← 狄米斯提乌斯

亚里士多德《物理学》释义

§205.12-207.3

变质的范围与运动的不可比较性

德米斯蒂乌斯诠释了《物理学》第七卷第3至4章,论证了异质变化仅发生于可感觉性质,而不发生于形状、身心状态(德性与恶德)或知性认识的获得中;并阐明不同种类与同音异义的运动之间(如直线运动与圆周运动、异质变化与位置运动)缺乏共同尺度,因而不可比较。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.2

3. Ὅτι δὲ τὸ ἀλλοιούμενον ἀλλοιοῦται ὑπὸ τῶν αἰσθητῶν καὶ ἐν ἄλλοις οὐ γίνεται ἀλλοίωσις, ὧδε ἄν τις καταμάθοι σαφῶς. μάλιστα γὰρ τῶν λοιπῶν ἐν σχήμασιν καὶ μορφαῖς καὶ ἕξεσιν καὶ ταῖς τούτων ἀφαιρέσεσιν καὶ μεταβολαῖς ἀλλοιώσεις ἂν γίνεσθαί τις ὑπολάβοι, οὐκ ἀληθὲς δέ· τὸ μὲν γὰρ σχηματισθὲν οὐκέτι καλοῦμεν τῷ ὀνόματι τῆς ὑποκειμένης οὐσίας οἷον τὸν ἀνδριάντα χαλκὸν ἢ τὴν κλίνην ξύλον, ἀλλὰ παρωνυμιάζοντες τὸν μὲν χαλκοῦν, τὴν δὲ ξυλίνην, τὸ δὲ ἠλλοιωμένον ἔτι καλοῦμεν ὁμοίως· θερμὸν γὰρ τὸν χαλκὸν καὶ ψυχρόν, καὶ τὸ ξύλον ὑγρὸν ἢ σκληρὸν ὡς ἐνταῦθα μὲν ὑπομένοντος ἀκριβῶς πρότερόν τε καὶ νῦν τοῦ τὸ πάθος ἀναδεξαμένου τὸ ὑπὸ τῆς ἀλλοιώσεως ἐγγενόμενον, ἐπὶ δὲ τῶν σχημάτων σχηματιζομένων οὐκέτι μενούσης παντελῶς ἐν ταυτότητι τῆς ὑποκειμένης οὐσίας· ἐγγὺς γὰρ γενέσεώς εἰσιν αἱ τοιαῦται μεταβολαί· συμβάλλουσι γὰρ ἁμωσγέπως καὶ τὴν ὑποκειμένην φύσιν ἥτις ἂν εἴη. καθάπερ οὖν ἄλογον ἠλλοιῶσθαι τὸν ἄνθρωπον λέγειν τὸν γενόμενον ἢ τὴν οἰκίαν ἢ τὴν ναῦν (μένειν γὰρ δεῖ ταὐτὸν τὸ ἀλλοιούμενον ἀκριβῶς), οὕτω καὶ ἐπὶ τῶν σχηματίσεων ἔχει. γενέσθαι μὲν οὖν ἴσως ἕκαστον καὶ ἐπὶ τῶν γενέσεων ἀναγκαῖον ἀλλοιουμένου τινός, οἷον τῆς ὕλης πυκνουμένης ἢ ψυχομένης, οὐ μέντοι τὰ γινόμενά γε ἀλλοιοῦται, οὐδὲ ἡ γένεσις αὐτῶν ἀλλοίωσις· ἔστι γὰρ καὶ αἵρεσις ἐπὶ τῶν γενέσεων ἀλλοιοῦσθαι τὸ πρότερον τὴν ὑποκειμένην ὕλην, ἀλλ’ οὐκ ἐπὶ τῆς αὐτῆς φύσεως μένειν, ἣν εἶχε πρῶτον. οὐ γὰρ γῆ καὶ ὕδωρ ὁ κέραμος ἢ ὁ πηλός, ἀλλ’ εἰς ἑτέραν φύσιν μετέστη, οὔτε μὴν τὸ γεγονὸς οἷον τὴν πλίνθον ἢ τὸν ἀμφορέα· οὐδὲ γὰρ ἦν πρὸ τούτων πλίνθος ἢ ἀμφορεύς. Ἀλλὰ μὴν οὐδὲ τὰς τοῦ σώματος ἕξεις ἢ τὰς τῆς ψυχῆς, οἷον νόσους τε καὶ ὑγείας καὶ κακίας καὶ ἀρετάς, εἴποις ἂν ἀλλοιώσεις οὐδὲ ἀλλοιοῦσθαι κατὰ ταῦτα τὰ σώματα τῶν ζῴων καὶ τὰς ψυχάς· αἱ μὲν γὰρ ἀρεταὶ τελειώσεις εἰσί, διὸ μάλιστα τότε ἔχει κατὰ φύσιν ἕκαστον, ὅταν ἀπολάβῃ τὴν οἰκείαν ἀρετήν, αἱ δὲ κακίαι διαφθοραί. ὥσπερ οὖν οὐδὲ τὸ τελειούμενον ἀλλοιοῦται (ἄτοπον γάρ, εἴ τις τὴν ὀροφουμένην οἰκίαν ἀλλοιοῦσθαι λέγει καὶ μὴ ὀροφοῦσθαι), τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν ἀρετῶν ἔχει τῶν τε τοῦ σώματος καὶ τῶν τῆς ψυχῆς. ἔτι πᾶσα ἀρετὴ καὶ κακία ἐν τῷ συμμέτρῳ καὶ ἀσυμμέτρῳ, ταῦτα δὲ τοῦ πρός τι. κατὰ τὸ πρός τι δὲ οὐκ ἔστιν ἀλλοίωσις. Ἀλλὰ μὴν οὐδὲ αἱ τοῦ νοητικοῦ μέρους ἕξεις οὔτε αἱ λήψεις τῶν ἕξεων, καὶ οὐχ ὅπως γε ἀλλοιώσεις, ἀλλ’ οὐδὲ γενέσεις ὅλως.1 αἱ μὲν γὰρ ἐπιστῆμαι ἐκ τῶν καθόλου, τὰ καθόλου δὲ ἐκ τῶν κατὰ μέρος ἀθροίζονται, οὐδὲ τῆς ἐνεργείας τοῦ νοῦ γένεσίς ἐστιν ἢ ἀλλοίωσις· οὐδὲ γὰρ ὅλως ἐν χρόνῳ οὐδὲ συμπληροῦται αὐτοῖς τὸ εἶναι ὑπὸ τοῦ χρόνου, εἰ καὶ ὅτι μάλιστα χρόνου ὄντος νοοῦμέν τε καὶ θεωροῦμεν, ὥσπερ δὴ καὶ τὸ ἅπτεσθαι χρόνου μὲν ὄντος γίνεται, οὐκ ἐν χρόνῳ δέ. καὶ τοῦτο δῆλον ἐκ τοῦ ἐν παντὶ μορίῳ τοῦ χρόνου ὁμοίως ἅπτεσθαι τὰ ἁπτόμενα, ὡς οὐδὲν τοῦ χρόνου δεόμενα εἰς τὴν τοῦ ἅπτεσθαι γένεσιν, ἃ δὲ οὐ προσδεῖται χρόνου, ὥστε ἐκ τῆς δυνάμεως εἰς τὴν ἐνέργειαν μεταβάλλειν, ταῦτα ἀχρόνως γίνεται.

3. 被异质变化者乃是被可感觉之物所异质变化,且异质变化不在其他事物中发生,这一点人们可以通过如下方式清晰领会。因为在其余事物中,人们最可能设想异质变化会发生在图形、形态、状态以及这些东西的剥夺和变化之中,但这并不真实。因为对于已被赋形之物,我们不再以基础实体的名称来称呼它,例如不再称雕像为“铜”或称床为“木”,而是使用派生名称呼前者为“铜制的”,称后者为“木制的”;然而对于已被异质变化者,我们仍然同样地称呼它。因为我们称铜为“热的”和“冷的”,称木为“湿的”或“硬的”,这是因为在此处,承受了由异质变化所产生的被动状态的事物,准确地持存于此前与现在;而在被塑造的图形之情形中,基础实体不再完全保持在同一性之中;因为这类变化切近于生成;因为不论基础自然本性为何,它们都以某种方式对之有所贡献。因此,正如说生成出的人、房屋或船只被异质变化是荒谬的(因为被异质变化者必须准确地保持为同一个东西),在塑造形态的情形中亦是如此。于是,虽然在生成的情形中,每一事物之生成或许必然是在某物发生异质变化时产生——例如质料变致密或变冷却——然而正在生成的事物本身并没有被异质变化,它们的生成也不是异质变化。因为在生成中,基础质料事先被异质变化乃是有可能的,但它绝不会保持在最初所具有的相同自然本性之中。因为陶器或黏土并不是土和水,而是转变为了另一种自然本性,生成的制品如砖块或双耳罐亦是如此;因为在此之前并不存在砖块或双耳罐。再者,人们也不能将身体的状态或灵魂的状态——例如疾病与健康、恶德与德性——称为异质变化,亦不能说动物的身体与灵魂依据这些而发生异质变化。因为德性乃是成全,所以每种事物在恢复其固有德性时最为合乎自然本性,而恶德则是败坏。因此,正如被成全之物没有被异质变化一样(因为如果有人说正在上顶的房屋被异质变化而不是在上顶,那是荒谬的),在身体与灵魂的德性上也同样如此。再者,一切德性与恶德均在于对称与不对称,而这些属于相对者;就相对者而言则不存在异质变化。此外,理智部分的状态以及这些状态的获得,不仅不是异质变化,甚至根本不是生成。因为知识是从普遍者汇聚而来,普遍者则是从个别者汇聚而来,且理智的现实活动亦无生成或异质变化。因为它们根本不在时间之中,它们的存在也非由时间来完满,即便我们再怎么是在时间存在之时进行思想与观照,正如触碰虽然在时间存在时发生,却并不在时间之中一样。这一点从接触之物在时间的任何部分中均同样触碰是显而易见的,因为它们就触碰的生成而言不需要任何时间;而那些从潜能向现实转化不再需要时间的事物,乃是无时间地发生的。

§7.3

​4. Οὐκ ἔστι δὲ πᾶσα κίνησις πάσῃ συμβλητὴ οὐδὲ κοινὸν μέτρον ἁπασῶν· τί γὰρ ὅμοιον πάθους καὶ φορᾶς;2 ἀλλ’ οὐδὲ φορᾶς τῆς κύκλῳ ἐστὶ καὶ εὐθείας· οὔτε γὰρ τὰ διαστήματα συμβλητά, ἥ τε περιφερὴς γραμμὴ καὶ ἡ εὐθεῖα· οὔτε γὰρ μείζων ἡ ἑτέρα τῆς ἑτέρας οὔτ’ ἐλάττων· οὔτ’ οὖν τὸ ταχύτερον ἐπὶ πασῶν πρὸς πάσας οὔτε τὸ βραδύτερον, ὁμοίως δέ, ὡς εἰ λέγοιμεν ὀξύτερον εἶναι τὸ γραφεῖον τοῦ οἴνου καὶ τὸ ξίφος τῆς νήτης. ἀλλ’ ἴσως ἐρεῖ τις, ὅτι κοινὸν μέτρον ἁπασῶν ὁ χρόνος φορᾶς νεύσεως πτήσεως βαδίσεως αὐξήσεως ψύξεως καὶ τῶν τοιούτων· ἐν ἴσῳ γὰρ χρόνῳ τὸ μὲν ἠνέχθη, τὸ δὲ ἔπαθε, τὸ δὲ ηὐξήθη· ἀλλ’ οὐ διὰ τοῦτο γενικήν τινα εἶναι κίνησιν ῥητέον, μόνα δὲ τὰ συνώνυμα συμβλητά, καὶ ἰστέον, ὅτι τῶν ὁμωνυμιῶν αἱ μὲν ἔχουσί τι κοινὸν αἱ δὲ οὔ, καὶ αἱ μὲν ἐγγὺς αἱ δὲ πόρρω.

​4. 并非任何运动都可与任何运动相比较,亦非一切运动都有共同的尺度。因为受动与位置运动之间何所相似?然而在圆周运动与直线运动的位置运动之间也无法比较;因为作为距离的圆周线与直线是不可比较的,因为二者之中既非这一方大于另一方,亦非小于另一方。因此,在一切与一切之间,既无更快亦无更慢,这正如我们若说铁笔比酒更锐利、宝剑比最低音弦更锐利一样。但或许有人会说,时间是一切运动的共同尺度——包括位置运动、倾斜、飞翔、行走、增盛、冷却及此类运动;因为在相等的时间中,一物被运载,另一物受动,另一物增盛。然而不能因此就说存在某种通属的运动,只有同义之物才是可比较的;并且应当知晓,在同音异义之物中,有些具有某种共同之点,有些则无,且有些切近,有些疏远。

语法注2 条
  1. 7.2οὐχ ὅπως γε ἀλλοιώσεις, ἀλλ’ οὐδὲ γενέσεις ὅλως

    成语结构“οὐχ ὅπως ... ἀλλ’ οὐδέ ...”表示“非但不是……,甚至连……也不是”。在此处,它标志着从否定理智状态的获得属于“异质变化”,进一步推进到更为强烈的否定——即它们甚至根本不是“生成”。

  2. 7.3τί γὰρ ὅμοιον πάθους καὶ φορᾶς;

    形容词 ὅμοιον 支配了两个属格 πάθους 和 φορᾶς。通常 ὅμοιος 要求与格,而在此处使用属格来表达两项事物之间的对比或比较关系(即“在受动与位置运动之间有什么相似之处?”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:205.12-207.3