- 底本
- Themistius, In Aristotelis Physica Paraphrasis. Commentaria in Aristotelem Graeca V.2, ed. H. Schenkl, Berlin: Reimer 1900, pp. 1-236. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:17.27-19.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
泰米斯提乌斯指出以往所有的自然探求者皆将冷热、充实与虚空等对立者作为本原,并根据本原的定义论证了其必然性,进而阐明生成与消灭乃是在对立者之间本质地发生,而非出于任意事物。
5. Ἀλλ’ ἐκεῖσε ἐπάνειμι, ὅτι τἀναντία ἅπαντες ἀρχὰς ποιοῦσιν οἵ τε λέγοντες ἓν τὸ πᾶν καὶ ἀκίνητον, οἵ τε πλείω, μᾶλλον δὲ ἄπειρα· καὶ γὰρ ὁ Παρμενίδης ἐν τοῖς πρὸς δόξαν τὸ θερμὸν ποιεῖ καὶ τὸ ψυχρὸν ἀρχάς, ὧν τὸ μὲν πῦρ τὸ δὲ γῆν προσαγορεύει, καὶ Ἀναξαγόρας ἐν ταῖς ὁμοιομερείαις τὴν ἐναντίωσιν καὶ Ἀναξίμανδρος ἐκκρίσει τὴν γένεσιν κατὰ σύγκρισιν, ὥστε καὶ διάκρισιν, καὶ Δημόκριτος πλῆρές τε καὶ κενόν, ἀλλὰ καὶ θέσει καὶ σχήματι καὶ τάξει τὰς γενέσεις ποιῶν ἐναντιώσει ποιεῖ· γένη γὰρ ἅπαντα ταὐτά ἐστιν ἐναντίων, ἡ θέσις τοῦ ἄνω κάτω, πρόσθεν ὄπισθεν, ἀριστεροῦ δεξιοῦ, τὸ σχῆμα εὐθυγράμμου περιφεροῦς, ἃ κατ’ ἐκεῖνόν ἐστιν ἐναντία· περὶ δὲ Ἐμπεδοκλέους καὶ Πλάτωνος καὶ τῶν ἄλλων φυσικῶν ὅσοι μάνωσιν καὶ πύκνωσιν ἐτίθεντο τὰ ἐναντία, καὶ πρότερόν γε προειρήκαμεν. καὶ νὴ Δία εὐλόγως ἔμοιγε δοκοῦσιν ἐπὶ τοῦτο ἅπαντες ἐληλυθέναι· δεῖ γὰρ τὰς ἀρχὰς πρῶτον μὲν ἐξ ἀλλήλων μὴ εἶναι (ἔσται γὰρ οὕτως ἑκάστη ἅμα ἀρχή τε καὶ οὐκ ἀρχή), δεύτερον δὲ μηδὲ ἐξ ἄλλων (εἰ γὰρ μὴ πρῶται εἶεν, πῶς ἂν εἶεν ἀρχαί;) καὶ τρίτον ἐκ τούτων εἶναι τὰ πάντα· τοῦτο γὰρ μάλιστα ἴδιον τῶν ἀρχῶν. ταῦτα δὴ ἅπαντα τοῖς πρώτοις ἐναντίοις ὑπάρχει. πρῶτα δὲ ἐναντία λέγω τὰ γενικώτατα· οὐκ ἐξ ἄλλων μὲν γάρ, ὅτι δὴ καὶ πρῶτα· οὐκ ἐξ ἀλλήλων δέ, ὅτι δὴ καὶ ἐναντία. καὶ μηδὲν ταραχθῇς· λέγομεν γὰρ ἐκ λευκοῦ τὸ μέλαν γίνεσθαι, οὕτως μὲν γὰρ γίνεται ἐξ ἀλλήλων τὰ ἐναντία, ὅπερ κυριώτερον εἴποις ἂν οὐκ ἐξ ἀλλήλων, ἀλλὰ μετ’ ἄλληλα. ἀλλὰ πῶς εἶπον μὴ γίνεσθαι ἐξ ἀλλήλων τὰ ἐναντία; ὡς λέγομεν ἐκ χαλκοῦ γίγνεσθαι τὸν ἀνδριάντα· οὐ γὰρ ὡς ὑπομένοντος θατέρου θάτερον μετὰ τοῦ φυλάττειν τὴν οἰκείαν φύσιν γεννῶντος τὸ ἐναντίον·1 δεῖ μὲν γὰρ αὐτὰ σῴζεσθαι ὡς ἀρχάς, εἰ δὲ σῳζόμενα εἰς ἄλληλα μεταβάλλει, συνυπάρχοι ἂν τὰ ἐναντία, ὅπερ ἀμήχανον. πῶς δὲ καὶ ἐκ τούτων τὰ ἄλλα; ὅτι κατὰ μεταβολὴν ἡ γένεσις, ὡς δειχθήσεται, εἰς δὲ τὰ ἐναντία πᾶσα μεταβολή. ἀλλ’ ἐπειδὴ μὴ σφόδρα αὐτόθεν γνώριμον τὸ λεγόμενον, ἐπισκεψώμεθα αὐτὸ μικρὸν ἄνωθεν ἀρξάμενοι. ληπτέον δὴ πρῶτον ὅτι τῶν ὄντων οὐδὲν οὔτε ποιεῖν πέφυκεν οὔτε πάσχειν τὸ τυχὸν ὑπὸ τοῦ τυχόντος· οὐ γὰρ ποιεῖν πέφυκεν ἄνθρωπος ἵππον, οὔτε πέφυκε πάσχειν ἀδάμας ὑπὸ σιδήρου· καὶ τοίνυν οὔτε γίγνεσθαι πέφυκε τὸ τυχὸν ἐκ τοῦ τυχόντος· οὐ γὰρ ἂν γένοιτο λευκὸν ἐκ μουσικοῦ, ἀλλὰ πάντως ἐκ μέλανος ἢ ξανθοῦ ἤ τινος ἑτέρου τῶν μέσων χρωμάτων. καίτοι φαίη τις ἂν ὅτι τοῦτο οὐκ ἀληθές· εἴποι γὰρ ἄν τις τὴν ἀηδόνα λευκὴν ἐκ μουσικῆς γεγονέναι. ἀλλ’ οὐχ ᾗ μουσικὴ πρότερον ἦν, ἀλλ’ ᾗ μέλαινα· ἐπειδὴ γὰρ συμβαίη ποτ’ ἂν τῷ μέλανι καὶ μουσικῷ εἶναι, τότε οὐκ ἂν ἐκ μέλανος οἴει γίγνεσθαι τὸ λευκὸν ἀλλ’ ἐκ μουσικοῦ; ἀλλὰ διαίρει τοῦ καθ’ αὑτὸ τὸ κατὰ συμβεβηκὸς καὶ πάντως εὑρήσεις ἐκ μέλανος ἢ ξανθοῦ ἢ φαιοῦ καθ’ αὑτὸ γιγνόμενον τὸ λευκόν, οὐδὲν δὲ κωλύει τὸ μέλαν τοῦτο ἢ μουσικὸν εἶναι ἢ πολιτικὸν ἢ στρατηγικὸν ἢ χαλκευτικόν· ὥστε οὐκ ἂν φθάνοις καὶ ἐκ πολιτικοῦ τὸ μέλαν γίγνεσθαι λέγων2 καὶ ἐξ ἀριθμητικοῦ πάλιν καὶ ἐκ πτηνοῦ καὶ ἐκ δίποδος, ἀλλὰ πᾶσαι αὗται κατὰ συμβεβηκὸς αἱ γενέσεις, καθ’ αὑτὸ δὲ γίγνεται τὸ λευκὸν ἐκ μέλανος ἢ τὸ σύνολον εἰπεῖν ἐκ μὴ λευκοῦ καὶ ἐκ τούτου γε οὐχ ἅπαντος (καὶ γὰρ ἱπποκένταυρος οὐ λευκὸν καὶ σκύλλα οὐ λευκόν), ἀλλὰ ἐφ’ οὗ τὸ φαιὸν ἢ τὸ ξανθὸν ἢ τὸ ἐρυθρὸν ἁρμόζει λέγειν. οὕτως καὶ τὸ μουσικὸν ἐκ μὴ μουσικοῦ, ἀλλ’ οὐκ ἐκ τοῦ κίονος οὐδὲ τῆς νεώς· ἀλλὰ καὶ ἄμουσον ἄν τις ὀρθῶς προσαγορεύσειε καὶ εἴ τι μεταξὺ μουσικοῦ τέ ἐστι καὶ ἀμούσου. οὐδὲ δὴ φθείρεταί τι εἰς τὸ τυχόν· οὐ γὰρ φθείρεται καθ’ αὑτὸ τὸ λευκὸν εἰς μουσικὸν πλὴν εἰ μὴ κατὰ συμβεβηκός, οἷον φθαρείη ποτ’ ἂν λευκότης ἐπικαυθέντος ἀνθρώπου, φθαρείη δ’ ἂν εἰς μελανίαν.
5. 但我要回到那个论题:所有人都把对立者作为本原,无论那些主张全体是一且不动的人,还是那些主张多数、乃至主张无限的人都是如此。因为巴门尼德在顺应意见的论说中将热与冷确立为本原,其中前者他称为火,后者称为土;阿那克萨戈拉在同质部分中设定了对立;阿那克西曼德通过分离并依照聚合、因而也依照解体来设定生成;德谟克利特设定了充实与虚空,而且在通过位置、形态与次序来设定诸生成时,也是通过对立来设定的;因为所有这些都是对立者的属:位置属于上与下、前与后、左与右,形态属于直线与弧线,照他看来这些都是对立者;至于恩培多克勒、柏拉图以及其他所有将稀薄与浓密设定为对立者的自然学家,我们之前也已谈及过了。凭宙斯起誓,在我看来他们所有人达成这一点完全是合乎情理的;因为本原首先必须不是出于彼此(否则每一者都将同时既是本原又不是本原),其次必须不是出于他物(因为如果它们不是第一者,又怎能是本原呢?),第三,万物必须是出于它们;因为这对于本原而言是最为固有的。这一切条件确实属于第一对立者。所谓第一对立者,我指的是最为属类的对立者;因为它们不是出于他物,正由于它们乃是第一者;而它们不是出于彼此,正由于它们乃是对立者。你切不可因此产生困惑;因为我们固然说黑从白生成,因为对立者确实以此种方式从彼此生成,但你若更恰当地说,这并不是从彼此,而是随彼此之后[生成]。那我是以何种方式说对立者不是出于彼此呢?那是按照我们说雕像由青铜生成的方式而言的;因为并非由于其中一者存留下来并在保持自身本性的同时产生出另一者即对立者;因为它们作为本原必须被保持,但如果在被保持的同时又转变为彼此,对立者就会共存,而这是不可能的。那么,其余事物又如何出于它们呢?因为正如将要表明的那样,生成是依照变化而发生的,而一切变化都是朝向对立者。但由于所说的内容并不是从一开始就十分显明,让我们从稍早处着手来对此进行考察。首先必须把握的是:在存在之物中,没有任何事物在本性上由任意者对任意者施加作用或承受作用;因为人在本性上并不产生马,金刚石在本性上也不承受铁的作用;因此,任何事物在本性上也不是从任意事物生成的;因为白绝不可能从有音乐素养的生成,而必然是从黑、黄或其余某种居间的颜色生成。然而有人或许会说这不是真的;因为有人可能会说夜莺是由有音乐素养的变成白色的。但这并不是就其原先具有音乐素养而言,而是就其原先是黑的而言;因为既然黑有时候可能碰巧兼具音乐素养,难道你以为那时白并不是从黑生成,而是从有音乐素养的生成吗?其实你只要把偶性的东西与自身存在的东西区分开来,便必然会发现白自身乃是从黑、黄或灰生成的,而没有任何事物妨碍这个黑具有音乐素养、政治才能、将帅之能或铁匠之术;以至于你也不妨接着说黑从具有政治才能的生成,又从精通算术的生成,从具翼的生成,从两足的生成;但所有这些生成都是依照偶性的,而自身而言白乃是从黑生成,或总括地说从非白生成,而且绝非从任何一种非白生成(因为半人马是非白的,斯库拉也是非白的),而是从适宜称之为灰、黄或红的事物生成。同样,有音乐素养的从无音乐素养的生成,但绝不是从柱子或船只生成;相反,人们可以恰当地称它是从缺乏音乐者生成,或者从介于有音乐素养与缺乏音乐之间的状态生成。并且,任何事物也绝不是消灭入任意事物之中的;因为白就其自身而言绝不消灭入有音乐素养的状态中,除非依照偶性,例如人在晒伤时白消灭了,但它乃是消灭入黑之中。
- 1.5οὐ γὰρ ὡς ὑπομένοντος θατέρου θάτερον μετὰ τοῦ φυλάττειν τὴν οἰκείαν φύσιν γεννῶντος τὸ ἐναντίον
分词 γεννῶντος 为属格单数,与独立属格句的主语 θατέρου 一致;而 θάτερον 则是其宾格直接宾语,与 τὸ ἐναντίον 构成同位语,整体结构为“其中一者……产生出另一者即对立者”。
- 1.5ὥστε οὐκ ἂν φθάνοις καὶ ἐκ πολιτικοῦ τὸ μέλαν γίγνεσθαι λέγων
此处为 οὐκ ἂν φθάνοις 接分词(λέγων)的习惯用法,字面意为“你无论如何抢先说出……也不为过”,引申为“你也不妨接着说……/你说……也将没完没了”,用来指出如果容许偶性生成就会导致荒谬推论层出不穷。
