- 底本
- Themistius, In Aristotelis Physica Paraphrasis. Commentaria in Aristotelem Graeca V.2, ed. H. Schenkl, Berlin: Reimer 1900, pp. 1-236. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:195.32-198.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
忒弥斯提乌斯依据亚里士多德《物理学》第6卷第6章,论述了由于时间和量度的无限可分性,凡运动、变化、生成与毁灭之物都必然在此之前已经完成,而已完成之物此前也必然正处于进行之中,从而任何变化的最初起点都是无法把握的。
6. Τούτων τοίνυν οὕτω διωρισμένων καὶ δειχθέντων, ὅτι πᾶς χρόνος καὶ πᾶν μέγεθος ἀεὶ διαιρετόν, φανερὸν ὅτι πᾶν τὸ κινούμενον ἀνάγκη πρότερον κεκινῆσθαι, οὐχ ὡς πεπαῦσθαι τῆς κινήσεως, ἀλλ’ ὡς ἤδη τι διεληλυθέναι τὸ διιόν.1 ἐπεὶ γὰρ τὸ κινούμενον ὅταν κινῆται, * * * δῆλον ὡς τὸ κινούμενον ἀναγκαῖον κεκινῆσθαι. ληφθέντος οὖν οὗ κεκίνηται μεγέθους, ἐπεὶ τοῦτο εἰς ἄπειρον μερίζεται, συμβήσεται τὸ κινούμενον τὸν αὐτὸν τόπον ἄπειρον κεκινῆσθαι πρότερον· ὁμοίως δὲ καὶ τὸ κεκινημένον κεκινῆσθαι. τεμνομένου γὰρ ἀεὶ τοῦ μεγέθους πάσας κεκινημένον ἐστὶν τὰς τομάς. ἔτι δὲ εἰ λέγοιμεν κεκινῆσθαι τῷ λαβεῖν τὸ ἔσχατον αὐτοῦ τῆς κινήσεως, οἷον τὸ νῦν, τὸ νῦν δὲ ἐν ἅπαντι ἀεὶ χρόνῳ δυνατὸν λαβεῖν, καὶ τὸ κεκινῆσθαι ἐν ἅπαντι χρόνῳ παραπλησίως. ἔτι δὲ τὸ συνεχῶς μεταβάλλον καὶ μὴ φθαρὲν μηδὲ πεπαυμένον τῆς μεταβολῆς μεταβάλλειν ἢ μεταβεβληκέναι ἐστὶν ἀναγκαῖον ἐν ᾧ δή τινι τοῦ χρόνου, ἐν δὲ τῷ νῦν οὐκ ἔστιν μεταβάλλειν, ἀναγκαῖον ἄρα μεταβεβληκέναι καθ’ ἕκαστον, ὥστε εἰ τὰ νῦν ἄπειρα, πᾶν τὸ μεταβάλλον ἄπειρα ἔσται μεταβεβληκός. οὐ μόνον δὲ τὸ κινούμενον ἀναγκαῖον ἤδη προκεκινῆσθαι πρότερον· οἷον γὰρ πέρας ἢ παῦλα τὸ κεκινῆσθαι κινήσεως· ἅπαν γὰρ τὸ ἔκ τινος εἴς τι μεταβεβληκὸς ἐν χρόνῳ μεταβέβληκεν, ὁ δὲ χρόνος διαιρετός. εἰ γὰρ ἐν τῷ νῦν, ἐν μὲν τῷ αὐτῷ, ἐν ᾧ ἐστιν, ἐξ οὗ μεταβάλλει, οὐ μεταβέβληκεν, εἰ δὲ ἐν ἄλλῳ, μεταξὺ ἔσται χρόνος· οὐ γάρ ἐστιν ἐχόμενα τὰ νῦν ὥσπερ οὐδὲ 〈στιγμὴ〉 στιγμῆς. ἐπεὶ δὲ πᾶς χρόνος διαιρετός, ἐν τῷ ἡμίσει ἄλλο μεταβέβληκε, καὶ ἐν ἐκείνῳ πάλιν ὁμοίως· καὶ γὰρ ἀεὶ οὕτως, ὥστε μεταβάλλοι ἂν πρότερον· πέρας γὰρ ἀεὶ τοῦ μεταβάλλειν τὸ μεταβεβληκέναι· τοῦτο δὲ ἐπὶ τῆς κατὰ τόπον κινήσεως γνωριμώτερον διὰ τὸ συνεχὲς εἶναι τὸ μέγεθος καὶ τὸ διάστημα καὶ ὁμοίως τέμνεσθαι τῷ χρόνῳ, ἐπὶ δὲ τῶν ἄλλων μεταβολῶν διοριστέον. εἰ μὲν γὰρ πᾶσα ἐν χρόνῳ μεταβολή, ἀληθὲς τὸ λεγόμενον καὶ τὸ μεταβεβληκὸς ἀνάγκη διὰ τοῦ μεταβαλεῖν πρότερον ἐλθεῖν εἰς τὸ μεταβεβληκέναι, εἰ δὲ καὶ ἀθρόως γίνονταί τινες μεταβολαί, οὐκέτι ἴσως συγχωρητέον. λέγω δὲ νῦν ἀθρόως οὐχ ὡς καθόλου τὰ μόρια μόνα, ἀλλ’ ὡς οὐκ ἐν χρόνῳ, ἐφ’ οὗ τοῦ μεταβεβληκέναι πρότερον τὸ μεταβάλλειν οὐκ ἔστιν.2 Ἀλέξανδρος μὲν οὖν οἴεται πᾶσαν μεταβολὴν εἶναι ἐν χρόνῳ, Θεόφραστος δὲ ἔοικε διαποροῦντι καὶ ἴσως ὑφεωρᾶτο τὰς ἀπὸ σκότους εἰς φῶς μεταβολάς, ὅταν εἰσκομισθέντος εἰς τὸ δωμάτιον λύχνου πᾶς ὁ οἶκος ἀθρόως ἀναπλησθῇ τῆς αὐγῆς καὶ τοῦ φωτὸς ἄνευ χρόνου. ἀλλὰ τοῦτο μὲν καὶ αὖθις σκεπτέον. κρατύνει δ’ οὖν ὁ Ἀριστοτέλης, ὅτι ἀνάγκη τὸ μεταβεβληκὸς μεταβάλλειν καὶ τὸ μεταβάλλον μεταβεβληκέναι καὶ ἔστι τοῦ μὲν μεταβάλλειν τὸ μεταβεβληκέναι πρότερον, τοῦ δὲ μεταβεβληκέναι τὸ μεταβάλλειν, καὶ ὅτι οὐδέποτε ληφθήσεται τὸ πρότερον· αἴτιον δέ, φησί, τούτου τὸ ἐπ’ ἄπειρον εἶναι τὴν διαίρεσιν τῶν τε μεγεθῶν καὶ τοῦ χρόνου καὶ μὴ εἶναι ἀμερὲς ἀμεροῦς ἐχόμενον, ἀλλ’ ὥσπερ ἐπὶ τῶν γραμμῶν οὐκ ἂν λήξειέ ποτε ἡ διαίρεσις τῷ μὲν προστιθεῖσα μέρει, τοῦ δὲ ἀφαιροῦσα,3 οὕτως ἔχει καὶ ἐφ’ ἁπάντων τῶν συνεχῶν. φανερὸν οὖν, ὅτι καὶ τὸ γεγονὸς ἀνάγκη γίγνεσθαι πρότερον καὶ τὸ γιγνόμενον γεγονέναι, λέγω δὲ οὐχ ἅπαν, ἀλλ’ ὅσα διαιρετὰ καὶ μεγέθη, ἐπεὶ καὶ ἁφὰς σωμάτων γεγονέναι μὲν εἴποις ἄν, οὐ διὰ τοῦ γίγνεσθαι δέ, γίγνεται δὲ ἀθρόως καὶ οὐκ ἐν χρόνῳ. πιστωτέον δὲ καὶ ἐκ τῆς ἐπαγωγῆς· γέγονε γὰρ τοῦτο ὕδωρ· οὐκοῦν ποτε καὶ ἐγίνετο. γέγονε τοῦτο οἰκία· οὐκοῦν καὶ ἐγίνετό ποτε οἰκία. καὶ γάρ, ὅτε τὰ θεμέλια κατεβάλλετο, ἐγίνετο ἡ οἰκία. εἰ δὲ ἀκριβολογῇ μὴ τὴν οἰκίαν τηνικαῦτα γίνεσθαι, ἀλλὰ τὰ θεμέλια, ἀλλ’ ὅτι γε τῆς οἰκίας τι ἦν τὰ θεμέλια συγχωρήσεις. ἡμῖν δὲ ἀπόχρη εἰς τὸ λέγειν, ὅτι τοῦ γεγονέναι τὴν οἰκίαν τὸ γίγνεσθαι πρότερον ἦν, ἢ τὴν οἰκίαν αὐτὴν ἢ ἐκείνης γέ τι· ὁμοίως καὶ ἐπὶ τοῦ φθείρεσθαι καὶ ἐφθάρθαι· ἀεὶ γὰρ ἔσται τοῦ μὲν φθείρεσθαι τὸ ἐφθάρθαι πρότερον, τοῦ δὲ ἐφθάρθαι τὸ φθείρεσθαι, ἐξ ὧν ἔτι μᾶλλον πιστευτέον, ὅτι τὸ πρῶτον οὐκ ἔστι λαβεῖν οὐδεμιᾶς μεταβολῆς.
6. 那么,在这些事情已被如此界定并证明之后,即凡时间与凡量度皆始终可分,显而易见,凡处于运动中的事物必然在此之前已经运动过,这并不是指它已经停止了运动,而是指那穿越者已经穿越了某物。因为,既然处于运动中的事物在运动时,[……]显然处于运动中的事物必然已经运动过。因此,一旦选取了它所运动过的量度,既然此[量度]可以无限分割,就会得出处于运动中的事物在此之前已经在同一处所运动过了无限次;同样,已经运动过的事物也已经运动过了;因为随着量度不断被截切,它已经运动过了所有的截切部分。此外,如果我们通过把握其运动的极限(例如“现在”)而说它已经运动过,并且在一切时间中始终能够把握“现在”,那么在一切时间中同样也能把握已经运动过。此外,连续变化着且既未毁灭亦未停止变化的某物,必然在时间的某个[部分]中处于变化之中或者已经变化了;但在“现在”中不可能处于变化之中,因此在每一个[现在]中它必然已经变化了,从而如果各个“现在”是无限的,凡变化之物就将已经变化过了无限次。不仅运动之物必然在此之前就已经先运动过——因为已经运动过乃是运动的极限或止境——因为凡从某物变化至某物的事物都是在时间中发生变化的,而时间是可分的。因为如果在“现在”中,在它处于它由之变化出来的那个状态的同一“现在”中,它并未发生变化;但若在另一个“现在”中,其间就会存在时间;因为各个“现在”并不彼此连续相邻,正如点与点并不相邻一样。而既然凡时间皆可分,在它的一半之中它已经变化为另一物,而在那一半之中又再次同样如此;因为始终是如此,以致在此之前它当处于变化之中;因为变化着的极限始终是已经变化了。而这一点在空间位置运动上更容易被认识,因为量度和间隔是连续的且与时间同样被分割,但在其他变化上则必须作出限定。因为如果一切变化都在时间之中,所说的便是真的,并且已经变化了的事物必然在此之前通过变化而达到已经变化了;但如果某些变化是一举发生的,或许就不再应当同意了。我现在所说的“一举”,并非指仅仅部分作为整体[同时变化],而是指不在时间之中,在此种情形下,变化并不先于已经变化了。亚历山大固然认为一切变化都在时间之中,但泰奥弗拉斯托斯似乎持有疑难,并且或许留意到了从黑暗到光明的变化,例如当一把油灯被带入房间时,整座房屋一举且无需时间便充满了光辉与光亮。但这必须在以后再次加以考察。无论如何,亚里士多德确证了:已经变化了的事物必然处于变化之中,而处于变化之中的事物必然已经变化了,并且已经变化了先于变化着,而变化着先于已经变化了,而且这在先者决不会被把握到;他说,此中原因在于量度与时间的分割都是无限的,不可分之物并不连续地紧接着不可分之物,而是正如同在诸线段上,分割通过给一部分增加而从另一部分削减决不会终结一样,在一切连续事物上也是如此。因此显而易见,已经生成的事物在此之前也必然处于生成之中,而处于生成之中的事物也必然已经生成了——我说的不是一切事物,而是凡属可分之物和量度的事物,因为人们或许也可以说物体的接触已经生成了,但并不是通过处于生成之中生成的,而是一举且不在时间之中生成的。这一点也必须通过归纳来确信;因为这已经生成为水;因此它曾在某一时刻也处于生成为水之中。这已经生成为房屋;因此它曾在某一时刻也处于生成为房屋之中。因为确实,当奠定地基之时,房屋就处于生成之中。而如果你吹毛求疵说那时处于生成之中的不是房屋而是地基,但你至少会承认地基曾是房屋的一部分。而对我们来说,只要能说在房屋已经生成之前,生成曾是在先的,无论是房屋本身还是至少其一部分[的生成],这就足够了;在毁灭着与已经毁灭了的情形中同样如此;因为已经毁灭了将始终先于毁灭着,而毁灭着将始终先于已经毁灭了,由此更应当确信,任何变化的最初者都是不可把握的。
- 6.6οὐχ ὡς πεπαῦσθαι τῆς κινήσεως, ἀλλ’ ὡς ἤδη τι διεληλυθέναι τὸ διιόν
连词 ὡς 与完成时不定式(πεπαῦσθαι、διεληλυθέναι)连用,补充限定了主句中“此前已经运动过(πρότερον κεκινῆσθαι)”的确切含义。此处以对比方式澄清,它并非指运动的终止,而是指正在穿越的主体(τὸ διιόν)已经走过了某一部分路程。
- 6.6λέγω δὲ νῦν ἀθρόως οὐχ ὡς καθόλου τὰ μόρια μόνα, ἀλλ’ ὡς οὐκ ἐν χρόνῳ, ἐφ’ οὗ τοῦ μεταβεβληκέναι πρότερον τὸ μεταβάλλειν οὐκ ἔστιν
该句界定了副词 ἀθρόως(一举、瞬时)的含义。οὐχ ὡς ... ἀλλ' ὡς 结构将否定的理解与肯定的规定相对立:排除了“仅仅诸部分作为一个整体[同时改变]”(τὰ μόρια μόνα)的空间性/整体性含义,确立了“不在时间中”(οὐκ ἐν χρόνῳ)的瞬时性变化之意。关系代词从句 ἐφ' οὗ 以此种不在时间中的情形为先行词,说明在此情况下“变化着(τὸ μεταβάλλειν)”并不先于“已经变化了(τοῦ μεταβεβληκέναι)”。
- 6.6τῷ μὲν προστιθεῖσα μέρει, τοῦ δὲ ἀφαιροῦσα
分词 προστιθεῖσα(主语为 ἡ διαίρεσις)与 ἀφαιροῦσα 并列,分别支配不同的格:προστίθημι 支配与格 τῷ μὲν ... μέρει(“给一部分增加”),而 ἀφαιροῦσα 支配夺格性属格 τοῦ δὲ [μέρους](“从另一部分削减”)。这种句法上的对称生动地描述了线段分割中此消彼长的互补过程。
