- 底本
- Themistius, In Aristotelis Physica Paraphrasis. Commentaria in Aristotelem Graeca V.2, ed. H. Schenkl, Berlin: Reimer 1900, pp. 1-236. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:193.9-194.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节依据亚里士多德《物理学》第6卷第5章,论证了完成变化之物在其完成的最初瞬间必然处于所达状态之中,且此变化的“最初”必然是不可分的瞬间界限,由此消解了诡辩家的难题。
5. Ἐπειδὴ δὲ πᾶν τὸ μεταβάλλον ἔκ τινος εἴς τι μεταβάλλει, ἀνάγκη τὸ μεταβεβληκός, ὅτε πρῶτον μεταβέβληκεν, εἶναι ἐν ᾧ μεταβέβληκεν, οἷον τὸν ἐλθόντα Ἀθήναζε, ὅτε πρῶτον ἐλήλυθεν, Ἀθήναζε εἶναι [καὶ τὸν γενόμενον] καὶ τὸν αὐξηθέντα δίπηχυν, ὅτε πρῶτον ηὐξήθη, δίπηχυν εἶναι, καὶ τὸν ὑγιασθέντα, ὅτε πρῶτον ὑγίασται, ὑγιαίνειν. τὸ δὲ ὅτε πρῶτόν φημι·1 συμβαίνει γὰρ αὐτὸν ἐληλυθότα πέρυσιν Ἀθήναζε μὴ εἶναι Ἀθήναζε νῦν, ὅτε μέντοι πρῶτον ἐλήλυθεν, ἀνάγκη Ἀθήναζε εἶναι. δῆλον δὲ καὶ ἐκ τοῦ λόγου. τὸ γὰρ μεταβάλλον ἐξ οὗ μεταβάλλει, ἐξίσταται καὶ ἀπολείπει δὲ αὐτό. οὐδὲν γὰρ ἄλλο ἐστὶν τὸ μεταβάλλειν ἔκ τινος ἢ τὸ ἀπολείπειν ἐκεῖνο. ὅτι τοίνυν τοῦθ’ οὕτως ἔχει, σκεψώμεθα μίαν τῶν μεταβολῶν τὴν κατὰ ἀντίφασιν. ὅταν τοίνυν τι μεταβέβληκεν εἰς τὸ ὂν ἐκ τοῦ μὴ ὄντος, δῆλον ὡς ἀπολέλοιπε τὸ μὴ ὄν. ἔσται ἄρ’ ἐν τῷ ὄντι· μεταξὺ γὰρ οὐδὲν τοῦ εἶναι καὶ τοῦ μὴ εἶναι. τοῦτο δ’ ἄν τις καὶ ἐπὶ τῶν λοιπῶν μεταβολῶν θεωρήσειε. ποῦ γὰρ ἔσται τὸ μεταβεβληκός, εἰ μὴ ἐν ᾧ μεταβέβληκε; τὸ μὲν γὰρ ἐξ οὗ κεῖται ἀπολελοιπέναι. ‘ἐν ἄλλῳ δέ τινι ἂν εἴη’, φαίη τις ἄν, ‘ὡς ἐν τῷ μεταξύ· οὐ γὰρ πᾶσαι κατὰ ἀντίφασιν αἱ κινήσεις’. ἀλλ’ εἴπερ ἐν τῷ μεταξύ, μεταβάλλον αὐτὸ ποιοῦμεν, οὐ μεταβεβληκός, ὡς ὑπεθέμεθα, εἰ δὲ μεταβέβληκεν ἤδη, πῶς ἂν εἴη ἐν τῷ μεταξύ; πῶς γὰρ ἂν δύναιτο τὸ μεταβεβληκός, ὅτε μεταβέβληκεν, ἔτι μεταβάλλειν εἰς ὃ μεταβέβληκεν; φανερὸν τοίνυν, ὅτι καὶ τὸ γεγονός, ὅτε γέγονε πρῶτον, εὐθὺς ἔστιν καὶ τὸ ἐφθαρμένον, ὅτε ἔφθαρται πρῶτον, οὐκ ἔστι, τὸ δὲ πρῶτον τοῦτο, ἐν ᾧ λέγεται πρῶτον μεταβεβληκέναι τι καὶ γεγονέναι καὶ ἐφθάρθαι ἢ ἠλλοιῶσθαι, ἀνάγκη ἀμερὲς καὶ ἓν μόνον εἶναι. πρῶτον γὰρ ἐκεῖνο λέγεται, οὗ μηδὲν ἄλλο πρῶτόν ἐστιν καὶ ὃ μὴ τῷ ἄλλο τι τοιοῦτον εἶναι καὶ αὐτὸ τοιοῦτόν ἐστιν, ἐπεὶ καὶ τὸ ὁρᾶν ὑπάρχειν λέγομεν τῷ ἀνθρώπῳ, ἀλλ’ οὐ πρώτῳ, διότι τοῖς ὄμμασι πρώτοις, καὶ τὸ δύο ὀρθὰς ἔχειν τῷ ἰσοσκελεῖ, ἀλλ’ οὐδὲ τούτῳ πρώτῳ· τῷ τριγώνῳ γὰρ πρὸ αὐτοῦ. ἐφ’ ὧν γὰρ ἢ τῷ μέρει πρῶτον ἢ τῷ γένει τὸ λεγόμενον ὑπάρχειν ὑπάρχει, τούτοις οὐ πρώτοις ὑπάρχει, καὶ ἐν ᾧ δὴ χρόνῳ πρῶτόν τι μεταβέβληκεν, εἰ διαιρετὸς οὗτός ἐστιν, οὐκ ἐν τούτῳ πρώτῳ μεταβέβληκεν, ἀλλ’ ἐν τῷ μέρει, ὥστε ἢ τοῦ πρώτου πρῶτον ἢ τὸ πρῶτον ἄτομον καὶ ἀμερές.2 φανερὸν τοίνυν, ὅτι καὶ τὸ γεγονὸς καὶ τὸ ἐφθαρμένον ἐν ἀτόμῳ τὸ μὲν ἔφθαρται τὸ δὲ γέγονε, καὶ οὐκ ἀπορήσομεν τοῖς σοφισταῖς ἀποκρίνασθαι πότε ἀποτέθνηκε τὸ τεθνηκὸς πυνθανομένοις καὶ ἐν ποίῳ χρόνῳ· εἴτε γὰρ ἐν ᾧ ἔζη, γίνεται ζῶν ἅμα καὶ τεθνηκός, εἴτε ἐν ᾧ τέθνηκε, γίνεται πάλιν τεθνηκός, ἡνίκα ἤδη τεθνήκει· εἰ δὲ ἐν μηδενὶ χρόνῳ, οὐδέποτε ἔσται τεθνηκός. ἀλλὰ τοῦτο οὐκ ἀληθές. τέθνηκε γὰρ οὐκ ἐν χρόνῳ, ἀλλ’ ἐν πέρατι χρόνου, καθάπερ ἐδείχθη. τὸ μὲν οὖν πέρας τῆς κινήσεως ἔστι τε καὶ γνώριμον γίνεται· ἐνδέχεται γὰρ ἐπιτελεσθῆναι τὴν μεταβολὴν καὶ τέλος ἐστὶ μεταβολῆς, ὃ δὴ καὶ δέδεικται, ἀδιαίρετον ὑπάρχον διὰ τὸ πέρας εἶναι καὶ ἄτομον. ἆρα δὲ ὥσπερ τὸ πέρας λαβεῖν ἐνδέχεται, οὕτω καὶ τὴν ἀρχὴν τῆς κινήσεως; λέγω δὲ ἀρχὴν τὴν κατὰ χρόνον, ἐν ᾧ πρῶτον ἄρχεται χρόνῳ μεταβάλλειν τὸ μεταβάλλον.
5. 既然凡是变化的事物都是从某物向某物变化,那么已经变化完了的事物,在其最初完成变化之时,必然处于它所向之变化的事物之中;例如,来到雅典的人,在其最初到达之时是在雅典;[生成的事物亦然;]增长到两肘长的事物,在其最初增长之时是两肘长;恢复健康的人,在其最初恢复健康之时是健康的。我说“在其最初之时”,是出于如下缘由:因为可能发生一个人去年来到雅典而现在并不在雅典的情况,然而当他最初到达之时,必然是在雅典。而这一点从论证来看也是显然的。因为变化的事物,正在离开并遗弃它自之变化的事物;因为从某物变化无非就是遗弃该物。为了说明这确实如此,让我们考察诸变化中的一种,即依矛盾对立的变化。那么,当某物从非存在变化到存在之中时,显而易见它已经遗弃了非存在。因此它将在存在之中;因为在存在与非存在之间没有任何中间物。而在其余的变化中人们也可以观察到这一点。因为已经变化完了的事物若不在它所向之变化的事物之中,它又将在哪里呢?因为假定它已经遗弃了它自之变化的事物。“然而它也许在其他某个事物中”,有人也许会说,“例如在中间物中;因为并非所有运动都是依矛盾对立的。”但是,如果它在中间物中,我们就是将它当作正在变化的事物,而不是像我们所设定的那样作为已经完成变化的事物;而如果它已经变化完了,又怎会在中间物中呢?因为已经变化完了的事物,在其完成变化之时,又怎能仍在向它所向之变化的事物变化呢?由此可见,已经生成的事物在其最初生成之时随即存在,而已经消灭的事物在其最初消灭之时即不存在;而何物被说成最初已经变化、生成、消灭或质变于其中的这个“最初”,必然是不可分的且仅仅是单一的。因为所谓“最初”,乃是指其前没有任何他物在先、且其自身之所以如此并非由于某他物如此的事物;因为我们也说视觉属于人,但并非最初地[属于人],因为视觉最初属于眼睛;又说拥有两直角属于等腰三角形,但也并非最初属于它,因为在此之前它属于三角形。因为在那些所言的属性最初属于其部分或属于其属的事物中,属性并非最初属于这些事物;而在某物最初完成变化的时间中,如果这一时间是可分的,那么它并非最初在这一时间中完成变化,而是在其某个部分中,从而要么有最初之物的最初之物,要么最初之物是不可分且无部分的。由此可见,已经生成的事物和已经消灭的事物,也是在不可分者之中,一者消灭而另一者生成,我们也不会在面对诡辩家们询问死者何时且在何种时间中死去时感到困惑。因为[他们主张,]如果是在它活着的时间中,它就会同时活着又死去;如果是在它死去的时间中,那么在它已经死去时又再次死去;而如果不在任何时间中,它就决不会死去。但这并不是真的。因为正如所证明的,它不是在时间中死去,而是在时间的极限中死去。运动的极限确实存在并且是可以被认识的;因为变化能够被完成,且存在着变化的终点,正如所证明的那样,终点因其为极限和不可分者而是不可分割的。那么,是否正如能够把握极限那样,同样也能够把握运动的开端呢?我所说的开端是指依时间的开端,即变化之物最初开始变化的时间。
- 6.5τὸ δὲ ὅτε πρῶτόν φημι
句首的宾格短语 τὸ ὅτε πρῶτον(“‘最初[……之时]’这一点”)作动词 φημί 的宾语。随后的 γάρ 引导出作者为何特意强调“最初之时”而非单纯说“当……之时”的解释理由。
- 6.5ὥστε ἢ τοῦ πρώτου πρῶτον ἢ τὸ πρῶτον ἄτομον καὶ ἀμερές
在紧接结果连词 ὥστε 的析取结构中,谓语动词(如 ἔσται)被省略。前半句 ἢ τοῦ πρώτου πρῶτον [ἔσται] 表达了导致无穷倒退的荒谬后果(“将会有最初之物的最初之物”),与后半句 ἢ τὸ πρῶτον ἄτομον καὶ ἀμερές [ἔσται] 所提出的合理结论(“最初之物是不可分且无部分的”)构成对立。
