← 狄米斯提乌斯

亚里士多德《物理学》释义

§200.21-201.28

竞技场悖论的反驳与旋转物体静止难题

忒密斯提乌斯总结了对芝诺关于阿喀琉斯、飞箭与竞技场诸悖论的反驳,并进一步解答了有关矛盾对立间的变易以及旋转物体是否处于静止的难题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.8#2

Ζήνων δὲ προσνεανιεύεται ἐν τῷ λόγῳ· τὸ γὰρ προέχον φησὶν ἀδύνατον καταληφθῆναι. ἡνίκα μὲν οὖν προέχει, καὶ ἡμεῖς λέγομεν ὡς ἀδύνατον (ἅμα τε γὰρ ἂν προέχοι καὶ οὐ προέχοι), ἀλλ’ οὐκ ἀεὶ προέχειν αὐτοῦ συγχωρησόμεθα,1 ὥστε ἀεί τι προσλαμβάνειν μέρος ὡρισμένον τοῦ διαστήματος, ἀλλ’ ἥξειν ποτὲ ἐπὶ τὸ πέρας, ὥστε καὶ τὸ θᾶττον ὁμοίως. ὅταν τοίνυν ὁ χρόνος τοιοῦτος ᾖ τῆς κινήσεως τοῦ ταχυτέρου, ὥστε μὴ πλείονι λείπεσθαι ἢ ὅσῳπέρ ἐστιν ἀργότερον τὸ βραδύτερον,2 ἀναγκαῖον αὐτὸ ὑπὸ τοῦ ταχυτέρου καταλαμβάνεσθαι. Τρίτος δὲ ἦν λόγος ὁ περὶ τῆς ὀιστοῦ τῆς φερομένης, ὃν φθάσαντες ἤδη λελύκαμεν· ἀεὶ μὲν γὰρ ἕκαστον τῶν κινουμένων ἐν τῷ νῦν τὸ ἴσον ἑαυτῷ κατέχει διάστημα, ἀλλ’ οὐ σύγκειται ἐκ τῶν νῦν ὁ χρόνος οὔτε εἰς τὰ νῦν διαιρεῖται, μὴ συγχωρουμένου δὲ τούτου οὐ πρόεισι συλλογισμός. Τέταρτος δέ ἐστιν λόγος ὁ περὶ τῶν ἐν τῷ σταδίῳ φερομένων· τρεῖς γὰρ ὄγκους ἴσους κατὰ τὸ μῆκος ποιήσας τὸν μὲν κινεῖ, τὸν δὲ ἵστησι, τὸν δὲ ἀντικινεῖ. ἐπεὶ δὲ θᾶττον ὁ κινούμενος δίεισι τὸν ἀντικινούμενον ὄγκον ἢ τὸν ἑστῶτα, οἴεται σόφισμα πλέκειν ἐντεῦθεν. ‘τὸ γὰρ ἴσον διάστημα,’ φησίν, * * *(ἴσοι γὰρ ὅ τε μένων ὄγκος καὶ ὁ φερόμενος) ‘ἐξ ἐναντίας οὐκ ἐν ἴσῳ δίεισι χρόνῳ.’ καὶ σφόδρα γε, ὦ θαυμάσιε· ὁ μὲν γὰρ ἕστηκεν, ὁ δὲ ἀντικινεῖται. εἰ δὲ ἔμενον ἄμφω, τότ’ ἂν παράλογον ἦν. Ἐρωτᾶται δέ τις καὶ ἕτερος λόγος παρὰ τοὺς τέσσαρας τοὺς εἰρημένους περὶ τῆς κατὰ ἀντίφασιν μεταβολῆς. ἐπειδὴ γὰρ κεῖται τὸ κινούμενον καὶ ἔκ τινος εἴς τι μεταβάλλον ἐν μηδετέρῳ εἶναι, ὅτε κινεῖται, μήτ’ ἐξ οὗ μήτ’ ἐν τῷ εἰς ὅ, ἡνίκα ἂν γίγνηται, φασί, κατὰ ἀντίφασιν ἡ μεταβολή, οἷον ἐκ τοῦ λευκοῦ εἰς τὸ μὴ λευκὸν ἢ ἐκ τοῦ εἶναι εἰς τὸ μὴ εἶναι, δῆλον ὡς οὔτε λευκόν ἐστιν οὔτε οὐ λευκόν, οὔτε ὂν οὔτε οὐκ ὂν τὸ μεταβάλλον, ἀλλ’ ἀδύνατον. ἀντιφάσεως γὰρ οὐδὲν μεταξύ. ἡμεῖς δέ φαμεν ὡς ἀμφότερα μᾶλλόν ἐστι τὸ μεταβάλλον, οὐχ ὡς οὐδέτερον, καὶ λευκὸν καὶ οὐ λευκὸν καὶ μουσικὸν καὶ οὐ μουσικόν, ἀλλ’ οὐχ ὅλον, ἀλλὰ κατά τι μὲν λευκόν, κατά τι δὲ οὐ λευκόν· οὕτως δὲ καὶ ἔσται καὶ οὐκ ἔσται τὸ φθειρόμενον κατά τι μέντοι γε ἑκάτερον, οὐχ ὅλον ἐν ἑκατέρῳ, μέχρις ἂν φθείρηται. ἦν δὲ καὶ οὗτος ἐπὶ τῆς ἀντιφάσεως διορισμὸς ὁ μὴ κατὰ ἄλλο καὶ ἄλλο.3 ἡ σφαῖρα δὲ κινουμένη περὶ μένοντα τὸν ἄξονα καὶ ὁ κύκλος ὁ περὶ τὸ κέντρον ὁμοίως πῶς ἠρεμοῦσιν; οἴονται γὰρ καὶ τοῦτο παραλογίζεσθαι. ‘μένουσι γάρ,’ φασίν, ‘ἐν ταὐτῷ τόπῳ’. ἀλλὰ πρῶτον μὲν τὰ μόρια τῶν οὕτω κινουμένων οὐδ’ ὅλως ἐν ταὐτῷ μένει, ἀλλ’ ἕκαστον αὐτῶν ἐν ἄλλῳ καὶ ἄλλῳ γίνεται συνεχῶς, ἔπειτα οὐδὲ τὸ ὅλον· οὐ γὰρ ἡ αὐτή ἐστιν περιφέρεια ἀπό τε ἄλλης καὶ ἄλλης ἀρχῆς λαμβανομένη, εἰ μὴ κατὰ συμβεβηκός, ὅτι περὶ ταὐτὸν ὑποκείμενον, ἀλλ’ ἑτέρα μὲν ἀπὸ τοῦ Α ἀρχομένοις, ἑτέρα δὲ ἀπὸ τοῦ Β, καὶ πάλιν ἑτέρα ἀπ’ ἄλλου σημείου, ὥστε οὐδέποτε ἐν τῇ αὐτῇ τὸ ὅλον ἐστίν.

芝诺在这一论证中表现得狂妄傲慢;因为他说,处于领先地位的事物是不可能被追上的。诚然,当它处于领先地位时,我们也说这是不可能的(因为否则它就会同时既领先又不领先);但我们绝不会向他承认它始终处于领先地位,从而始终额外获取间隔的某个确定部分,而是[承认]它终将到达极限,从而较快者也同样如此。因此,当较快者运动的时间使得其落后的程度不大于较慢者迟缓的程度时,它就必然会被较快者追上。 第三个论证是关于运行中的箭的论证,对此我们此前已经予以解答;因为在“现在”之中,运动着的每一事物固然始终占据与其自身相等的间隔,但时间既不是由“现在”构成的,也不能被分割为“现在”,若不承认这一点,推论便无法进行。 第四个论证是关于在竞技场中运行的物体;因为他在长度上设定了三个相等的物体,将其中一个移动,将另一个静止,并将第三个向相反方向移动。由于运动着的物体穿过反向运动的物体比穿过静止的物体更快,他便以为可以由此织造出诡辩:“因为相等的间隔,”他说,* * *(因为静止的物体与运行的物体是相等的)“从相反方向并不是在相等的时间内穿过的。”确实如此,令人惊叹的人啊!因为一者处于静止,另一者则在反向运动;但若两者都处于静止,那时才会是荒谬的。 在上述四个论证之外,还有一个关于依矛盾对立而起的变易的论证被提了出来。因为既然设定运动着且从某物变易为某物的事物在运动时不处于两者之中的任何一者之中,既不处于作为出发点的某物之中,也不处于作为目标的某物之中,那么他们说,每当发生依矛盾对立而起的变易时,例如从白变易为非白,或者从存在变易为非存在,变易着的事物显而易见既非白亦非非白,既非存在亦非非存在;但这乃是不可能的,因为在矛盾对立之间没有任何中间物。然而我们主张,变易着的事物宁可说是两者兼具,而非两者皆非,即既是白又是非白,既通晓音律又非通晓音律,但并非就整体而言,而是在某个方面是白,在某个方面是非白;以这种方式,正在消灭着的事物在其消灭的过程中也将既存在又不存在,但每一者都仅仅是在某个方面,而不是整体地处于每一者之中。而“并非在不同方面”,这也是对于矛盾对立的限定。 那么,绕着静止的轴运动的球体以及绕着中心运动的圆,又何尝是同样处于静止之中的呢?因为他们以为在这一问题上也可以进行谬误推理。“因为它们,”他们说,“停留于同一处所。”但首先,以此种方式运动的事物的诸部分根本就不停留于同一处所,而是它们中的每一个都连续不断地进入不同的处所;其次,整体也并不停留;因为从不同的起点所取定的周长并不是同一的,除非是偶性地由于围绕着同一个基体,对于从Α开始的人而言是一种周长,对于从Β开始的人而言是另一种周长,而从另一处点开始又各不相同,因此整体绝不会处于同一个[周长之中]。

语法注3 条
  1. 6.8αὐτοῦ συγχωρησόμεθα

    人称代词属格 αὐτοῦ 依附于动词 συγχωρέω,构成“向他(芝诺)承认……”的结构,承认的具体内容则由宾格不定式短语 οὐκ ἀεὶ προέχειν... 表述。

  2. 6.8ὥστε μὴ πλείονι λείπεσθαι ἢ ὅσῳπέρ ἐστιν ἀργότερον τὸ βραδύτερον

    在 ὥστε 引导的结果从句内部,使用了表示差异程度的与格(πλείονι, ὅσῳπερ)构成相关比较句式(πλείονι ... ἢ ὅσῳπερ),意为“以致于落后的程度不大于较慢者迟缓的程度”。

  3. 6.8ὁ μὴ κατὰ ἄλλο καὶ ἄλλο

    定冠词 ὁ 回指前面的表语名词 διορισμός(限定、规定),将介词短语 μὴ κατὰ ἄλλο καὶ ἄλλο 名词化并作为同位语加以说明,意为“即并非就不同方面而言的限定”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:200.21-201.28