← 狄米斯提乌斯

亚里士多德《物理学》释义

§207.4-208.30

动力与负载的比例关系及其限度

基于亚里士多德《物理学》第七卷第五章,特米斯提乌斯探讨了动力与被动重量、距离和时间之间比例关系的界限,阐明力量的细分并不必然引起运动(涉及阈值、连锁悖论及对芝诺粟粒之说的批驳),并考察了集合力量的增幅效应以及运动物体几何形状对运动难易度的影响。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.4

5. Ἐπεὶ δὲ τὸ κινοῦν δυνάμει τινὶ κινεῖ καὶ ἔν τινι διαστήματι καὶ ἐν ποσῷ χρόνῳ, ἆρα ὡς ἡ πολλαπλάσιος δύναμις πολλαπλάσιον κινεῖ βάρος, οὕτως ἡ πολλοστημόριος πολλοστημόριον;1 οἷον εἰ τὸν κίονα οἱ πεντήκοντα, τὸ πεντηκοστὸν τοῦ κίονος εἷς δυνατὸς κινῆσαι καθ’ αὑτόν· καὶ εἰ στάδιον οἱ πεντήκοντα ἐν ἡμέρᾳ μιᾷ τὸν στῦλον ὅλον κινοῦσι, τὸ ἡμιστύλιον οἱ πεντήκοντα δύο σταδίους ἐν τῇ ἡμέρᾳ, οἱ δὲ πέντε καὶ εἴκοσι τὸ στάδιον μόνον. καὶ εἰ, καθάπερ τὸ στάδιον οἱ πεντήκοντα, τὸ πεντηκοστὸν τοῦ σταδίου κινήσει τὸν κίονα τοῦτον, ἄνθρωπος εἷς ἐν τῷ ἴσῳ χρόνῳ, ἐν ὅσῳπερ τὸ ὅλον οἱ πεντήκοντα. τούτων γὰρ τὰ μὲν φαίνεται ἔχειν τὴν ἀναλογίαν, τὰ δὲ οὐ δύναται, οἷον οὖν καὶ τὸ τελευταῖον τῶν εἰρημένων· συμβαίνει γὰρ ἂν οὕτως τῷ ἰσχυροτάτῳ τὸ ἀσθενέστατον τὸ αὐτὸ κινεῖν,2 οὐ τὸν ἴσον μὲν τόπον οὐδ’ ὡσαύτως, παράδοξον δὲ καὶ ὁπωσοῦν καὶ ὁτιοῦν, ὥστε καὶ τὸν ἕνα κινεῖν τὸ πλοῖον καὶ τὸ δεκατάλαντον βάρος. φαίνεται γάρ, ὅτι κατά τινα δυνάμεως ὑπεροχὴν τὸ κινοῦν κινεῖ καὶ ἔστιν ἡ μέν τις ἀπολειπομένη πόρρω τοῦ κινητοῦ καὶ ὥσπερ ἀσύμβλητος αὐτῶν, ἡ δ’ οἷον ἡττωμένη, ἡ δὲ οἷον ἰσάζουσα ἤδη, ἡ δὲ καὶ κρατοῦσα λοιπόν· διὰ τοῦτο γὰρ ὁ μὲν εἷς πόρρω τοῦ κινῆσαι τὴν ναῦν, οἱ δέκα δὲ ἐλάττους, οἱ τριάκοντα δὲ οὐδὲ κρατοῦσιν οὐδὲ κρατοῦνται, προσγενομένου δὲ ἑνὸς ὑπερέχουσιν ἤδη τοῦ κινητοῦ, ποιεῖ δὲ οὐχ εἷς, ἀλλ’ ἡ τῶν συμπάντων δύναμις, ὥσπερ καὶ ἐπὶ τῶν ἰσορρόπων ζυγῶν. εἷς γὰρ χαλκὸς προστεθεὶς τὸ σύμπαν βάρος ἐκίνησεν, ἀεὶ δὲ ἐγγυτέρω τοῦ κινεῖν τὸ πλέον τοῦ ἐλάττονος, ὥσπερ καὶ ἐπὶ τῶν μεγεθῶν ἐγγυτέρω τοῦ τρίπηχυ εἶναι τὸ παλαιστοῦ δέον ἢ τὸ πήχεος, ἔτι δὲ μᾶλλον τὸ δυοῖν δακτύλοιν, καὶ ἔτι μᾶλλον τὸ δακτύλου ἑνός, οὐδέ πη δὲ οὐδὲ ταὐτόν, πρὶν ἂν προστεθῇ τὸ δακτυλιαῖον. αἴτιον δὲ οὐ τὸ ὕστατον προστεθὲν τοῦ τριπηχυαίου, ἀλλὰ τὸ ἐξ ἁπάντων μέγεθος. ἀλλ’ ἐπὶ μὲν τούτων ὥρισται τὸ ποσὸν καὶ ῥᾴδιον εὑρεῖν καὶ τῇ αἰσθήσει καὶ τῷ λόγῳ τὸ μέγεθος προσελθόν, ὅ τι τρίπηχυ μέγεθος πρῶτον ἐποίησεν, ἐπὶ δὲ τῆς νεὼς νεωλκίας καὶ τοῦ ζυγοῦ χαλεπὸν ἀποδοῦναι, πότε τοσοῦτον ἐγένετο, ὥστε πρῶτον κινῆσαι. τὸ γὰρ παρὰ μικρὸν ἐνταῦθα ἀνακύπτει καὶ ὁ σωρίτης καθάπερ ἐπὶ τοῦ πλούτου καὶ τῆς φαλακρότητος. οὐκοῦν θαυμαστέον,3 διὰ τί δήποτε οὗτος μόνος μὲν τυγχάνων οὐκ ἐκίνει, μετὰ δὲ τριάκοντα τυχὸν ἴσως, ὥσπερ οἶμαι καὶ βοῶν μόνος μὲν οὐκ ἂν ἐξάκουστος γένοιτο, μετὰ πολλῶν δὲ ἐν τῷ θεάτρῳ· ἄλλο γὰρ τὸ ἐξ ἁπάντων ἑκάστου, πλὴν ἐμφαίνεταί γέ πως τὸ ἐξ ἁπάντων καὶ τὸ ἐξ ἑκάστου, ἀεί τε ἡ ἀθρόος δύναμις πλείω τῆς μεμερισμένης, ἐπεὶ καὶ τὸ σιτίον τὸ τηλικοῦτον καθ’ αὑτὸ μὲν ὑγιεινόν, πολλὰ δὲ ὁμοῦ τηλικαῦτα νοσερὰ ἤδη καὶ βλαβερά. οὔτ’ οὖν, ὡς οἴεται Ζήνων, ἐπειδὴ ὁ μέδιμνος τῶν κέγχρων ψοφεῖ, καὶ ἡ μία κέγχρος ψοφήσει, οὔτ’ ἐπειδὴ τὴν πέτραν κοιλαίνουσιν οἱ πολλοὶ σταλαγμοί, ἀνάγκη τι καὶ τὸν ἕνα κοιλαίνειν· οὐ γὰρ συντεμαχίζονται τοῖς μεγέθεσιν αἱ δυνάμεις, ἀλλ’ ἔστιν ἐφ’ ὧν προαπολείπουσι τοὺς ὄγκους ἔτι τέμνεσθαι δυναμένους· καὶ περὶ μὲν τούτων ἅλις. Μάλιστα δὲ τὰ τοιαῦτα καθ’ ἑαυτὰ θεωρίαν τινὰ ἔχει καὶ ζήτησιν, πότερον οἱ πάντες τηλικοῦτον κινήσουσι βάρος, ἡλίκον ἐκ τῶν καθ’ ἕκαστον γίνεται· λέγω δὲ οἷον, εἰ ταλαντιαῖον ἕκαστος, οἱ πάντες ἑκατὸν ταλάντων βάρος ἢ μεῖζον ἢ ἔλαττον. ἔλαττον μὲν οὐκ εὔλογον, μεῖζον δὲ μᾶλλον· ποιεῖ γὰρ τὸ ἀθρόον καὶ φιλότιμον ἅμα καὶ παρορμητικὸν ἀλλήλων, ὥσπερ ἐν τοῖς ἵπποις ζευγνυμένοις εἰς τὸ τάχος, θέρμης μᾶλλον † εἴτε καὶ δυνάμεως ἐπιγενομένης μείζονος, διὰ τὴν ἐπίτασιν ἐκθερμαινομένων καὶ διαμιλλωμένων. ἀλλὰ τοὐναντίον οὐκ ἄλογον, ὥστε διαιρούμενον εἰς τοὺς καθ’ ἕκαστον βάρος ἢ τὸν ὄγκον μὴ δύνασθαι πάντα φέρειν, τάχα δὲ καὶ ἀναγκαῖον, εἴπερ ἐκεῖνο ἀληθές. ἀφαιρεῖται γάρ τι τῆς δυνάμεως μεριζόμενον, ὃ προσεπέθηκεν ἢ ἐπέδωκεν ὁ ἀθροισμός. ὅμοιον δ’ ἂν δόξειεν ὡς διὰ πολλοῦ τοῖς ἐπὶ τῶν διαγραμμάτων συμβαίνειν· ἐκεῖ τε γὰρ ἡ διπλάσιον τετραπλάσιον4 καὶ ἐνταῦθα οἱ ἀθρόοι πολλαπλάσιον. διαφορὰ δὲ καὶ ἐν τῷ τὰ κινούμενα τοιαῦτα εἶναι τῷ σχήματι, καθάπερ καὶ ὅταν δι’ αὑτῶν κινῶνται· τὸ γὰρ σφαιροειδὲς εὐκίνητον γέγονεν. ἐνταῦθα γὰρ τὸ ἥκιστα βεβηκὸς καὶ κατ’ ἐλάχιστον ἁπτόμενον, οἷον γὰρ προοδοποιεῖται πρὸς τὴν κίνησιν. διὸ καὶ ὅλως τὸ κινούμενον ῥᾷον ἢ τὸ ἀκίνητον, ὡσαύτως δὲ καὶ ὅσα ἄλλα παραπλήσια τούτοις· ἅπαντα γὰρ ταῦτα ἑτέραν τινὰ ἔχει θεωρίαν.

5. 既然推动者是以某种潜能、在某一距离内并在一定的时间内进行推动,那么,是否正如倍数的潜能推动倍数的重量一样,几分之一的潜能也推动几分之一的重量?例如,如果五十个人推动一根圆柱,一个人是否能够凭自身推动这根圆柱的五十分之一?又如,如果五十个人在一天之内将整根圆柱推动了一斯塔德,五十个人是否会在一天之内将半根柱子推动两斯塔德,而二十五个人仅推动一斯塔德?并且,正如五十个人推动一斯塔德那样,一个人是否会在五十个人推动整体的相等时间内,将这根圆柱推动一斯塔德的五十分之一?因为在这些情形中,有些似乎具有比例关系,有些则不可能,正如所说的最后一种情形亦是如此。因为这样一来,最弱者就将与最强者推动相同的事物,尽管不是在相等的场所,也不是以相同的方式,但无论以何种方式、推动无论何种事物,都是荒谬的,以至于一个人也能推动船只和十塔兰同的重量。因为显而易见的是,推动者是根据潜能的某种超出来推动的,且存在某种远远落后于可动者、宛如与其不可比较的潜能,亦有某种宛如被击败的潜能,某种宛如已然相等的潜能,以及最终占据优势的潜能。正是由于这个原因,一个人远远不能推动船只,十个人不足,三十个人既未占优亦未受制,但加上一人之后,他们便已然超过了可动者;然而成就此事的并非那单单一人,而是所有人的合力,正如在处于平衡状态的天秤上一样。因为加进一枚铜币便推动了整个重量,而较多者总是比更少者更接近于推动,正如在量度中,缺少一掌者比缺少一肘者更接近于成为三肘,缺少两指者更为接近,缺少一指者还要更为接近,但在那一指的长度被添加之前,无论如何都不具有同一大小。而造成三肘大小的原因不是最后添加的部分,而是由全部组成的大小。然而在这些情形中,数量是确定的,并且通过感觉和理性很容易发现究竟增加了何种大小才首先造就了三肘的大小,但在拉船和天秤的情形中,却很难说明究竟是在何时变得如此之大以至于首次能够推动。因为在此处,细微差异和连锁悖论(秃头悖论)便如同在财富和秃头的情形中一样显露出来。因此,不必诧异为何此人独处时不能推动,而偶然与三十人在一起时或许便能推动——正如我认为,一人独吼不能被听清,但在剧场中与许多人一起时便能被听清一样。因为由全部产生者与由每个产生者不同,尽管由全部产生者与由每个产生者都以某种方式显现出来,且聚集的力量总是大于分散的力量,因为如此分量的一餐饭其自身是健康的,但许多如此分量的一餐聚在一起便已然有害且致病。因此,既非如芝诺所认为的那样,由于一美狄姆诺斯的粟粒发声,一粒粟粒也必将发声;亦非由于许多水滴滴穿岩石,一滴水滴也必然穿透某种东西。因为诸潜能并不随量度一同被细分,而是在某些情况下,当体积仍可被分割时,潜能便已先行耗尽。关于这些便说到这里。 尤其是此类问题其自身包含着某种观照与探究,即:所有人在一起是否会推动与由各个个体产生的分量相等的重量?我的意思是,例如若每个人推动一塔兰同,是否所有人在一起推动一百塔兰同的重量,还是更大,抑或更小?说更小并不合情理,说更大则更为切合;因为聚集在一起会同时产生竞争心和相互激励——正如为了速度而套在一起的马匹一样,由于紧张而发热并相互竞争,热度增加,或者有更大的力量加入进来。然而反过来亦非不合逻辑,即被分割至各个个体的重量或体积,〔各个个体〕不能全部承担,且如果前者为真,这或许甚至是必然的。因为当潜能被分割时,聚集所添加或赋予的东西便被剥夺了一部分。这似乎与在几何图形中所发生的情况可以说遥相类似;因为在那里,两倍的边产生四倍的面积,而在此处,聚集起来的人产生倍增的潜能。此外,被推动之物在形态上是何种形状也有所差异,正如它们凭自身运动时一样;因为球状之物变得易于运动。因为在此处,立足最不稳固且接触最微小者,可以说为运动预先开辟了道路。因此,总的来说,运动着的事物比静止的事物更容易被推动,所有其他类似的事物亦是如此;因为所有这些都包含着另一种观照。

语法注4 条
  1. 7.4ἆρα ὡς ἡ πολλαπλάσιος δύναμις πολλαπλάσιον κινεῖ βάρος, οὕτως ἡ πολλοστημόριος πολλοστημόριον;

    由疑问小词 ἆρα 引导,通过 ὡς ... οὕτως 的相关结构提问几分之一的潜能是否如倍数的潜能一样成比例地推动重量。后半句中动词 κινεῖ 被承前省略。

  2. 7.4συμβαίνει γὰρ ἂν οὕτως τῷ ἰσχυροτάτῳ τὸ ἀσθενέστατον τὸ αὐτὸ κινεῖν

    虚拟/潜在助词 ἄν 与 συμβαίνει 及不定式构成的句式。与格 τῷ ἰσχυροτάτῳ 表示联合或比较(“与最强者[推动相同之物]”),宾格 τὸ ἀσθενέστατον 作不定式 κινεῖν 的逻辑主语,τὸ αὐτό 为其直接宾语。

  3. 7.4οὐκοῦν θαυμαστέον

    在此语境下,οὐκοῦν(相当于 οὔκουν 或反问语气)引出“不应惊异/为何要惊异”的意涵。紧随其后的例证(单人喊叫听不清而在剧场中与众人一起则可被听清)解释了该现象合乎常理,故此处取“不应感到奇怪/不必诧异”之意。

  4. 7.4ἐκεῖ τε γὰρ ἡ διπλάσιον τετραπλάσιον

    对几何图形中比例关系的极度紧缩表达。可补足为 ἡ [γραμμὴ] διπλάσιον [ποιεῖ τὸ χωρίον] τετραπλάσιον,即边长变为两倍时,图形面积变为四倍这一几何原理。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:207.4-208.30