- 底本
- Themistius, In Aristotelis Physica Paraphrasis. Commentaria in Aristotelem Graeca V.2, ed. H. Schenkl, Berlin: Reimer 1900, pp. 1-236. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:194.22-195.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
忒密斯提乌考察了亚里士多德关于与运动极限不同、时间的开端无法把握的论证,并在提出泰奥弗拉斯托斯的困惑后,通过阐明不可把握的并非开端自身(不可分的“现在”),而是在时间中可分的“最初运动”,从而消解了这一难题。
αὕτη τοίνυν ἢ χρόνος ἐστὶν ἢ ἀρχὴ χρόνου καὶ οἷον τὸ νῦν. εἰ μὲν τοίνυν χρόνος, χρόνος δὲ πᾶς διαιρετός, οὐκ ἔστι παύσασθαι τὸν χρόνον αὐτὸν τέμνοντας, ὥστε εἰς τὴν ἀρχὴν καταντῆσαι, καὶ ὅλως οὐκέτι πρώτη.1 ἡ γὰρ ἐν τῷ μορίῳ προτέρα. εἰ δὲ τὸ νῦν ἀρχὴ τῆς μεταβολῆς, πρῶτον μέν, ἐπειδὴ πᾶν τὸ ἀρχόμενον μεταβάλλειν εὐθὺς μεταβάλλει, ἐν τῷ νῦν ἄν τι μεταβάλλοι, ὅπερ ἀμήχανον, εἶτ’, εἴπερ ἐνδέχεται ἐξ ἠρεμίας τι μεταβάλλειν, δῆλον ὡς ἔσται πέρας τῆς ἠρεμίας ἐκείνης τὸ νῦν. τοῦτο τοίνυν τὸ πέρας πότερον ταὐτόν ἐστιν τῇ ἀρχῇ τῆς μεταβολῆς ἢ ἕτερον; ἀλλ’ εἰ μὲν ἕτερον, ἔσται τὰ νῦν ἐχόμενα ἀλλήλων· τό τε γὰρ πέρας τῆς ἠρεμίας ἔσται νῦν καὶ ἀδιαίρετον καὶ ἡ τῆς μεταβολῆς ἀρχὴ παραπλησίως· μεταξὺ γὰρ οὐκ ἔνεστι χρόνον ποιεῖν· οὔτε γὰρ κινηθείη 〈ἂν〉 ἐν αὐτῷ οὔτε ἠρεμήσει τὸ σῶμα. εἰ δὲ ταὐτὸν πέρας τε καὶ ἀρχή, ὥσπερ ἀποδέδεικται, συμβήσεται τὸ πέρας τῆς ἠρεμίας ἀρχὴν εἶναι τῆς κινήσεως. ἅμα τε οὖν κινήσεται καὶ οὐ κινήσεται. τὸ μὲν γὰρ ἐν τῷ πέρατι τῆς ἠρεμίας οὔπω κινεῖται, τὸ δὲ ἐν τῇ ἀρχῇ τῆς μεταβολῆς ἤδη κινεῖται. οὐ μόνον δὲ τοῦ χρόνου λαβεῖν ἀμήχανον, ἐν ᾧ πρῶτον τὸ μεταβάλλον ἤρξατο τῆς μεταβολῆς, ἀλλ’ οὐδὲ αὐτοῦ τοῦ μεταβάλλοντος ἔστι τὸ πρῶτον μέρος λαβεῖν, ὃ πρῶτον μεταβέβληκεν. διαιρετὸν γὰρ δὴ σῶμα πᾶν, ὥσπερ καὶ χρόνος. θαυμαστὸν τοίνυν, καθάπερ φησὶν ὁ Θεόφραστος, καὶ λίαν παρὰ τὰς ἐννοίας, εἰ μὴ ἔστιν ἀρχὴ κινήσεως, πέρας δέ ἐστιν, καὶ ὅλως εἰ μὴ ἄμφω πεπερασμένα, ἀλλὰ τέλος μὲν ἔστι τοῦ βαδίζειν, ἀρχὴ δὲ οὔ, καὶ τέλος μὲν τοῦ πλεῖν, ἀρχὴ δὲ οὐκ ἔστι, καὶ ἡνίκα μὲν ἐπαύσατο τοῦ τρέχειν ὁ ἵππος, ἔστιν εἰπεῖν, ἡνίκα δὲ ἤρξατο, οὐκ ἔστιν. ἢ οὐ τοῦτό φησιν Ἀριστοτέλης, ὡς οὐκ ἔστιν ἀρχὴ τῆς κινήσεως, ἀλλ’ ὡς οὐκ ἔστιν αὐτὴν λαβεῖν; ἀλλ’ ἐκεῖνο πῶς τὸ μὲν πέρας τῆς κινήσεως ἀδιαίρετον ἀποδείκνυσι2 καὶ διὰ τοῦτο εἶναί φησι ληπτόν, τὴν δὲ ἀρχὴν οὔτε ἀδιαίρετον οὔτε ληπτήν; καίτοι τοῖς πέρασιν ὁμοίως ἔχουσιν αἱ ἀρχαί. εἰ γὰρ σημεῖον πέρας γραμμῆς καὶ ἀρχὴ σημεῖον, καὶ δοκεῖ τοῦτο ἀξίωμα εἶναι τὸ μὴ ταὐτὸν εἶναι ἀρχὴν καὶ οὗ ἐστιν ἀρχή, ὥστ’ οὐδὲ κίνησις ἡ ἀρχὴ τῆς κινήσεως· εἰ δὲ μὴ κίνησις, οὐδὲ διαιρετὴ οὐδὲ ἐν χρόνῳ, ἀλλ’ ἐν τῷ νῦν, καθάπερ τὸ πέρας. τάχα οὖν τὴν μὲν ἀρχὴν τῆς κινήσεως δώσει ληπτὴν εἶναι, καθάπερ τὸ πέρας, τὴν δὲ πρώτην κίνησιν ἄληπτον, καὶ ἀληθὲς τοῦτο. ἐν χρόνῳ γὰρ αὕτη καὶ τὸν χρόνον εἰς ἄπειρα διαιρεῖν δυνατόν. τοῦτο δὲ καὶ αὐτὸς γνώριμον ποιεῖ προϊὼν τῷ ἐπιμελῶς προσέχοντι. δῆλον δέ, ὅτι κατὰ τὸν αὐτὸν λόγον καὶ ἡ ἐσχάτη κίνησις οὐκ ἂν εἴη ληπτὴ καὶ τὸ πέρας αὐτῆς ληπτόν τε καὶ ἀδιαίρετον. οὔτε δὴ τοῦ χρόνου λαβεῖν ἔστιν οὔτε τοῦ μεγέθους τὸ πρῶτον, ἀλλ’ οὐδὲ τοῦ τόπου οὐδὲ τοῦ ὄγκου, καθὰ γίνεται ἡ κίνησις. καὶ γὰρ ταῦτα συνεχῆ καὶ εἰς ἄπειρα διαιρετά, εἰ μή τις ἐπ’ ἀλλοιώσεως μόνον ἀμφισβητήσειεν.3 ἔστι γὰρ λαβεῖν τοῦ χρώματος τὸ πρῶτον, εἰς ὃ γίνεται ἡ μεταβολὴ τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ· πάθη γὰρ ταῦτα καὶ ἀδιαίρετα· διαιρεῖται γὰρ κατὰ συμβεβηκὸς τῷ τοῖς διαιρουμένοις ὑπάρχειν.
那么,这一[开端]要么是一个时间,要么是时间的开端,即所谓的“现在”。如果它是一个时间,而凡时间皆可分,那么就不可能通过停止分割时间本身而到达开端,并且总的来说它也不再是最初的;因为在部分之中的[开端]在先。但如果“现在”是变化的开端,首先,既然凡开始变化的事物都随即发生变化,那么某物就将在“现在”中发生变化,而这是不可能的;其次,如果某物能够从静止开始变化,显然“现在”将是那静止的极限。那么,这一极限究竟与变化的开端相同还是相异呢?如果相异,各个“现在”就将彼此连续相邻;因为静止的极限既是“现在”且不可分,变化的开端同样也是如此;因为在它们之间不可能置入时间,因为物体在其中既不能运动也不能静止。但正如已经证明的那样,如果极限与开端是相同的,就会得出静止的极限就是运动的开端。于是,[物体]将同时运动又不运动;因为处于静止极限中的事物尚未运动,而处于变化开端中的事物已经在运动了。不仅无法把握变化之物最初开始变化的那个时间,甚至连变化之物本身最先发生变化的最初部分也是无法把握的;因为正如时间一样,凡物体也确实都是可分的。因此,正如泰奥弗拉斯托斯所说,如果不存在运动的开端却存在极限,总的来说如果二者并非都是被限定的,而是步行的终点存在而开端不存在,航行的终点存在而开端不存在,马何时停止奔跑可以说得出,而何时开始奔跑却说不出,这乃是令人惊异且极度违背常理观念的。抑或亚里士多德并非是在说不存在运动的开端,而是在说无法把握它?但是,他证明运动的极限是不可分的并因而说它是可把握的,却又说开端既不是不可分的也不是可把握的,这该如何理解呢?然而开端与极限具有相似的地位。因为如果点是线的极限而点也是开端,且这似乎是一条公理,即开端与它作为其开端的事物并非同一,从而运动的开端本身也不是运动;而如果不是运动,它就既不是可分的也不是在时间之中的,而是在“现在”之中的,正如极限一样。因此或许他会承认运动的开端正如极限一样是可把握的,但最初的运动是不可把握的,而这是真实的;因为这[最初的运动]是在时间之中的,而时间是可以无限分割的。而他在后文中也向仔细留意的人阐明了这一点。显而易见,依照同样的论理,最后的运动也不会是可把握的,而它的极限则是可把握且不可分的。因此,既无法把握时间的最初者,也无法把握量度的最初者,甚至无法把握运动依之发生的处所或体积的最初者;因为这些也是连续且可以无限分割的,除非有人单单就质变提出异议。因为能够把握冷热之变化所向之颜色的最初者;因为这些是情状且是不可分的;因为它们是因属于可分之物而偶性地被分割的。
- 6.5οὐκ ἔστι παύσασθαι τὸν χρόνον αὐτὸν τέμνοντας, ὥστε εἰς τὴν ἀρχὴν καταντῆσαι, καὶ ὅλως οὐκέτι πρώτη.
非人称结构 οὐκ ἔστι 搭配不定式 παύσασθαι,其后接宾格复数分词 τέμνοντας,与不定式隐含的泛指宾格主语一致。句末 καὶ ὅλως οὐκέτι πρώτη 则省略了主语 ἡ ἀρχή,意为“总的来说[这一开端]也不再是最初的”。
- 6.5ἀλλ’ ἐκεῖνο πῶς τὸ μὲν πέρας τῆς κινήσεως ἀδιαίρετον ἀποδείκνυσι
中性单数指示代词 ἐκεῖνο 置于句首起前引(prolepsis)的话题提示作用,指向后文由疑问副词 πῶς 引导的整个疑问句(πῶς ... ἀποδείκνυσι καὶ ... φησι,“至于那一点,他如何证明……并说……呢?”)。τὸ μὲν πέρας 与后文的 τὴν δὲ ἀρχήν 相对,作 ἀποδείκνυσι 的宾语。
- 6.5εἰ μή τις ἐπ’ ἀλλοιώσεως μόνον ἀμφισβητήσειεν.
连词 εἰ 后接不带 ἄν 的希求语气动词 ἀμφισβητήσειεν,表示假定性的例外或保留条件(“除非有人提出异议……”)。该从句作为前述主句结论(这些连续体皆可无限分割)的审慎限定。
