- 底本
- Themistius, In Aristotelis Physica Paraphrasis. Commentaria in Aristotelem Graeca V.2, ed. H. Schenkl, Berlin: Reimer 1900, pp. 1-236. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:198.3-199.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
德米斯提厄斯依据《物理学》卷六第八章,讨论了“停下来”与“已经停住”的区别,阐明了不存在静止的原初开端,以及运动物体不可能在路径的某一部分停留。
8. Τὸ δὲ ἵστασθαι τοῦ στῆναι πολὺ διαφέρει. στῆναι μὲν γάρ ἐστι τὸ παύσασθαι τῆς κινήσεως, ἵστασθαι δὲ τὸ ἐπὶ τὴν παῦλαν ταύτην ἰέναι. ἔστι δὲ τὸ μὲν ἵστασθαι ταὐτὸν τῷ ἠρεμίζεσθαι, τὸ δὲ στῆναι τῷ ἠρεμῆσαι. τὸ τοίνυν ἱστάμενον καὶ τὸ ἠρεμιζόμενον κινεῖται· πᾶν γὰρ κινεῖται ἢ ἠρεμεῖ, εἰ δ’ οὔπω ἠρεμεῖ τὸ ἱστάμενον, δῆλον ὡς κινεῖται. δῆλον οὖν, ὡς καὶ ἐν χρόνῳ ἵστασθαι ἀνάγκη, ἐπεὶ καὶ θᾶττον καὶ βραδύτερον ἵστασθαί φαμεν, ταῦτα δὲ ἐν χρόνῳ. ὅσα δὴ τῷ κινεῖσθαι συμβαίνει, ταῦτα καὶ τῷ ἵστασθαι ἅπαντα, οἷον τό τε, ἐν ᾧ πρώτῳ ἵσταται χρόνῳ, ἐν ὁτῳοῦν τούτου ἵστασθαι μέρει, καὶ τὸ μὴ εἶναι λαβεῖν, ἐν ᾧ πρώτῳ ἵσταται τὸ ἱστάμενον, ἐπειδὴ τὸ ἵστασθαι καὶ τὸ κινεῖσθαι ταὐτὸν ἀπεδείχθη. Οὐδὲ δὴ τὸ ἠρεμοῦν, ὅτε πρῶτον ἠρέμησεν, ἔστι λαβεῖν· ἐν ἀμερεῖ γὰρ οὐκ ἠρέμησεν. ὅτε γὰρ πέφυκε κινεῖσθαι, τότε πέφυκε καὶ ἠρεμεῖν, πέφυκε δὲ ἐν χρόνῳ κινεῖσθαι, ὥστε ἐν χρόνῳ καὶ ἠρεμεῖν. ἔτι δὲ καὶ λέγομεν ἠρεμεῖν, ὅταν ὁμοίως ἔχῃ νῦν καὶ πρότερον, οὐχ ὡς ἑνὶ κρίνοντες ἀλλὰ δυοῖν τοῖν ἐλαχίστοιν,1 ὥστε οὐκ ἔσται ἀμερές, ἐν ᾧ ἠρεμεῖ, ἀλλὰ χρόνος, χρόνος δὲ οὐκ ἔστι πρῶτος οὐδὲ μέγεθος οὐδ’ ὅλως συνεχές, ὥστε οὐκ ἔσται λαβεῖν οὐδὲ τῆς ἠρεμίας τὸ πρῶτον. ἐπεὶ δὴ πᾶν τὸ κινούμενον ἐν χρόνῳ κινεῖται, ἀδύνατον, ἐν ᾧ πρώτῳ κινεῖται χρόνῳ, ἐν τούτῳ κατά τι εἶναι τοῦ διαστήματος (λέγω δὲ κατά τι εἶναι τὸ καὶ αὐτὸ τὸ κινούμενον καὶ τῶν μερῶν ἕκαστον ἐν ταὐτῷ εἶναι καὶ ἴσῳ διαστήματι)· ἠρεμεῖν γὰρ ἂν οὕτω τε ἅμα καὶ κινεῖσθαι συμβαίη. τί γὰρ ἄλλο ἐστὶ τὸ ἠρεμεῖν ἢ τὸ ἐν ταὐτῷ χρόνον τινὰ εἶναι καὶ αὐτὸ ὅλον τὸ κινούμενον καὶ τὰ μέρη; εἰ οὖν ἐν μηδενὶ χρόνῳ τὸ κινούμενόν ἐστι κατά τι τοῦ διαστήματος, ἐφ’ οὗ κινεῖται, μηδὲ τὸν ἴσον αὐτῷ κατέχει χρόνον, πῶς διανύει τὸ ὅλον ἐν τούτῳ τῷ χρόνῳ διάστημα καὶ διέξεισιν; ἢ ὅτι ἐν τῷ νῦν ἔστι κατά τι τοῦ διαστήματος, τοῦτο δὲ πέρας τοῦ χρόνου, καὶ ἐν τῷ νῦν μόνον κατέχει τὸν ἴσον αὐτῷ τόπον, ἐν ᾧ οὔτε ἠρεμεῖν πέφυκεν οὔτε κινεῖσθαι· καὶ τοῦτό γε αὐτὸ δυνάμει καὶ τῷ ἐπινοεῖν ἡμᾶς,2 ἐπεὶ ἐνεργείᾳ γε οὐδαμῶς· ἵσταιτο γὰρ ἂν πάλιν καὶ εἰς τὰ ἄπειρα διαιροῖτ’ ἂν ὁ χρόνος καὶ γίγνοιτ’ ἂν ἐντελεχείᾳ τὰ ἄπειρα.
8. 停下来与已经停住有着很大的不同。因为已经停住乃是停止了运动,而停下来则是走向这停止。停下来与趋于静止是同一的,而已经停住则与已经静止是同一的。那么,正在停下来的事物和趋于静止的事物是处于运动之中的;因为凡物皆处于运动或处于静止之中,而如果正在停下来的事物尚未静止,显然它是处于运动之中的。因此显而易见,停下来也必然在时间之中,因为我们也说停得较快或较慢,而这些都是在时间之中的。凡属于运动的属性,这一切也都属于停下来,例如:在它首先停下来的原初时间中,在这一[时间]的任何部分中它都在停下来;以及不可把握正在停下来的事物首先于其中停下来的那个原初[时间],因为停下来与处于运动之中已被证明是同一的。确实,也不可能把握静止之物何时首先静止下来;因为并不是在不可分之物中静止下来的。因为当它在本性上适于运动时,那时它在本性上也适于静止,而它在本性上适于在时间中运动,从而也[适于]在时间中静止。此外,当某物现在与先前处于同样状态时,我们也说它处于静止之中,这并不是依据单个[“现在”]而是依据至少两个[“现在”]来判定的,从而它于其中静止的[基质]将不是不可分之物,而是时间,而既然不存在原初的时间,也不存在〔原初的〕量度,更根本不存在原初的连续之物,因此也将不可能把握静止的原初者。那么,既然凡处于运动中的事物都在时间中运动,在它首先运动的原初时间中,在此[时间]中处于间隔的某一确定部分是不可能的(我所说的“处于某一部分”,是指运动事物本身与其各个部分都在同一且相等的间隔之中);因为这样一来,就会发生同时处于静止又处于运动之中的情况。因为处于静止除了指整个运动事物本身及其各个部分在某一时间段内处于同一[处所]之外,还能是什么呢?因此,如果处于运动中的事物在任何时间中都不处于它所运动的间隔的某一确定部分,也不占据与它相等的时间,它又如何在这段时间中走完并穿过整个间隔呢?抑或是因为在“现在”中它处于间隔的某一确定部分,而这乃是时间的极限,并且仅仅在“现在”中它占据着与其自身相等的处所,在此[现在]中它在本性上既不适于静止也不适于运动;而这本身也是潜在地且通过我们的构想[而存在],因为在现实上决非如此;否则〔处于运动中的事物〕将再次停下来,且时间将被无限分割,从而无限的事物将成为现实。
- 6.7οὐχ ὡς ἑνὶ κρίνοντες ἀλλὰ δυοῖν τοῖν ἐλαχίστοιν
分词 κρίνοντες 与主要动词 λέγομεν 的未表达主语一致,作伴随分词。与格 ἑνί 与 δυοῖν τοῖν ἐλαχίστοιν 充当准则或手段的与格,指代语境中省略的“现在”(νῦν):“并非依据单个[‘现在’],而是依据至少两个[‘现在’]来判定”。
- 6.7καὶ τοῦτό γε αὐτὸ δυνάμει καὶ τῷ ἐπινοεῖν ἡμᾶς
系词 ἐστί 被省略的结构。δυνάμει 用作情态与格副词(“潜在地”),τῷ ἐπινοεῖν ἡμᾶς 则是带冠词的不定词与格(表示手段或原因),宾格 ἡμᾶς 为其逻辑主语(“通过我们的构想”),与下文的 ἐπεὶ ἐνεργείᾳ γε οὐδαμῶς 形成呼应。
