- 底本
- Themistius, In Aristotelis Physica Paraphrasis. Commentaria in Aristotelem Graeca V.2, ed. H. Schenkl, Berlin: Reimer 1900, pp. 1-236. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:189.21-190.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
特米斯提乌斯依据《物理学》卷六第三章,论证严格意义上的“现在”是不可分的,过去的终点与未来的开端必然是同一且不可分的单一体。他指出,若二者相互分离,其间就必然存在一段本身作为“现在”却可分割的中间时间,从而导致过去与未来混淆的荒谬后果。
3. Περὶ δὲ τοῦ νῦν τοῦ κυρίως τε καὶ ἀληθῶς λεγομένου καὶ πρότερον μὲν ἱκανῶς ἀπεδείξαμεν, ὅτι ἐστὶν ἀμερὲς καὶ ἀδιαίρετον καὶ ἐν παντὶ χρόνῳ ἓν ταὐτὸ νῦν, πέρας μὲν τοῦ γεγονότος, ἀρχὴ δέ ἐστι τοῦ μέλλοντος, οὐδὲν δὲ οἷον καὶ νῦν ἐπισκέψασθαι,1 εἰ τοιοῦτον τὸ νῦν. οἶμαι τοίνυν ἅπαντας ἂν ὁμολογήσαι, ὅτι τὸ νῦν ἔσχατόν ἐστι τοῦ γεγονότος καὶ πρὸ τοῦ νῦν οὐδέν ἐστιν ὅλως τοῦ μέλλοντος· πρὸ γὰρ τῆς τοῦ γεγονότος τελευτῆς πῶς δύναιτ’ ἂν εἶναί τι μέλλον· εἴη γὰρ ἂν οὐδὲν οὐκέτι μέλλον, ἀλλὰ γεγονὸς ἐμπεριεχόμενον τῷ πέρατι τοῦ γεγονότος. πάλιν τοίνυν καὶ τοῦτο παραπλησίως ἅπασι γνώριμον, ὅτι τὸ νῦν ἐστιν ἀρχὴ τοῦ μέλλοντος χρόνου καὶ ἀρχὴ πρώτη, μεθ’ ἣν οὐδέν ἐστι παρεληλυθότος. πῶς γὰρ ἄν τι παρεληλυθὸς μετὰ τὴν ἀρχὴν τοῦ μέλλοντος; ἆρα γοῦν τὸ ἔσχατον τοῦ παρεληλυθότος καὶ ἡ τοῦ μέλλοντος ἀρχὴ δύο ἐστὶν ἀκριβῶς ἀλλήλων κεχωρισμένα ἢ ἓν καὶ ταὐτὸν πέρας τε ἅμα τοῦ παρεληλυθότος καὶ ἀρχὴ τοῦ ἐσομένου; λέγω τοίνυν ἓν καὶ ταὐτόν· εἰ γάρ ἐστιν ἀλλήλων κεχωρισμένα, ἅπτεσθαι μὲν ἀλλήλων οὐκ ἂν δύναιντο· ἀμερῆ γὰρ ἄμφω καὶ οὐδὲν αὐτῶν ἔσχατον, ἀλλ’ αὐτὰ ἔσχατα.2 οὐκ ἐῶσι δὲ οὐδὲ οἱ πρότεροι λόγοι συγκεῖσθαι τὸν χρόνον ἐκ τῶν νυνὶ ἐφεξῆς ὄντων ἢ ἁπτομένων· οὐδὲν γὰρ ἐξ ἀμερῶν συνεχές. εἰ δὲ οὐχ ἅπτεται ἀλλήλων δύο ὄντα κεχωρισμένα, ἀναγκαῖον αὐτῶν εἶναί τι μεταξύ. τί δὲ τοῦτ’ ἐστίν, εἰ μὴ χρόνος; πέρατα μὲν γὰρ ἀμφότερα χρόνου καὶ τὸ ἔσχατον τοῦ γεγονότος καὶ τοῦ μέλλοντος ἡ ἀρχή, μεταξὺ δὲ τῶν περάτων τῆς γραμμῆς οὐδὲν ἕτερον ἢ γραμμή, ὥσπερ μεταξὺ τῶν περάτων τοῦ σώματος οὐδὲν ἕτερον ἢ σῶμα. τὸ γὰρ κενὸν καλῶς ποιοῦν ἐκποδὼν γέγονεν.3 εἰ οὖν χρόνος ἐστὶ μεταξὺ τοῦ πέρατος τοῦ γεγονότος καὶ τῆς τοῦ μέλλοντος ἀρχῆς, δῆλον ὡς οὔτε γεγονὼς οὗτος οὔτε μέλλων ἐστίν. τί δήποτε; ὅτι τὸ νῦν αὐτὸ περιέχει, οὔτε δὲ μετὰ τὸ νῦν ὁ γεγονώς οὔτε πρὸ τοῦ νῦν ὁ μέλλων, ἀλλ’ εἰ μήτε παρεληλυθώς ἐστι μήτε μέλλων ὅλος ἐστὶ νῦν. καὶ ἐπειδὴ πᾶς χρόνος διαιρετός, δύναται διαιρεῖσθαι καὶ οὗτος ὁ νῦν, ἀλλὰ πᾶσα διαίρεσις χρόνου τὸ μὲν παρεληλυθὸς αὐτὸ ποιεῖ, τὸ δὲ μέλλον· ὅρα δὲ τὰ συμβαίνοντα ἄτοπα. ὁ γὰρ μεταξὺ χρόνος οὗτος ὁ μακρὸς νῦν, ὃν διῃρήκαμεν εἰς τὸ παρεληλυθὸς καὶ τὸ μέλλον, καθ’ ὅσον μέν ἐστι μετὰ τὸ ἔσχατον τοῦ γεγονότος, ὅλος μέλλων ἐστίν (ἔσται τοίνυν τοῦ μέλλοντός τι παρεληλυθός), καθόσον δὲ πρὸ τῆς ἀρχῆς τοῦ ἐσομένου, ὁλόκληρος ἔσται γεγονώς.
3. 关于在本义与真理性上被言说的“现在”,我们此前已经充分证明了它是无部分且不可分的,并在一切时间中都是同一个“现在”,既是已成之事的界限,又是将来之事的开端;但现在考察一下“现在”是否确实如此,也绝非多余。因此我认为所有人都会同意:“现在”是已成之事的终极点,且在“现在”之前绝无任何属于将来的事物。因为在已成之事的终结之前,怎么可能存在某种将来的事物呢?若是那样,就不再有任何事物是将来的,而是被包摄于已成之事的界限之内而成为已成的了。再者,同样为所有人熟知的是:“现在”是将来时间的开端,并且是最初的开端,在其之后绝无任何属于过去的事物。因为在将来的开端之后,怎么可能存在任何属于过去的事物呢?那么,过去的终极点与将来的开端,究竟是彼此精确分立的两个事物,还是既作为过去的界限同时又作为将要成之事的开端的同一个事物呢?因此我说,它们是同一个事物。因为如果它们彼此分立,它们便不可能彼此相切;因为二者都是无部分的,它们没有任何端点,而是它们自身就是端点。并且我们先前的论证也不容许时间由相承继或相切的“现在”所构成;因为无部分者构不成任何连续之物。但如果它们作为分立的两者而不彼此相切,那么在它们之间必然存在某种东西。若不是时间,这又会是什么呢?因为已成之事的终极点与将来之事的开端二者都是时间的界限,而在线的各端点之间除了线别无他物,正如在物体的各端点之间除了物体别无他物一样。因为虚空很顺利地已经被排除了。因此,如果已成之事的界限与将来之事的开端之间存在时间,显而易见,这[时间]既非已成的亦非将来的。为何如此?因为“现在”包容了它,而在“现在”之后既无已成之物,在“现在”之前亦无将来之物;但如果它既非过去亦非将来,它便通体是“现在”。而且,既然一切时间皆可分割,这个“现在”也能够被分割;但时间的任何分割都会使一部分成为过去,另一部分成为将来。请看由此产生的荒谬后果:因为这段处于中间的时间,即这被我们分割为过去与将来的冗长“现在”,就其处于已成之事的终极点之后而言,乃通体是将来的(从而将来的某物便会成为过去的);但就其处于将要成之事的开端之前而言,它又将完全是过去的。
- 6.3οὐδὲν δὲ οἷον καὶ νῦν ἐπισκέψασθαι
短语 οὐδὲν οἷον 与不定式连用,为固定习惯用法,意为“做某事再好不过”或“做某事绝非多余”。在此处支配不定式 ἐπισκέψασθαι(考察),中间插入副词短语 καὶ νῦν(现在也/此次亦)。
- 6.3ἀμερῆ γὰρ ἄμφω καὶ οὐδὲν αὐτῶν ἔσχατον, ἀλλ’ αὐτὰ ἔσχατα
在 οὐδὲν αὐτῶν ἔσχατον 中,ἔσχατον 作表语名词,指“端点/外部边界”(“它们没有各自的端点”)。与之形成对比的 αὐτὰ ἔσχατα 中,ἔσχατα 为主格补足语,表示“它们自身就是端点”。这一句法构造解释了无部分之物何以无法相切,因其缺乏独立于自身的边界。
- 6.3τὸ γὰρ κενὸν καλῶς ποιοῦν ἐκποδὼν γέγονεν
分词短语 καλῶς ποιοῦν 属于带口语色彩的固定短语(καλῶς ποιῶν/ποιοῦν),起副词作用,意为“适时地/幸而/顺利地”。主动词 ἐκποδὼν γέγονεν 意为“已被排除/让开了道路”,指在《物理学》前面的讨论中已经排除虚空存在的前提。
