- 底本
- Themistius, In Aristotelis Physica Paraphrasis. Commentaria in Aristotelem Graeca V.2, ed. H. Schenkl, Berlin: Reimer 1900, pp. 1-236. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:202.27-203.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
特米斯提乌斯完成了关于无部分者绝不可能依自身运动的论证,随后证明没有任何变易因其具有极限而可能是无限的,并最终指出唯有圆周运动才能在时间上连续且无限。
εἰ δὲ ἀεὶ κατὰ τὸ ἴσον ἑαυτῷ κινηθήσεται, ὅταν διεξέλθῃ τὴν γραμμήν, ἔσται ταύτην καταμεμετρηκός·1 εἰ δὲ τοῦτο, ἔσται σύνθετος ἐξ ἀμερῶν ἡ γραμμή. ἔτι εἰ πᾶν ἐν χρόνῳ κινεῖται, κινεῖται δὲ καὶ ἡ στιγμὴ τὸ ἴσον αὐτῇ διάστημα, ἐν χρόνῳ δήπου καὶ τοῦτο κινεῖται· ἀλλὰ παντὸς χρόνου λαβεῖν ἔστιν ἐλάττω χρόνον, ὥστε καὶ τούτου λάβοιμεν ἂν ἐλάττω, καθ’ ὃν ἡ στιγμὴ τὸ ἴσον αὐτῇ μετελήλυθε διάστημα, ἀλλ’ ἀδύνατον. ἐν γὰρ τῷ ἐλάττονι ἔλαττον ἀνάγκη κινεῖσθαι, ὥστε ἔσται διαιρετὸν τὸ ἀδιαίρετον· μοναχῶς γὰρ ἂν κινοῖτο τὸ ἀμερές, ἀλλὰ καὶ ἀδιαίρετον, εἰ ἐν τῷ νῦν κινεῖσθαι δυνατὸν εἶναί τις ἂν δόξαι. Μεταβολὴ δὲ οὐκ ἔστιν οὐδεμία ἄπειρος· ὥρισται γὰρ ἑκάστης τὰ πέρατα. καὶ περὶ μὲν τῶν ἄλλων δῆλον εὐθύς, οἷον γενέσεως φθορᾶς ἀλλοιώσεως αὐξήσεως φθίσεως· γενέσεως μὲν γὰρ πέρατα καὶ φθορᾶς τὰ τῆς ἀντιφάσεως μέρη, τὸ εἶναι καὶ τὸ μὴ εἶναι, ἀλλοιώσεως δὲ τὰ ἐναντία. ταῦτα δὲ ἄκρα μεταβολῆς, ὁμοίως δὲ καὶ αὐξήσεως μὲν τὸ πέρας τοῦ κατὰ τὴν οἰκείαν φύσιν τελείου μεγέθους, φθίσεως δὲ ἡ τοῦδε ἔκστασις. περὶ δὲ φορᾶς οὕτως μὲν οὐκ ἔστιν ἀποδεῖξαι· οὐ γὰρ πᾶσα ἐν ἐναντίοις, οὐδὲ ἐν ἀντιφάσει, ὥσπερ ἔχει καὶ ἡ τῶν ζῴων κίνησις καὶ ἡ τοῦ παντὸς περιφορά· ἡ μὲν γὰρ τῶν ζῴων παντελῶς ἀόριστος καὶ οὐκ ἐξ ἐναντίου εἰς ἐναντίον, ἡ δὲ περιφορὰ ἀπ’ αὐτοῦ εἰς αὐτό. ἄλλως δὲ ἀποδεικτέον· ἐπεὶ γὰρ τὸ ἀδύνατον τμηθῆναι οὐδὲ τέμνεσθαι δυνατόν (λέγω δὲ ἀδύνατον, ὃ τῷ μὴ ἐνδέχεσθαι οὕτω καλεῖται), καὶ ὅλως τὸ ἀδύνατον γενέσθαι οὐδὲ γίνεσθαι δυνατόν· ἀδύνατον γάρ ἐστι τὴν διάμετρον σύμμετρον τῇ πλευρᾷ γενέσθαι, οὐκοῦν οὐδὲ γίνεσθαι δυνατόν. εἰ δὲ τοῦτο ἀληθές, ἐπειδὴ φορὰν ἄπειρον ἐνεχθῆναι ἀδύνατον, οὐδὲ φέρεσθαι δυνατόν. ἦν δὲ φέρεσθαι δυνατόν, καὶ ᾗ φέρεται ταύτην δυνατὸν ἐνεχθῆναι·2 πεπερασμένη ἄρα, ἣν φέρεται καὶ τὰ ζῷα καὶ τὰ θεῖα σώματα ἅπαντα. μίαν δὲ ἄρα κίνησιν ἐνδέχεται τὴν αὐτὴν κατ’ εἶδος πάλιν καὶ πάλιν γινομένην καὶ συνεχῆ καὶ ἄπειρον εἶναι τῷ χρόνῳ· ἄλλην μὲν γὰρ ἀπ’ ἄλλης ἴσως δυνατόν, οἷον εἰ μετὰ φορὰν ἀλλοίωσις εἴη καὶ μετὰ τὴν ἀλλοίωσιν αὔξησις καὶ πάλιν γένεσις· οὕτω γὰρ ἀεὶ μὲν ἔσται κίνησις, ἀλλ’ οὐ μία διὰ τὸ μὴ εἶναι μίαν ἐξ ἁπασῶν, ὥστε δὲ καὶ γίνεσθαι μίαν οὐκ ἐνδέχεται ἄπειρον εἶναι τὸν χρόνον πλὴν μιᾶς,3 αὕτη δέ ἐστιν ἡ κύκλῳ φορά.
而如果它总是沿着与自身相等的间距运动,那么当它穿过这条线时,它就将度量完这条线;如果这样,线就将由无部分者复合而成。此外,如果一切事物都是在时间中运动,而点也运动经过与自身相等的间距,那么这显然也是在时间中运动的;但是对于任何时间都可以取一个更小的时间,从而我们也可以取一个比点穿过与自身相等的间距所用的时间更小的时间,然而这是不可能的。因为在较小的时间中必然运动经过较小的间距,这样不可分者就将成为可分的;因为无部分者即不可分者唯有在人们认为有可能在“现在”之中运动的情况下,才能够以这种方式运动。 另一方面,没有任何变易是无限的;因为每种变易的极限都是被限定的。对于其他的变易,例如产生、毁灭、异质变化、增盛、衰减,这一点立刻是显而易见的;因为产生和毁灭的极限是矛盾对立的各部分,即存在与非存在,而异质变化的极限是对立物。这些是变易的端点;同样,增盛的〔端点〕是依照其固有本性的完全量度的极限,而衰减的〔端点〕是对此的偏离。然而对于位置运动,却不能以此种方式证明;因为并非所有的位置运动都在对立物之间,也不在矛盾对立之中,正如动物的运动和全宇宙的周转运动那样;因为动物的运动完全是不定的,而不是从一个对立物到另一个对立物,而周转运动则是从自身到自身。但必须以另一种方式来证明:因为既然不可能被分割的事物也不可能正被分割(我所谓的“不可能”,是指因无法容许实现而被如此称呼者),总的来说不可能已经生成的事物也不可能正处于生成之中;因为对角线不可能变得与边通约,所以它也不可能正处于变得可通约的过程之中。如果这是真实的,那么既然不可能穿过无限的位置运动,它也就不可能正处于运载之中。然而运载是可能的,而且也有可能穿过它所运载经过的那一运动;因此,动物以及一切神圣物体所运载经过的运动都是有限的。因此,在种上同一的单一运动一再产生、连续并在时间上无限,这是可能的;因为一个运动接在另一个运动之后或许是可能的,比如若在位置运动之后有异质变化,在异质变化之后有增盛,又有产生;因为这样一来固然将始终有运动,但却不是单一的,因为并不能由这一切构成单一运动,然而若要同时也成为单一运动,则除了唯一的一种运动之外,不可能在时间上无限,而这唯一的一种运动就是圆周运动。
- 6.9ἔσται ταύτην καταμεμετρηκός
由将来时直陈式 ἔσται 与完成时主动分词中性单数 καταμεμετρηκός 构成的完成将来时迂回表达结构。其省略的主语为中性概念 τὸ ἀμερές(无部分者),以 ταύτην(该线)为直接宾语。
- 6.9καὶ ᾗ φέρεται ταύτην δυνατὸν ἐνεχθῆναι
关系代词 ᾗ 作阴性单数与格使用(表示方式或路径,省略 φορᾷ,并由后随的指示代词 ταύτην 复指),引导关系从句“其所运载经过的[运动]”。在主句中,指示代词 ταύτην[φοράν]充当不定式 ἐνεχθῆναι 的主语(或宾语),受无人称述谓 δυνατὸν[ἐστι]支配。
- 6.9ὥστε δὲ καὶ γίνεσθαι μίαν οὐκ ἐνδέχεται ἄπειρον εἶναι τὸν χρόνον πλὴν μιᾶς
ὥστε 支配不定式短语 καὶ γίνεσθαι μίαν(使得同时也成为单一[运动],表限制或方式的 ὥστε 加不定式结构),并借 δέ 与前文的 μέν 分句相对;主句无人称动词 οὐκ ἐνδέχεται 支配不定式短语 ἄπειρον εἶναι τὸν χρόνον(在时间上无限,τὸν χρόνον 为表持续时间的宾格),句末的 πλὴν μιᾶς 省略了女性名词 [κινήσεως],意为“除了一种[运动]之外”,限定整个否定陈述。
