- 底本
- Themistius, In Aristotelis Physica Paraphrasis. Commentaria in Aristotelem Graeca V.2, ed. H. Schenkl, Berlin: Reimer 1900, pp. 1-236. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:19.14-20.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
德米斯蒂奥斯论证了不仅质变,而且结合与解体的变化中生成与消灭也发生在对立者(及其居间者)之间,并指出以往哲学家尽管在普遍程度与认知视角上有所不同,但都一致将对立者确立为本原。
εἰ δὲ καὶ συμβαίη καὶ μουσικὸν εἶναι τὸν ἄνθρωπον κατὰ συμβεβηκός, καὶ εἰς μουσικὸν φθαρήσεται ἡ λευκότης· ὁμοίως δὲ καὶ τὸ μουσικὸν εἰ φθείροιτο, εἰς τὸ ἄμουσον οὐκ εἰς τὸ μέλαν φθαρήσεται. οὐ μόνον δὲ ἐφ’ ὧν κατ’ ἀλλοίωσιν ἡ γένεσις, ὡς ἐπὶ τῶν εἰρημένων, ἀλλὰ καὶ ἐφ’ ὧν κατὰ σύγκρισιν καὶ διάκρισιν1 ὡς ἐπὶ τῶν συντιθεμένων· ὁ γὰρ αὐτὸς λόγος, λανθάνει δὲ ἐπὶ τούτων ἐνίοτε, ὅτι μὴ κεῖται ἐπὶ πολλῶν ταῖς ἀντικειμέναις διαθέσεσι σύνηθες ὄνομα ὥσπερ τῷ λευκῷ καὶ τῷ μέλανι· ἀλλ’ ἐπ’ ἐνίων μὲν αἱ στερήσεις τούτων ὀνομάζονται, ἐπ’ ἐνίων δὲ οὐδὲ αὗται, ἀλλὰ αἱ τῶν ἑτέρων ἀντιφάσεις μόναι. τὰ μὲν γὰρ κοινὰ ὀνόματα εἴποιμεν ἂν ἐπὶ τῶν συνθέτων ἁπάντων ἁρμονίαν τε καὶ ἀναρμοστίαν, ἐξ ὧν αἱ γενέσεις καὶ εἰς ἃ αἱ φθοραί, τὰ δὲ ἴδια καθ’ ἕκαστον οὐκ ἔχομεν ἐκ τῆς συνηθείας, ἀλλ’ ὅμως ἅπαν γίνεται τὸ ἡρμοσμένον ἐξ ἀναρμόστου καὶ φθείρεται εἰς ἀνάρμοστον οὐκ εἰς τὸ τυχόν, ἀλλ’ εἰς τὸ ἀντικείμενον· οὐ γὰρ ἡ ἀνθρώπου ἁρμονία φθείρεται εἰς τὴν ἵππου ἀναρμοστίαν οὐδὲ ἡ τοῦ κυνὸς εἰς τὴν τοῦ φυτοῦ οὐδὲ γίνεται ἐξ ἐκείνων, ἀλλὰ φθείρεται μὲν ἄνθρωπος εἰς ἀνθρώπου ἀναρμοστίαν, φθείρεται δὲ ἵππος εἰς ἵππου, κἂν ἀντὶ τοῦ ἡρμοσμένου καὶ ἀναρμόστου τὸ τεταγμένον καὶ ἄτακτον ὀνομάζῃς κἂν τὸ σύνθετον καὶ τὸ ἀσύνθετον καὶ τὸ ἐσχηματισμένον καὶ τὸ ἀσχημάτιστον, ὅμως ταὐτὸν ἐν πᾶσιν εὑρήσεις. λάβε γὰρ καθ’ ἕκαστον παράδειγμα· ἡ τῆς οἰκίας τάξις ἐξ ἀταξίας γίνεται οὐ τῆς τυχούσης οὐδὲ οἵα γένοιτο ἂν νεώς, ἀλλ’ οἵα γένοιτο ἂν οἰκίας ἀταξία ἐκ τοῦ μὴ συγκεῖσθαι τοὺς λίθους ὡς δεῖ καὶ τὰς πλίνθους, καὶ φθείρεται τοίνυν εἰς ταύτην τὴν ἀταξίαν. πάλιν ὁ σωρὸς γίνεται τῶν πυρῶν ἐκ τοῦ μὴ συγκεῖσθαι τοὺς πυροὺς, οὐκ ἐκ τοῦ μὴ συγκεῖσθαι τὰ ξύλα, καὶ φθείρεται τοίνυν οὐκ εἰς ξύλων διαίρεσιν, ἀλλ’ εἰς πυρῶν. ὁ ἀνδριὰς ὁμοίως ἐκ τῆς ἀνδριάντος ἀσχημοσύνης· καὶ ἵνα μὴ καθ’ ἕκαστον λέγω, δῆλόν ἐστιν ὡς ἅπαν γίγνεται τὸ γιγνόμενον καὶ φθείρεται τὸ φθειρόμενον ἢ ἐξ ἐναντίων ἢ εἰς ἐναντία καὶ τὰ τούτων μεταξύ, οἷς καὶ αὐτοῖς ἐξ ἐναντίων ἡ γένεσις ὡς ἐπὶ τῶν χρωμάτων· ὥστε καθόλου διορίσασθαι ἀληθές, ὅτι πάντα τὰ φύσει γιγνόμενα ἢ ἐναντία ἐστὶν ἢ ἐξ ἐναντίων, ἐναντία μὲν τὰ ἄκρα, ἐξ ἐναντίων δὲ τὰ μεταξύ. χρὴ δὲ μνημονεύειν, ὅταν λέγωμεν ἐξ ἐναντίων καὶ εἰς τὰ ἐναντία εἶναι τὰς γενέσεις καὶ τὰς φθοράς, ὡς οὐκ ἐξ ὑπομενόντων οὐδὲ εἰς ὑπομένοντα λέγοιμεν2 (οὕτω γὰρ ἂν ἡμῖν αὐτοῖς μαχοίμεθα), ἀλλ’ ὥς φαμεν τόδε ἀπὸ τοῦδε καὶ τόδε γίγνεσθαι μετὰ τόδε. μέχρι μὲν οὖν ἐπὶ τοσοῦτον σχεδὸν συνηκολουθήκασιν καὶ τῶν ἄλλων οἱ πλεῖστοι· πάντες γὰρ οἱ τὰ στοιχεῖα καὶ τὰς ὑπ’ αὐτῶν καλουμένας ἀρχάς,3 καίπερ ἄνευ τοῦ πείθειν ἐκ τῆς ἐπαγωγῆς, ὅμως τὰ ἐναντία ποιοῦσιν ὥσπερ ὑπ’ αὐτῆς τῆς ἀληθείας ἀναγκασθέντες· διαφέρουσι δὲ ἀλλήλων τῷ τοὺς μὲν πρότερα καὶ γενικώτερα, τοὺς δὲ ὕστερα καὶ εἰδικώτερα λαμβάνειν, καὶ τοὺς μὲν λόγῳ, τοὺς δὲ αἰσθήσει γνωριμώτερα· οἱ μὲν γὰρ θερμὸν καὶ ψυχρὸν καὶ ξηρὸν καὶ ὑγρόν, ὕστερα δὲ καὶ εἰδικώτερα καὶ γνωριμώτερα τῇ αἰσθήσει· οἱ δὲ τὸ μέγα καὶ τὸ μικρὸν καὶ τὸ ἄρτιον καὶ τὸ περιττὸν καὶ νεῖκος καὶ φιλίαν πρότερά τε καὶ γενικώτερα καὶ γνωριμώτερα τῷ λόγῳ. πὼς μὲν ἕτερα λαμβάνουσιν (ἄλλοι γὰρ ἄλλα), πὼς δὲ ταὐτὰ μόνα· πάντα ταῦτα γὰρ ἀνάλογον ἔχει πρὸς ἄλληλα. ὡς γὰρ ἔχει τὸ νεῖκος πρὸς τὴν φιλίαν καὶ τὸ περιττὸν πρὸς τὸ ἄρτιον, οὕτως τὸ ψυχρὸν πρὸς τὸ θερμὸν καὶ τὸ ξηρὸν πρὸς τὸ ὑγρὸν ἔχει· τὰ μὲν γὰρ ἐκ τῆς συστοιχίας ἐστὶ τῆς ὑπὸ τὴν σύγκρισιν καὶ τὴν ὑπεροχήν, τὰ δὲ ἐκ τῆς ὑπὸ τὴν διάκρισιν καὶ τὴν ἔλλειψιν. ἀλλ’ ὅτι μὲν ἐναντίας δεῖ τὰς ἀρχὰς εἶναι, φανερὸν ἐκ τούτων.
但如果人碰巧兼具音乐素养是依照偶性而发生的,白性也会依照偶性消灭入有音乐素养的状态中;同样,如果有音乐素养的状态消灭,它将消灭入缺乏音乐的状态中,而不是消灭入黑之中。不仅在依照质变而生成的场合(如前所述的情况)如此,而且在依照结合与解体而生成的场合(如复合的事物)也是如此;因为同样的道理完全适用,但在这些事物上它有时被忽略了,这是由于在许多情况下,并不像在白与黑那样为对立的性状确立了习用的名称;相反,在某些情况下命名的是它们的缺乏态,而在另一些情况下甚至连这些也没有命名,而仅仅命名了另一方的矛盾对立项。因为在所有复合事物的场合,我们可以将“和谐”与“不和谐”作为通名来称呼,生成出于它们,消灭亦归入它们,但我们从习惯用法中并没有获得适用于各个个别情况的专名;然而,每一个被调和之物都是从不和谐之物生成的,并且消灭入不和谐之中,而不是消灭入任意事物中,乃是消灭入与其对立的事物中;因为人的和谐既不消灭入马的不和谐中,狗的和谐也不消灭入植物的不和谐中,它也不是从那些事物中生成的,而是人消灭入人的不和谐中,马消灭入马的不和谐中;即使你不用“被调和的”与“不和谐的”,而用“有秩序的”与“无秩序的”,或者“复合的”与“非复合的”,以及“成形的”与“不成形的”来命名,你在所有场合仍然会发现相同的情况。 因为你可以就每一个别情况举例:房屋的秩序是由无秩序生成的,不是由任意的无秩序,也不是由诸如可能属于船只的那种无秩序生成,而是由由于石块与砖瓦未能如其应当的那样被组合而产生的房屋的无秩序生成,因此它也消灭入这种无秩序之中。再者,麦堆是由小麦未被组合而生成的,不是由木料未被组合而生成的,因此它消灭时也不是消灭入木料的分散之中,而是消灭入小麦的分散之中。雕像同样是由雕像的无形状态[生成];为了不一一赘述,显然一切生成之物都生成,一切消灭之物都消灭,或者是出于对立者,或者是消灭入对立者以及它们之间的居间者——对于居间者本身而言,正如在颜色上一样,生成也是出于对立者的;因此普遍地断定是真实的:凡依本性生成之物,要么是对立者,要么是出于对立者,其中两极是对立者,而居间者则是出于对立者。 但我们必须谨记,当我们说生成与消灭是出于对立者并朝向对立者时,我们绝不是就存留之物而言,也不是就朝向存留之物而言说的(因为那样我们就会自相矛盾),而是按照我们说这个事物出于那个事物、这个事物随那个事物之后生成的方式而言说的。 因此,直到这一步为止,其他思想家中的大多数人也几乎都赞同这一观点;因为所有主张元素以及被他们称为本原的事物的人,即便没有通过归纳来进行论证,却仍然将对立者确立为[本原],仿佛是被真理本身所迫一般;但他们彼此之间的差异在于:有些人选取更在先且更属类的东西,有些人则选取更在后且更种类的东西;有些人选取依理性更可知的东西,有些人则选取依感觉更可知的东西;因为有些人选取热与冷、干与湿,这些是更在后、更种类且依感觉更可知的;而另一些人则选取大与小、偶与奇、争斗与友爱,这些是更在先、更属类且依理性更可知的。在某种意义上他们选取了不同的东西(因为不同的人选取不同的事物),但在某种意义上选取的完全是相同的事物;因为所有这些事物彼此之间都具有类比关系。因为正如争斗之于友爱、奇数之于偶数那样,冷之于热、干之于湿也是如此;因为其中一些属于结合与过度之下的列系,而另一些属于解体与不足之下的列系。总之,诸本原必须是对立的,从这些论述中已然十分明了。
- 1.5οὐ μόνον δὲ ἐφ’ ὧν κατ’ ἀλλοίωσιν ἡ γένεσις, ὡς ἐπὶ τῶν εἰρημένων, ἀλλὰ καὶ ἐφ’ ὧν κατὰ σύγκρισιν καὶ διάκρισιν
关系代词 ὧν 与介词构成短语 ἐφ' ὧν(“在……的事例中”),内含了被省略的先行词 τούτων。主节的谓语动词(如 τοῦτο συμβαίνει 等)在此被省略,紧随其后的句子 ὁ γὰρ αὐτὸς λόγος 补充说明并阐释了这一被省略的论断。
- 1.5ὡς οὐκ ἐξ ὑπομενόντων οὐδὲ εἰς ὑπομένοντα λέγοιμεν
在连词 ὡς 引导的从句中,希求法 λέγοιμεν 未带 ἄν,充当由 μνημονεύειν 所支配的间接引语,或表达一种审慎的陈述(“意指我们绝不是就……而言说的”)。它与随后对立分句中的直陈式 ὥς φαμεν 形成语气对照,分别表示被否定的假定说法与被肯定的实际说明。
- 1.5πάντες γὰρ οἱ τὰ στοιχεῖα καὶ τὰς ὑπ’ αὐτῶν καλουμένας ἀρχάς
在冠词 οἱ 之后省略了意为“设定”或“主张”的分词(如 τιθέμενοι 或 λέγοντες),该省略的分词支配宾语短语 τὰ στοιχεῖα καὶ τὰς... ἀρχάς。整个句子的主语是 πάντες οἱ [τιθέμενοι]...,其主要谓语动词是后文的 τὰ ἐναντία ποιοῦσιν(“把它们确立为对立者”)。
