- 底本
- Themistius, In Aristotelis Physica Paraphrasis. Commentaria in Aristotelem Graeca V.2, ed. H. Schenkl, Berlin: Reimer 1900, pp. 1-236. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:199.4-200.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
泰米斯提乌斯依据亚里士多德《物理学》卷六第九章,首先将飞矢悖论驳斥为对“现在”与时间的混淆,继而讨论了芝诺否定运动的四个论证中的前两个(二分法与阿喀琉斯),指出两者的谬误均在于把走向无限的分割当作现实的而非潜在的来对待。
9. Οὕτω δὲ καὶ Ζήνων παραλογίζεται. εἰ γὰρ ἠρεμεῖ, φησίν, ἅπαντα, ὅταν ᾖ κατὰ τὸ ἴσον αὑτῷ διάστημα, ἔστι δὲ ἀεὶ τὸ φερόμενον κατὰ τὸ ἴσον ἑαυτῷ διάστημα, ἀκίνητον ἀνάγκη τὴν ὀιστὸν εἶναι τὴν φερομένην. τοῦτο δὲ ψεῦδος· οὐ γὰρ ἀεὶ τὸ φερόμενον κατὰ τὸ ἴσον διάστημα, μᾶλλον δὲ οὐδὲ ὅλως ἐν χρόνῳ ἐστίν, ἀλλ’ ἐν τῷ νῦν μόνον, καθὰ προείρηται, οὐ σύγκειται δὲ ὁ χρόνος ἐκ τῶν νῦν, οὔτε ἐντελεχείᾳ τὰ νῦν ὑπάρχει οὐδὲ μόριον ὅλως τοῦ χρόνου νῦν, ὥσπερ οὐδὲ ἄλλο τοῦ συνεχοῦς, ἀμερές τε καὶ ἀδιαίρετον μόριον. Τέσσαρες δέ εἰσιν οἱ τὴν κίνησιν ἀναιροῦντες λόγοι τοῦ Ζήνωνος καὶ παρέχοντες δυσκολίαν τοῖς λύουσιν, ἔστι δὲ ὁ μὲν πρῶτος τοιοῦτος. εἰ ἔστι κίνησις, ἀνάγκη τὸ κινούμενον τὸ ἥμισυ πρῶτον διεξιέναι τοῦ διαστήματος, ἄπειρα δὲ τὰ ἡμίση (ἀεὶ γὰρ τοῦ ἤδη ληφθέντος ἡμίση σημεῖα δυνατὸν λαβεῖν)· οὐχ οἷόν τε δὲ τὰ ἄπειρα διεξελθεῖν ἐν πεπερασμένῳ χρόνῳ, οὐχ οἷόν τε οὖν οὕτω κινεῖσθαι. ῥητέον δέ, ὡς οὐκ ἐνεργείᾳ πρῶτον ἐπ’ ἄπειρον ἡ διαίρεσις ἐν τοῖς συνεχέσιν, ἀλλὰ δυνάμει, καὶ τὸ κινούμενον οὐ διαιροῦν δίεισι τὸ διάστημα, οὐκέτι γὰρ ἂν ὡς ἐφ’ ἑνὸς καὶ συνεχοῦς αὐτοῦ κινοῖτο οὐδὲ κίνησιν συνεχῆ, καὶ ὁμοίως τὸ ἄπειρον ἔν τε τῷ χρόνῳ καὶ τῷ μεγέθει, καθάπερ εἴρηται πρότερον, ὥστε οὐκ ἐν πεπερασμένῳ τὸ ἄπειρον, ἀλλ’ ἐν ὁμοίως ἀπείρῳ. Δεύτερος δέ ἐστιν ὁ λόγος ὁ καλούμενος Ἀχιλλεὺς τετραγῳδημένος καὶ τῷ ὀνόματι· οὐ γάρ, ὅπως φησίν, τὸν Ἕκτορα καταλήψεται ὁ ποδωκέστατος Ἀχιλλεύς, ἀλλ’ οὐδὲ τὴν βραδυτάτην χελώνην. εἰ γὰρ τὸ διῶκον ἀνάγκη πρότερον ἐλθεῖν ἐπὶ τὸ πέρας τοῦ διαστήματος, οὗ τὸ φεῦγον προελήλυθεν, ἀδύνατον ἄλλο ὑπ’ ἄλλου καταληφθῆναι. ἐν ᾧ γὰρ ὁ διώκων τοῦτο δίεισι τὸ διάστημα, δῆλον ὡς ὁ φεύγων ἕτερόν τι προστίθησιν· εἰ γὰρ καὶ ἔλαττον ἀεὶ τῷ βραδύτερος ὑποκεῖσθαι, ἀλλ’ οὖν προστίθησί γέ τι. ἔστω τοίνυν δεκαπλασίονι τάχει τῆς χελώνης ποδωκέστερος Ἀχιλλεύς, σταδιαίου δὲ ὄντος τοῦ διαστήματος ὅλου προειληφέτω τὸ ἡμιστάδιον ἡ χελώνη. ἐν ᾧ δὴ τὸ ἡμιστάδιον Ἀχιλλεὺς διατρέχει, τὸ δέκατον ἂν τοῦ ἡμισταδίου τοῦ λοιποῦ ἡ χελώνη διαπορεύοιτο· ἐν ᾧ δὲ τὸ δέκατον τοῦτο πάλιν ὁ Ἀχιλλεύς, αὐτοῦ τοῦ δεκάτου τὸ δέκατον προσλαμβάνοι ἂν ἡ χελώνη ἐξ οὗ μήπω κεκίνηκε διαστήματος· ἀεὶ δὲ τοῦ προστιθεμένου μεγέθους ὑπὸ τῆς χελώνης δέκατον ἔχοντος,1 ἀεί τι καὶ προσλαμβάνοι ἂν ἡ χελώνη καὶ οὐδέποτε ἑκάτερον αὐτῶν τὸ στάδιον διεξελεύσεται. κἀνταῦθα δὴ τὴν ἐπ’ ἄπειρον διαίρεσιν αἰτιατέον, ὡς ἐνεργείᾳ ποιεῖται ὁ λόγος αὐτήν, οὐ δυνάμει. τοσοῦτον γὰρ οὗτος τοῦ πρὸ αὐτοῦ διαφέρει τῷ μὴ ποιεῖν εἰς ἡμίση τὴν διαίρεσιν ἐπ’ ἄπειρον, ἀλλ’ ἴσον δήποτε λόγον. εἰ δ’ ἄλλως συγχωρηθείη τὴν πεπερασμένην δύνασθαι τὸ κινούμενον διεξελθεῖν,2 ὡς ἐδείξαμεν, καταλήψεται πάντως ὑπὸ τοῦ θάττονος τὸ βραδύτερον. ἂν γὰρ ᾖ δωδεκαπλάσιον αὐτοῦ θᾶττον, ὃ τὸ βραδύτερον ἐν ἡμέρᾳ κεκίνηται, τοῦτο κινηθήσεται τὸ θᾶττον ἐν ὥρᾳ τῇ τελευταίᾳ τῶν δώδεκα καὶ καταλήψεται αὐτὸ ἐν τῷ πέρατι τῆς ὥρας. νῦν δὲ ἀναγκάζουσιν ὡρισμένον τι μέρος κινεῖσθαι πρότερον τοῦ διαστήματος, εἶθ’ οὕτως ὅλον, κἀντεῦθεν ὁ παραλογισμὸς ἐκ τῆς εἰς ἄπειρον διαιρέσεως· ἡμεῖς δὲ μέρος μέν τι πρῶτον κινεῖσθαι τοῦ ὅλου φαμέν, ὁρίσαι δ’ αὐτὸ οὐχ οἷόν τ’ εἶναι· διαιροῖτο γὰρ ἂν ἤδη καὶ τὸ μέγεθος καὶ ἡ κίνησις καὶ οὐκέτι ἂν φυλάττοιτο συνεχὴς οὔτε ἡ κίνησις μία.
9. 芝诺同样也以这种方式进行着谬误推理。因为他说,如果凡物在处于与其自身相等的间隔时都处于静止,且处于运行中的事物始终处于与其自身相等的间隔,那么运行中的箭就必然是不动的。但这乃是虚妄的:因为处于运行中的事物并非始终处于相等的间隔之中,或者说更根本不在时间之中,而仅仅在“现在”之中,正如先前所说;而时间并不是由“现在”所构成的,诸“现在”也并非现实地存在,一个“现在”也根本不是时间的一部分,正如连续之物的任何其他部分也绝不是不可分和不可切分的部分一样。 芝诺否定运动并给解答者造成困难的论证共有四个,其中第一个是这样的:如果存在运动,运动着的事物必然首先穿过间隔的一半,但半数是无限的(因为对于已经取定的部分,始终可以取其半数的点);而在有限的时间内不可能穿过无限的事物,因此不可能以这种方式运动。然而应当指出的是,在连续之物中走向无限的分割首先不是在现实上存在,而是在潜在上存在,并且运动着的事物并非通过分割来穿过间隔(因为这样它就不再像在单一且连续的间隔上那样运动,也不再进行连续的运动了),并且如先前所说,无限在时间与量度中是同样存在的,从而并非在有限之中[穿过]无限,而是在同样无限之中[穿过无限]。 第二个论证是被称为“阿喀琉斯”的论证,仅其名称就极具戏剧性;因为正如他所说,不仅健步如飞的阿喀琉斯追不上赫克托耳,甚至连最慢的乌龟也追不上。因为如果追赶者必然首先到达逃跑者已经前行的间隔的极限,那么一者便不可能被另一者追上。因为在追赶者穿过这一间隔的[时间]内,逃跑者显然又增加了一段另外的间隔;因为即使由于设定其较慢,[所增加的间隔]总是较小,但无论如何它总归增加了一定部分。那么,假定阿喀琉斯的奔跑速度是乌龟的十倍,整个间隔为一斯塔德,且乌龟预先领先了半斯塔德。正在阿喀琉斯跑完这半斯塔德的[时间]内,乌龟将行进剩余半斯塔德的十分之一;而当阿喀琉斯再次跑完这十分之一时,乌龟又会从它尚未移动的间隔中,额外获取这十分之一本身的十分之一;而由于乌龟所增加的量度总是包含着十分之一,乌龟也将始终额外获取某些部分,从而他们两者都绝不可能跑完一斯塔德。而在此处,同样应当归咎于走向无限的分割,因为该论证将其视作现实的而非潜在的。因为这[一论证]与前一个论证的不同之处仅仅在于,它并未将走向无限的分割做成对半分割,而是做成任何相等的比率。但如果依照另一种方式承认运动着的事物能够穿过有限的[间隔],正如我们所证明的那样,较慢者无论如何都会被较快者追上。因为如果它比它快十二倍,较慢者在一整天内所移动的距离,较快者将在十二个时辰中的最后一个时辰内移动完,并在该时辰的极限处追上它。然而现在,他们强使间隔的某个确定部分首先被移动,然后再移动整体,由此便产生了源自无限分割的谬误推理;而我们虽然说整体的某个部分首先被运动,但断言不可能去限定它;因为若去限定,量度与运动就都已经遭到了分割,运动也就再不能保持为连续的且单一的了。
- 6.8ἀεὶ δὲ τοῦ προστιθεμένου μεγέθους ὑπὸ τῆς χελώνης δέκατον ἔχοντος
属格独立结构。主语为 τὸ προστιθέμενον μέγεθος(“所增加的量度”),δέκατον 作表语或直接宾语,意为“包含十分之一[部分]”。分词 ἔχοντος 与中性名词 μεγέθους 在性数格上保持一致。
- 6.8εἰ δ’ ἄλλως συγχωρηθείη τὴν πεπερασμένην δύνασθαι τὸ κινούμενον διεξελθεῖν
由被动语态希求语气 συγχωρηθείη 引导的条件从句,支配一个带宾格的不定式结构(τὸ κινούμενον 作主格宾格,δύνασθαι 作不定式,διεξελθεῖν 作其补足不定式)。阴性单数宾格 τὴν πεπερασμένην 根据上下文省略了 διάστασιν 或 γραμμήν(“有限的间隔/线段”),需在理解时补出。
