← 狄米斯提乌斯

亚里士多德《物理学》释义

§190.23-191.21

不可分的现在中运动与静止的不可能性

狄米斯提乌斯论证了从“现在”的不可分性所导出的结果,即任何事物在“现在”中既不运动也不静止。他指出速度的差异会导致“现在”被分割,过去与未来的交界处运动与静止的共存会导致荒谬,且静止的定义要求现在与先前状态的一致,从而得出运动与静止都必然在时间中发生的结论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.3#2

ἔσται τοίνυν τοῦ γεγονότος τι μέλλον, ἵν’ ἐάσω τὸ προχειρότατον,1 ὅτι τοῦ νῦν τὸ μέν ἐστι παρεληλυθός, τὸ δὲ μέλλον, καὶ ὅτι τῆς γε τομῆς ἀλλαχοῦ καὶ ἀλλαχοῦ γινομένης πολλὰ ἐν τῷ νῦν ἐστι τὰ νῦν καὶ οὐχ ἅμα, ὥστ’ εἴπερ ταῦτα ἀδύνατα, ἀνάγκη ταὐτὸν εἶναι νῦν πέρας τε καὶ ἀρχὴν καὶ ἀκριβῶς ἀδιαίρετον. τί οὖν ἐκ τούτων συμβαίνει; πρᾶγμα παράδοξον μέν, ἀληθέστατον δέ, τὸ μηδὲν ἐν τῷ νῦν κινεῖσθαι. εἰ γὰρ ἐνδέχεται κινεῖσθαι ἐν τῷ νῦν, καὶ θᾶττον ἂν ἐνδέχοιτο κινεῖσθαί τι καὶ βραδύτερον. κινείσθω τοίνυν τὸ βραδύτερον ἐν τῷ νῦν πηχυαῖον εἰ τύχοι διάστημα. ἐκ δὴ τῶν προτέρων λόγων τὸ θᾶσσον οὐκ ἐν τῷ νῦν, ἀλλ’ ἐν ἐλάττονι τοῦ νῦν ταὐτὸν ἀνύσει διάστημα. διαιρεθήσεται ἄρα τὸ νῦν, ὃ ἀδιαίρετον ἀπεδείξαμεν. οὐδὲν ἄρα ἐν τῷ νῦν κινεῖσθαι δυνατόν. ἀλλὰ μὴν οὐδὲ ἠρεμεῖν. ἠρεμεῖν γὰρ λέγομεν τὸ πεφυκὸς κινεῖσθαι καὶ μὴ κινούμενον, ὅτε πέφυκεν. εἰ δὲ ἐν τῷ νῦν οὐδὲν πέφυκε κινεῖσθαι, δῆλον ὡς οὐδὲ ἠρεμεῖν. ἐπεὶ τοίνυν2 ἀποδέδεικται ἱκανῶς, ὡς, ὅτι ταὐτόν ἐστιν τὸ νῦν ἐν ἀμφοῖν τοῖν χρόνοιν, λέγω δὲ τῷ παρεληλυθότι καὶ τῷ μέλλοντι, τοῦ μὲν πέρας τοῦ δὲ ἀρχή, εἰ τοίνυν ἐν τῷ παρεληλυθότι χρόνῳ κινούμενόν τι νοήσαιμεν, ἐν τῷ μέλλοντι δὲ ἠρεμοῦν, δῆλον ὅτι ἐν τῷ νῦν ἅμα κινήσεται καὶ ἠρεμήσει. καθὸ μὲν γὰρ τοῦ παρελθόντος ἐστὶ πέρας, κινήσεται, καθὸ δὲ ἀρχὴ τοῦ μέλλοντος, ἠρεμήσει, ὥστε ἐν ταὐτῷ κινήσεται καὶ ἠρεμήσει, εἴγε ἐν τῷ νῦν πέφυκεν ἠρεμεῖν καὶ κινεῖσθαι. νῦν μὲν γὰρ οὐδὲ ἀναγκαῖον τοῦτο συμβαίνειν, ὅτι μηδὲ ἐν τῷ νῦν κινεῖσθαι δύναιτο, τότε δ’ ἂν ἐξ ἀνάγκης ἠκολούθει τὸ ἄτοπον.3 τὸ γὰρ πεφυκὸς ἐν τῷ νῦν κινεῖσθαι καὶ ἐν παντὶ τῷ παρελθόντι χρόνῳ κινούμενον καὶ ἐν τῷ νῦν ἂν ἐκινεῖτο πέρατί γε ὄντι τοῦ παρελθόντος, ὁμοίως δὲ καὶ τὸ πεφυκὸς ἐν τῷ νῦν ἠρεμεῖν καὶ ἐν παντὶ τῷ μέλλοντι ἠρεμοῦν καὶ ἐν τῷ νῦν ἂν ἠρέμει ἀρχῇ γε ὄντι τοῦ μέλλοντος· οὕτω δὲ συνέβαινεν ἂν ἐν ταὐτῷ καὶ ἠρεμεῖν καὶ κινεῖσθαι. δόξαι τ’ ἂν ἴσως τὸ μηδὲν ἐν τῷ νῦν κινεῖσθαι πιθανώτερον, τὸ δὲ μήτε ἠρεμεῖν οὐκ εὔλογον παραπλησίως. καὶ τοῦτο δὲ ἄν τις οὐ χαλεπῶς παραδέξαιτο ἐννοήσας, ὅτι τότε λέγομεν ἠρεμεῖν τὸ σῶμα, ὅταν ὁμοίως ἔχῃ νῦν τε καὶ πρότερον, ἐν δὲ τῷ νῦν οὐκ ἔστι τὸ πρότερον, ὥστε οὐδὲ ἠρεμεῖν. ἀνάγκη τοίνυν τὸ κινούμενον καὶ τὸ ἠρεμοῦν ἐν χρόνῳ κινεῖσθαι καὶ ἠρεμεῖν.

因此已成之事的某物将成为将来的——姑且不论最显而易见的一点,即“现在”的一部分是过去,而另一部分是将来的,以及随着分割在各处发生,“现在”之中将存在许多并非同时的“现在”——因此,如果这些都是不可能的,那么界限与开端就必然是同一个“现在”,并且严格地不可分割。那么,由这些会得出什么结论呢?一个虽看似悖谬却千真万确的事实:即没有任何东西在“现在”中运动。因为如果可以在“现在”中运动,也就可能有某物运动得更快,有某物运动得更慢。那么,设较慢者在“现在”中运动了譬如一肘的距离。于是,根据先前的论证,较快者便不是在“现在”中,而是在小于“现在”的时间内完成同一距离。这样一来,我们已证明为不可分的“现在”就会被分割了。因此,没有任何东西能够在“现在”中运动。而且,不仅如此,任何东西也不能在其中静止。因为我们所谓静止,是指本性上适于运动之物,在适于运动之时却没有在运动。但如果没有任何东西本性上适于在“现在”中运动,显然也就没有任何东西适于在其中静止。既然已经充分证明了“现在”在过去与将来这两种时间中是同一个,对前者而言是界限,对后者而言是开端,那么,如果我们设想某物在过去的时间中运动,而在将来的时间中静止,显然它在“现在”中将同时运动并静止。因为就〔“现在”〕是过去的界限而言,它将运动;而就〔“现在”〕是将来的开端而言,它将静止;因此,如果它本性上确实适于在“现在”中静止和运动,它就会在同一事物中运动并静止。因为按实际情况,这甚至并非必然发生,因为根本不可能在“现在”中运动;但在那时[即假定能够在现在中运动时],荒谬的后果就会必然随之而来。因为本性上适于在“现在”中运动且在整个过去时间内运动之物,在“现在”中也会运动,毕竟〔“现在”〕是过去的界限;同样,本性上适于在“现在”中静止且在整个将来时间内静止之物,在“现在”中也会静止,毕竟〔“现在”〕是将来的开端;这样一来,就会发生在同一事物中既静止又运动的情况。也许没有任何东西在“现在”中运动这一点看起来更有说服力,而没有任何东西静止这一点则显得不那么合情合理。然而,对于这一点,人们也不难接受,只要考虑到:我们说一个物体静止,是在它于现在与先前处于同样状态的时候,但在“现在”中并不存在“先前”,因此它也不可能静止。因此,运动之物与静止之物必然是在时间中运动与静止的。

语法注3 条
  1. 6.3ἵν’ ἐάσω τὸ προχειρότατον

    采用目的从句(ἵνα 连用虚拟式)构成的惯用省略表达(praeteritio),意为“姑且不论最显而易见的一点”。它在句中充当插入成分,修饰主句 ἔσται τοίνυν τοῦ γεγονότος τι μέλλον。

  2. 6.3ἐπεὶ τοίνυν ἀποδέδεικται ἱκανῶς, ὡς, ὅτι ταὐτόν ἐστιν τὸ νῦν ... εἰ τοίνυν

    句法骨架是由 ἐπεί 引导的前提从句后接条件句(εἰ ... νοήσαιμεν)及其归结从句(δῆλον ὅτι ...)。在 ἀποδέδεικται ἱκανῶς 之后连续出现 ὡς 和 ὅτι,属于陈述连词的重叠冗用(pleonasm),引出同位语性质的内容从句。在长句之后再次出现的 τοίνυν 起到恢复与承接思路的作用(resumptive)。

  3. 6.3νῦν μὲν γὰρ οὐδὲ ἀναγκαῖον τοῦτο συμβαίνειν ... τότε δ’ ἂν ἐξ ἀνάγκης ἠκολούθει τὸ ἄτοπον

    在对比结构 νῦν μὲν ... τότε δέ ... 中,νῦν 作为时间/逻辑副词指代前文确立的“实际情况”(即在现在中无法运动的情况),而 τότε 则指代反事实的假定(“在那种情况下”,即假定在现在中能够运动)。后者搭配 ἄν 与未完成过去时直陈式(ἠκολούθει),构成反事实假定的归结从句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:190.23-191.21