一时刻产生,那么它们此前就已经因那种使它们从非存在进入存在的运动而被推动过了(我现在并非在说生成就是运动,而是在说无论如何都是通过运动),以至于通过论证,在他们所认定的第一运动之前,显露出了另一更在先的运动。因为为了产生运动,将要被推动的事物必须先产生;而为了产生将要被推动的事物,另一运动必须先产生;因此以此种方式便不可能把握运动的开端;因为每当认定一个第一运动时,总有另一运动在其之前。

语法注3 条
  1. 8.1τούτου τοίνυν οὕτως ἔχοντος τοῦ δεῖν ἐξ ἀνάγκης προϋπάρχειν τὰ πράγματα τῆς κινήσεως

    带定冠词的属格不定式短语 τοῦ δεῖν... 与独立属格中的指示代名词 τούτου(τούτου οὕτως ἔχοντος)构成同位语,具体说明了前文确立的结论,即事物必然预先存在于运动。

  2. 8.1τοὺς ὑποθεμένους κίνησιν γενέσθαι ποτὲ μὴ οὖσαν καὶ ἀρχὴν αὐτῇ προτιθέντας τὴν κατὰ χρόνον περὶ τῶν πραγμάτων ἐρωτητέον

    动词性形容词 ἐρωτητέον(“必须发问”)延续了动词 ἐρωτάω 支配被询问之人的宾格(τοὺς ὑποθεμένους...)的句法,而询问的内容则由后文的疑问从句(τὰ πράγματα ταῦτα προυπῆρχε... ἢ...)引出。

  3. 8.1ὥστε τῆς ληφθείσης αὐτοῖς πρώτης κινήσεως ἄλλην ἀναφαίνεσθαι πρότερον ὑπὸ τοῦ λόγου

    在表示结果的 ὥστε 从句中,宾格词 ἄλλην[κίνησιν]是不定式 ἀναφαίνεσθαι 的主语,属格短语 τῆς ληφθείσης αὐτοῖς πρώτης κινήσεως 作比较级副词 πρότερον 的比较属格。代词 αὐτοῖς 为关联与格(“对他们而言设定的”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:209.2-210.22