← 狄米斯提乌斯

亚里士多德《物理学》释义

§201.29-202.27

不可分者仅能依偶性运动的论证

德米斯提厄斯注解《物理学》第6卷第10章,从变易的过程与空间的穿过两方面论证无部分者绝不能依自身运动,而只能随着其所内在于其中的整体依偶性运动。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.9#1

10. Ἀποδεδειγμένων δὲ τούτων λέγομεν, ὅτι τὸ ἀμερὲς οὐκ ἐνδέχεται κινεῖσθαι πλὴν κατὰ συμβεβηκός, οἷον κινουμένου τοῦ σώματος ἢ τοῦ μεγέθους, ᾧ ἐνυπάρχει, καθάπερ στιγμὴ καὶ ὥσπερ τὸ ἐν τῷ πλοίῳ κινούμενον ὑπὸ τῆς τοῦ πλοίου φορᾶς. οὕτω δὲ καὶ τὰ μέρη κατὰ συμβεβηκὸς κινεῖται τῷ ἐνυπάρχειν τῷ ὅλῳ, πλὴν οὐχ ὁμοίως· τὰ μὲν γὰρ μέρη κινεῖται ὅμως καὶ καθ’ αὑτά, ἀμέλει καὶ διαφέρουσαι τούτων κινήσεις εἰσὶ τῆς τοῦ ὅλου. ἴδοι δ’ ἄν1 τις ἐπὶ τῆς σφαίρας μάλιστα τὴν διαφοράν· τῆς μὲν γὰρ ὅλης ἰσοταχής ἐστιν ἡ κίνησις, οὐ ταὐτὸν δὲ τάχος ἑκάστου τῶν μερῶν τῶν τε περὶ τοὺς πόλους καὶ τῶν περὶ τὸν μέγιστον κύκλον. Τὰ δὲ ἀμερῆ οὐδαμῶς οἷά τε κινεῖσθαι καὶ καθ’ αὑτὰ πλὴν κατὰ συμβεβηκὸς καὶ τῷ ἐνυπάρχειν· εἰ γὰρ οἷόν τε (ὑποκείσθω τι κινούμενον ἀμερές) ἔσται, εἴτε ἐκ μεγέθους εἰς μέγεθος, εἴτε ἐκ ποιότητος εἰς ποιότητα, εἴτε μεταβάλλον ἐκ τοῦ εἶναι εἰς τὸ μὴ εἶναι, ἐν ᾧ δὲ χρόνῳ πρῶτον ἄρχεται μεταβάλλειν * * * * ἠρεμοῖ ἄν· εἰ δὲ ἐκεῖνο, εἰς ὃ μεταβάλλει, μεταβεβληκὸς ἂν εἴη, οὐ μεταβάλλον· λείπεται ἄρα τὸ μὲν ἐν τούτοις εἶναι, τὸ δὲ ἐν ἐκείνῳ. ἀλλὰ μεριστὸν οὕτως ἐστί· μοναχῶς γὰρ ἂν οὕτως ἦν ἡ κίνησις τῶν ἀμερῶν, εἰ σύγκειτο ὁ χρόνος ἐκ τῶν νῦν· ἐπεὶ γὰρ κατὰ τὸ νῦν ἕκαστον κεκίνηται, ὃ κεκίνηται, εἴπερ σύνθετος ὁ χρόνος ἐκ τῶν νῦν, ἦν ἂν λέγειν τὸ ἀμερὲς κεκινῆσθαι καθ’ ἕκαστον νῦν, οὕτω δὲ καὶ καθ’ ὅλον τὸν χρόνον, οὕτω δ’ ἂν ἠκολούθει καὶ τὴν κίνησιν ἐκ κινημάτων καὶ περάτων συγκεῖσθαι κινήσεως καὶ τὸν χρόνον ἐκ τῶν νῦν καὶ τὸ διάστημα ἐξ ἀμερῶν καὶ μηκέτ’ ἂν εἶναι τοῦ κινεῖσθαι πρότερον τὸ κεκινῆσθαι.2 ἔτι πᾶν τὸ κινούμενον κατὰ τόπον εἰ μέλλει μεῖζον αὑτοῦ κινήσεσθαί τι διάστημα, πρότερον ἐξ ἀνάγκης ἔλαττον ἑαυτοῦ κινηθήσεται ἢ καὶ ἴσον· εἰ γὰρ εἴη τὸ κινούμενον πηχυαῖον, οὐκ ἂν διέλθοι τὴν ὄργυιαν, εἰ μὴ πρότερον ἡμίπηχυ κινηθῇ τοῦ διαστήματος ἢ πηχυαῖον, τοῦτο δέ ἐστιν ἔλαττον ἢ ἴσον. εἶναι μὲν γὰρ ἐν ἐλάττονι τόπῳ κινούμενον οὐκ ἐνδέχεται, κινεῖσθαι δὲ καὶ προϊέναι κατ’ ἔλαττον οἷόν τε. τούτου τοίνυν οὕτως ἔχοντος εἰ κινοῖτο κατὰ τόπον τὸ ἀμερές, ἔλαττον μὲν ἑαυτοῦ οὐ κινηθήσεται διάστημα· εἴη γὰρ ἂν οὕτως γε μεριστόν.

10. 在这些事情已被证明之后,我们主张,无部分者除了依偶性之外是不可能运动的,例如其所内在于其中的物体或量度运动时,如同点那样,又如同在船中的事物因船的运载而运动那样。以此种方式,各部分也由于内在于整体之中而依偶性运动,但并非完全同样;因为部分无论如何也依自身运动,而且各部分的运动显然与整体的运动不同。人们尤其可以在球体上看到这种差异;因为整体的运动是匀速的,但处于两极周围的各部分与处于最大圆周围的各部分的速率却不相同。 然而无部分者除了依偶性以及由于内在之外,绝不可能依自身运动;因为如果它是可能的(设想某个运动着的无部分者),无论它是从一个量度变到另一个量度,还是从一种性质变到另一种性质,抑或是从存在变易为非存在,在它最初开始变易的时间内 * * * * 它就会处于静止;而如果它处于它所变易达到的那个状态之中,它就将是已经变易完毕的,而不是正在变易的;于是剩下的可能性就唯有其一部分处于前者之中,而另一部分处于后者之中。但是这样一来它就是可分的了;因为唯有当时间是由“现在”构成的时候,无部分者的运动才可能以此种方式存在;因为既然每一个运动了的事物都是在“现在”之中运动完毕的,假若时间确实是由“现在”复合而成的,那么人们本可以说无部分者在每一个“现在”之中都运动完毕了,因而在整个时间之中也是如此,而且这就会相应地推导出:运动是由运动单位和运动的极限构成的,时间是由“现在”构成的,间距是由无部分者构成的,而已经运动完毕也不再先于正在运动了。 此外,一切依处所而运动的事物,若要运动经过一个比自身更大的间距,就必然首先要运动经过一个比自身更小或相等的间距;因为如果运动之物有一肘之长,除非它首先运动经过间距的半肘或一肘,否则它就无法穿过一寻,而这是更小或相等的。因为运动着的事物固然不可能处于一个较小的处所中,但运动并穿过一个较小的间距却是可能的。既然情况如此,那么如果无部分者依处所运动,它将绝不会运动经过一个比自身更小的间距;因为至少这样一来它就会是可分的了。

语法注2 条
  1. 6.9ἐν ᾧ δὲ χρόνῳ πρῶτον ἄρχεται μεταβάλλειν * * * * ἠρεμοῖ ἄν

    抄本在此处存在脱落(lacuna)。根据上下文以及对应的亚里士多德原文(240b15-20)所设立的三难推理(变易之物必须要么完全在起点中,要么完全在目标中,要么分割于两者中),此处应脱落了相当于“若它处于变易的出发点之中(或完全停留在原状态中)”的条件从句,并与结论 ἠρεμοῖ ἄν(“它就会处于静止”)相连。

  2. 6.9καὶ μηκέτ’ ἂν εἶναι τοῦ κινεῖσθαι πρότερον τὸ κεκινῆσθαι

    受 ἠκολούθει 支配的一系列宾格不定式从句末尾的结构。带冠词完成时不定式 τὸ κεκινῆσθαι 充当主格性宾格主语,而 τοῦ κινεῖσθαι 则是依附于比较级词 πρότερον 的比较属格,意为“已经运动完毕不再先于正在运动”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:201.29-202.27