- 底本
- Themistius, In Aristotelis Physica Paraphrasis. Commentaria in Aristotelem Graeca V.2, ed. H. Schenkl, Berlin: Reimer 1900, pp. 1-236. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:191.22-193.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
泰米斯提乌斯释义亚里士多德《物理学》第6卷第4章,阐述凡变化者必为可分而非不可分之物的证明。接着他探讨了塞奥弗拉斯特关于骤然变化的疑难,解释说骤然变化本就预设了各部分的同时变化因而不证自明,并论述了运动、时间及变化所属范畴的可分性关联。
4. Πότερον δὲ ἄρα ἅπαν τὸ μεταβάλλον διαιρετὸν ἢ καὶ ἀμερὲς ἐνδέχεται, καθάπερ οἱ μαθηματικοί φασι τὴν στιγμὴν φέρεσθαι καὶ ποιεῖν τῇ φορᾷ τὴν γραμμήν, ἐπισκεπτέον. εἰ τοίνυν ἀνάγκη τὸ μεταβάλλον μήτε ἐν ἐκείνῳ εἶναι, εἰς ὃ μεταβάλλει (μεταβεβληκὸς γὰρ ἂν εἴη), μήτε ἐν ἐκείνῳ, ἐξ οὗ μεταβάλλει (οὐδὲ γὰρ οὕτως ἂν μεταβάλλοι), δῆλον ὡς περιλείπεται τὸ μέν τι αὐτοῦ ἐν τούτῳ εἶναι, τὸ δὲ ἐν θατέρῳ· οὔτε γὰρ ἂν ἐν ἀμφοῖν, οὔτε ἐν οὐδετέρῳ δυνατόν, ὥστε ἐξ ἀνάγκης ἂν εἴη διαιρετόν. ἀλλὰ τοῦτο ἐπὶ μὲν τῆς κατὰ τόπον μεταβολῆς καὶ αὐτόθεν ἐναργὲς ἐκ τῆς ἐπαγωγῆς, γνωριμώτερον δὲ ἐπὶ ἀλλοιώσεως ἢ αὐξήσεως. ἐφ’ ὧν δὲ συμβαίνει ποτὲ ἀθρόαν εἶναι τὴν μεταβολήν, πῶς ἀναγκαῖον τὸ μὲν ἐν τῷ λευκῷ εἶναι, τὸ δὲ ἐν τῷ μέλανι; τοῦτο δὲ ὁ Θεόφραστος ἀπορεῖ διαρρήδην ἐν τῷ Περὶ κινήσεως πρώτῳ καὶ τοῖς ἐξηγηταῖς ὄχλον παρέσχεν. τὸ μὲν οὖν λέγειν, ὡς οὐκ ἔστιν οὐδενὸς ἀθρόα μεταβολὴ καθ’ ὅλα τὰ μόρια παραπλησίως, ἀλλ’ ἐν πᾶσιν, ἐν οἷς ἀθρόα δοκεῖ γίγνεσθαι μεταβολή, τὸ μέν τι πρότερον μεταβάλλει μέρος, τὸ δὲ ὕστερον, καὶ ἐπὶ τοῦ πηγνυμένου γάλακτος καὶ ἐπὶ τοῦ μελαινομένου σώματος ἐκ τῆς ἀκτῖνος· ἦ γὰρ τὸ εὐπαθέστατον μόριον πρῶτον ἢ τὸ ἐγγύτερον τοῦ τὴν κίνησιν ἐνδιδόντος· τὸ δὲ ταῦτα λέγειν οὐ σφόδρα ἀληθές·1 δείκνυσι γὰρ ἡμῖν ἡ αἴσθησις, ὅτι γίγνονταί τινες ἀθρόαι μεταβολαὶ σωμάτων καὶ ἀλλοιώσεις, καὶ πρὸς τὴν Μελίσσου θέσιν οὕτως ἐξ ἀρχῆς ἀντεθήκαμεν. ἀλλ’ οὐδὲ ἐκεῖνό γε, ὅτι μόνον ἐπὶ τῶν κατὰ τόπον μεταβολῶν τὴν δεῖξιν Ἀριστοτέλης πεποίηται· φανερῶς γὰρ περὶ παντὸς λέγει τοῦ μεταβάλλοντος. ἃ τοίνυν ἡμῖν ἐπῆλθεν εἰς βοήθειαν τῷ λόγῳ, ταῦτά ἐστιν. οἰόμεθα τὸν Ἀριστοτέλην περὶ τῶν ἀθρόως μεταβαλλόντων, ὅτι διαιρετά ἐστι καὶ μεγέθη, μηδὲ λόγου προσδεῖσθαι νοῆσαι·2 εἰ γὰρ ἀθρόως ἐκεῖνα μεταβάλλειν φαμέν, ὧν ἅπαντα τὰ μέρη καὶ καθ’ ἕνα χρόνον ἢ ἀλλοιοῦται ἢ αὔξεται, δῆλον ὡς ἐπὶ τῶν μέρη τινὰ κεκτημένων ἡ τοιαύτη μεταβολή. ἃ δὲ οὐδὲν κέκτηται μέρος, πῶς ἀλλοιοῖτο ἂν ἅμα καθ’ ὅλα τὰ μέρη; ἢ τοίνυν οὐ τοῦτό ἐστι μεταβάλλειν ἀθρόως τὸ κατὰ πάντα ὁμοῦ τὰ μόρια μεταβάλλειν ἤ, εἰ τὸ ἀθρόως τοῦτό ἐστιν, γελοῖον τὸ ζητεῖν, εἰ διαιρετὰ τὰ τοιαῦτα· διόπερ Ἀριστοτέλης ἐπὶ μὲν τούτων ὅλως οὐδὲ ἐποιήσατο λόγον, ἐπὶ δὲ τῶν κατὰ τοὺς ἄλλους τρόπους μεταβαλλόντων. Κίνησις δὲ διχῶς διαιρετή, ἕνα μὲν τρόπον τῷ χρόνῳ, ἕτερον δὲ κατὰ τὰς τῶν μερῶν τοῦ κινουμένου [ἰδικὰς] κινήσεις. τῷ μὲν οὖν χρόνῳ διαιρετὴ γίνεται κίνησις, ὅτι ἡ πλείων ἐν πλείονι καὶ ἡ ἐλάττων ἐν ἐλάττονι, μετὰ δὲ * * * 〈κατὰ〉 τὰς τῶν μερῶν τοῦ κινουμένου ἰδικὰς κινήσεις· ἡ μὲν γὰρ ὅλη κίνησις ἐν τῷ ὅλῳ, τὰ μόρια δὲ αὐτῆς ἐν τοῖς μορίοις τοῦ κινουμένου ἐστίν. διαιρετὰ καὶ καθ’ ἃ ἡ κίνησις γίνεται, οἷον ὁ τόπος καὶ ὁ ὄγκος καὶ τὰ χρώματα, ἀλλ’ οὐχ ὁμοίως, ἀλλὰ τὰ μὲν ποσὰ καθ’ αὑτά, τὸ δὲ ποιὸν κατὰ συμβεβηκός· τῷ γὰρ τὸ σῶμα διαιρεῖσθαι, ἐν ᾧ τὸ λευκὸν ἢ τὸ μέλαν. ἠκολούθησε δὲ μάλιστα τὸ καὶ τὴν κίνησιν καὶ καθ’ ἃ ἡ κίνησις εἶναι διαιρετὰ τῷ πρώτῳ, εἶναι τὸ κινούμενον διαιρετόν.3
4. 应当考察的是:究竟凡是变化的事物都是可分的,还是也有不可分者可能[变化],正如数学家们所说,点在移动并以其移动生成线。因此,如果变化的事物必然既不在它向之变化的事物中(因为若是那样,它就已经变化完了),也不在它自之变化的事物中(因为若是那样,它同样不处于变化中),那么显而易见,余下的情况就是它的一部分在此物中,而另一部分在彼物中;因为既不可能同时处于两者之中,也不可能均不处于两者之中,从而它必然是可分的。然而,这一点在依位置的变化上从归纳本身也是显然的,但在质变上则比在增长上更为人熟知。而在那些变化有时是骤然发生的事物上,怎么可能必然一部分在白色中而另一部分在黑色中呢?塞奥弗拉斯特在《论运动》第一卷中明确提出了这一疑难,并给注释家们带来了困扰。一方面,若说对任何事物而言都不存在遍及所有部分同样骤然的变化,而是在所有看似骤然发生变化的事物中,一部分先变化而另一部分后变化,这无论在凝固的乳汁上还是在被阳光灼黑的物体上都是如此——因为或者是感受性最强的部分在先,或者是更接近施加运动者的部分在先;但另一方面,说这些话并不十分真实。因为感觉向我们表明,物体的一些变化和质变是骤然发生的,而我们从一开始针对麦里梭的论题也是这样反驳的。但也绝非是那种说法,即亚里士多德仅仅对依位置的变化作出了证明;因为他显然是在谈论凡是变化之物。那么,我们所想到的有助于这一论证的解释就是这些。我们认为,亚里士多德对于那些骤然变化的事物,认为去理解它们是可分的且具有量度甚至根本不需要论证。因为如果我们说那些骤然变化的事物是其所有部分在单一时间内或发生质变或增长的事物,那么显而易见,这样的变化是属于拥有某些部分的事物的。但完全不具有任何部分的事物,又怎能在所有部分上同时发生质变呢?因此,要么在所有部分上同时变化并不是骤然变化,要么如果“骤然”就是指这个,那么探讨这类事物是否可分便是可笑的;正因如此,亚里士多德对这些事物完全未作论述,而只是针对依其他方式变化的事物进行了论述。运动以两种方式可分:一种方式是依时间,另一种方式是依被运动者诸部分的固有运动。因此依时间而言运动成为可分的,是因为较多的运动在较多的时间中,较少的在较少的时间中;其次是依被运动者诸部分的固有运动;因为整体的运动在整体之中,而它的各部分在被运动者的各部分之中。运动依之发生的事物也是可分的,例如位置、体积以及诸颜色,但并非以同样方式,而是数量本身即可分,而性质则是附带地可分;因为这是通过其中具有白或黑的物体被分割而成立的。运动以及运动依之发生的事物都是可分的,这最主要地是遵循着第一〔点〕,即被运动者是可分的。
- 6.4τὸ μὲν οὖν λέγειν, ὡς οὐκ ἔστιν ... τὸ δὲ ταῦτα λέγειν οὐ σφόδρα ἀληθές
这是一种复指(首语再述)句式,句首由 τὸ μὲν οὖν λέγειν ... 引出的长篇主语不定式短语,由形成对照的 τὸ δὲ ταῦτα λέγειν 加以概括并重新提起,进而与表语 οὐ σφόδρα ἀληθές 相连。
- 6.4μηδὲ λόγου προσδεῖσθαι νοῆσαι
不定式 νοῆσαι 作限制或结果、目的性副词用法修饰动词 προσδεῖσθαι,意为“(为了)理解[……]甚至根本不需要论据”。
- 6.4ἠκολούθησε δὲ μάλιστα τὸ καὶ τὴν κίνησιν καὶ καθ’ ἃ ἡ κίνησις εἶναι διαιρετὰ τῷ πρώτῳ, εἶναι τὸ κινούμενον διαιρετόν
动词 ἠκολούθησε 的主语是带有定冠词的不定式短语 τὸ καὶ τὴν κίνησιν καὶ καθ’ ἃ ἡ κίνησις εἶναι διαιρετά,而紧随其后的不定式短语 εἶναι τὸ κινούμενον διαιρετόν 则作为与格宾语 τῷ πρώτῳ 的同位语。
