- 底本
- Themistius, In Aristotelis Physica Paraphrasis. Commentaria in Aristotelem Graeca V.2, ed. H. Schenkl, Berlin: Reimer 1900, pp. 1-236. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:204.2-205.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注疏亚里士多德《物理学》第七卷第二章,论证在位置运动(拉、推、载、转)、异质变化以及增盛与衰减中,直接动者与被动者之间均无中间间隔,二者紧密接触。
2. Ἐπειδὴ πᾶν τὸ φερόμενον ὑφ’ ἑαυτοῦ κινεῖται ἢ ὑπ’ ἄλλου, ὅσα μὲν ὑφ’ ἑαυτοῦ κινεῖται, δῆλον ὡς ἅμα ἐν ἑαυτοῖς τὸ κινοῦν ἔχει (ἐνυπάρχει γὰρ αὐτοῖς ἡ κινητικὴ δύναμις), ὅσα δὲ ὑπ’ ἄλλου κινεῖται τὴν κατὰ τόπον φοράν, ἐπὶ τούτων ἐπισκεπτέον, εἰ μηδέν ἐστι μεταξὺ τοῦ τε προσεχῶς κινοῦντος καὶ τοῦ φερομένου. τετραχῶς τοίνυν ὑπ’ ἄλλου ταῦτα κινεῖται· ἢ γὰρ ἕλκοντος ἢ ὠθοῦντος ἢ ὀχοῦντός γε ἢ δινοῦντος·1 πᾶσαι γὰρ αἱ κατὰ τόπον κινήσεις εἰς τούτους τοὺς τρόπους ἀνάγονται· ἡ γὰρ ῥίψις καὶ αὐτὴ ὑπὸ τὴν ὦσίν ἐστιν. σφοδρὰ γὰρ ὦσίς ἐστιν ἡ ῥίψις αὐτοῦ μὲν οὐκ ἐπακολουθοῦντος † σφοδροτέρας ὑπὸ τῆς ῥύμης, ὅταν αὕτη γένηται † τῆς κατὰ τὴν φύσιν κινήσεως τοῦ ῥιφθέντος.2 εἰ δὲ τέσσαρες οὗτοι τρόποι τῆς ὑπ’ ἄλλου φορᾶς, ἀδύνατον δὲ ἢ ὠθοῦντα μὴ ἅπτεσθαι ἢ τὸν ἕλκοντα ἢ τὸν δινοῦντα ἢ τὸν ὀχοῦντα, δῆλον ὡς τοῦ κινουμένου καὶ τοῦ προσεχῶς κινοῦντος οὐδὲν μεταξύ. ἀλλ’ οὐδὲ τοῦ ἀλλοιουμένου καὶ τοῦ ἀλλοιοῦντος· ἅμα γὰρ συμβαίνει τε εἶναι τὸ ἔσχατον ἀλλοιοῦν καὶ τὸ πρῶτον ἀλλοιούμενον, ἀλλοιοῦται δὲ τὰ αἰσθητὰ καὶ ὑπὸ αἰσθητῶν, αἰσθητὰ δέ ἐστιν ταῦτα, οἷς διαφέρει σῶμα σώματος, βαρύτης κουφότης καὶ θερμότης ψυχρότης καὶ τὰ σύστοιχα, ἅπτεται δὲ καὶ τὸ θερμαῖνον καὶ τὸ ψῦχον καὶ τὸ λευκαῖνον καὶ τὸ τὴν αἴσθησιν κινοῦν· καὶ γὰρ αἱ κατ’ ἐνέργειαν αἰσθήσεις ἀλλοιώσεις εἰσί· τῷ μὲν γὰρ πυρὶ συνεχὴς ὁ ἀήρ, τῷ δὲ ἀέρι τὸ σῶμα, καὶ τὸ μὲν χρῶμα τῷ φωτί, τὸ δὲ φῶς τῇ ὄψει. οὕτω δὲ καὶ ἐπ’ ἀκοῆς καὶ ἐπὶ τῶν ἄλλων αἰσθήσεων· ἅμα γὰρ τῇ γεύσει ὁ χυμὸς καὶ ὄσφρησις τῷ ὀσφραντῷ καὶ οὐδὲν μεταξύ. ὁμοίως δὲ οὐδὲ αὐξανομένου καὶ αὐξάνοντός ἐστι μεταξύ. αὐξάνει γὰρ προσγινομένου τινὸς καὶ ἑνουμένου καὶ πάλιν φθίνει ἀπόντος ἀεὶ τοῦ φθίνοντος. καθ’ ὅσα μὲν τὸ ἄψυχον ἀλλοιοῦται, κατὰ πάντα καὶ τὸ ἔμψυχον· οὐ μὴν τὸ ἀνάπαλιν. αἱ γὰρ αἰσθήσεις αἱ κατ’ ἐνέργειαν ἴδιαι τῶν ἐμψύχων ἀλλοιώσεις εἰσίν.
2. 既然一切被运载的事物要么依自身运动,要么依他者运动,那么凡依自身运动者,显然同时在自身中具有动者(因为推动的能力内在潜在于它们之中);至于那些因他者而在位置上作位置运动的事物,对于它们则必须考察,在直接的动者与被运载者之间是否没有任何中间物。于是,这些事物依四种方式被他者推动:即或借拉拽,或借推搡,或借载运,或借旋转;因为一切位置运动都归结为这些方式。因为甚至抛投本身也是一种推搡;因为抛投乃是一种猛烈的推搡,在推动者自身并不尾随的情况下,当[因冲势而比]被抛之物的自然运动[更为剧烈的运动]发生之时。如果因他者而发生的位置运动有这四种方式,且推者、拉者、转者或载者不可能不接触,那么显然,在被动者与直接动者之间没有任何中间物。但是在被异质变化者与施异质变化者之间也没有任何中间物;因为最终的施异质变化者与最先的被异质变化者碰巧是共存的,并且可感觉者也被可感觉者所异质变化,而可感觉者就是物体借以区别于物体的那些性质,即重与轻、热与冷及其同列者,且加热者、致冷者、致白者以及触动感觉者亦施加接触;因为现实态的感觉也是异质变化。因为空气与火连续,身体与空气连续,颜色与光连续,光与视觉连续。在听觉和其他感觉上亦是如此;因为滋味与味觉同在,嗅觉与可嗅之物同在,其间没有任何间隔。同样,在被增盛者与施增盛者之间也没有中间物。因为增盛是在某物添加并合一的情况下发生,而衰减则是在衰减之物不断离去的情况下发生。在无灵魂之物被异质变化的凡此种种方面,有灵魂之物亦全被异质变化,反之则不然;因为现实态的感觉乃是有灵魂之物所特有的异质变化。
- 7.1ἢ γὰρ ἕλκοντος ἢ ὠθοῦντος ἢ ὀχοῦντός γε ἢ δινοῦντος
无伴随名词的现在主动态分词属格独立结构,此处设定了不定的施动者(推动者),表示动作的方式:“因某人拉拽、推搡、载运或旋转”。这对应着位置运动的四种基本形态。
- 7.1σφοδρὰ γὰρ ὦσίς ἐστιν ἡ ῥίψις αὐτοῦ μὲν οὐκ ἐπακολουθοῦντος † σφοδροτέρας ὑπὸ τῆς ῥύμης, ὅταν αὕτη γένηται † τῆς κατὰ τὴν φύσιν κινήσεως τοῦ ῥιφθέντος
匕首符(†)之间的文字在抄本传统中有讹误。就句子骨架而言,在属格独立结构 αὐτοῦ μὲν οὐκ ἐπακολουθοῦντος(施动者自身并不跟随)之后,文理显示这是一个比较构想:当抛投凭借冲力(ῥύμη)变得比被抛物体的自然运动(τῆς κατὰ τὴν φύσιν κινήσεως)更为猛烈(σφοδροτέρα)时(ὅταν…γένηται),抛投便是一种激烈的推搡。
