← 狄米斯提乌斯

亚里士多德《物理学》释义

§187.29-189.20

非等速运动中的遍历与连续体不可分者之否定

泰米斯提乌斯将有限量度在无限时间内被穿过(反之亦然)的不可能性证明推广至非等速运动,补充完对芝诺难题的解决后,重回连续之物不可能由不可分者构成的论题,并通过速度比与时间的关系展示了时间原子必然被一分为二的归谬。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.2#3

εἰ δέ σε ταράττει τὸ μὴ πάντως ἀπαρτίζειν τὸ ΒΕ κατὰ τὸ μετροῦν τὴν ΑΒ, ἔξεστί σοι τὸ ΒΕ τηλικοῦτον ποιεῖν, ἡλίκον καταμετρήσει τὴν ΒΑ. εἰ γὰρ καὶ κατὰ τὴν πᾶσαν ἐν ἀπείρῳ χρόνῳ διέξεισιν, ἀλλὰ τό γε ΒΕ πάντως ἐν πεπερασμένῳ, ὥστ’, εἴπερ τὸ ΒΕ καταμετρεῖ τὴν ΒΑ, καὶ ὁ χρόνος,1 ἐν ᾧ φαίη τις ἄν, ὅτι καὶ τὸ ΒΕ μέρος ἐν ἀπείρῳ χρόνῳ διέξεισιν· ἀλλ’ ἀδύνατον. εἰ γὰρ ὥρισται κατὰ θάτερον πέρας ὁ χρόνος καὶ ἄρχεταί ποτε τῆς κινήσεως τὸ κινούμενον ἀπὸ τοῦ Β σημείου, ἀνάγκη τὴν ΒΕ διελθεῖν ἐν χρόνῳ πεπερασμένῳ. ἐπεὶ γὰρ ἐν ἐλάττονι χρόνῳ τὸ μέρος δίεισιν ἢ τὸ ὅλον, ἀνάγκη τὸν ἐλάττονα τοῦτον καὶ πεπεράνθαι. τὴν μὲν ἀρχὴν τὴν αὐτὴν ἕξει τῷ ὅλῳ, τὸ δὲ πέρας ἐκ τοῦ ἐλάττων εἶναι προσλήψεται. ἡ αὐτὴ δὲ ἀπόδειξις καὶ εἰ τὸ μῆκος ἄπειρον ὑποθοίμεθα, τὸν χρόνον δὲ πεπερασμένον. ἔσται γὰρ ἡμῖν πάλιν καὶ τὸ μῆκος πεπερασμένον τῇ παραπλησίᾳ μεθόδῳ χρωμένοις, ἡ δὲ αὐτὴ ἀπόδειξις ἡμῖν, κἂν μὴ ἰσοταχῆ τὴν κίνησιν ὑποθοίμεθα. εἰ γὰρ καὶ μὴ ἐν ἴσῳ χρόνῳ τὸ ἴσον κινεῖται διάστημα κατὰ τὴν ὑπόθεσιν ταύτην, ἀλλ’ ἢ ἐν πλείονι τὸ ἴσον ἢ ἐλάττονι, δῆλον ὅτι καὶ διαιρεθέντος τοῦ πεπερασμένου διαστήματος εἰς τὰ ἴσα μέρη, συνδιαιρεθήσεται καὶ ὁ χρόνος εἰς τοσαῦτα μὲν μέρη, οὐκέτι δὲ ἴσα ἀλλήλοις. ἀλλὰ μὴν εἴς γε τὸ πεπερασμένον αὐτὸν ἐπιδεῖξαι ἐξαρκεῖ τὸ ἐκ μορίων ὡρισμένων τῷ ἀριθμῷ συγκείμενον αὐτὸν ἐπιδεῖξαι, κἂν ἄνισα ταῦτα τὰ μέρη τυγχάνῃ, καὶ ἀνάπαλιν, εἰ ὁ χρόνος πεπερασμένος μέν, ἄπειρον δὲ ὑπέκειτο διάστημα· μόνως τοίνυν ἐνδέχεται ἐν ἀπείρῳ χρόνῳ πεπερασμένον κινεῖσθαι διάστημα, εἰ τὸ αὐτὸ πάλιν καὶ πάλιν κινοῖτο, ὥσπερ ὁρῶμεν καὶ τὰ θεῖα σώματα. εἰ δὲ οὐ δίεισιν ἄπειρον διάστημα ἐν πεπερασμένῳ χρόνῳ τὸ πεπερασμένον σῶμα, φανερὸν ὡς οὐδὲ τὸ ἄπειρον σῶμα, εἰ κινούμενον ὑποθοίμεθα, διέλθοι ἂν πεπερασμένον διάστημα ἐν πεπερασμένῳ χρόνῳ. ἡνίκα γὰρ ἂν διίῃ τὸ ἄπειρον σῶμα τὴν πεπερασμένην γραμμήν, δῆλον ὡς τηνικαῦτα καὶ ἡ πεπερασμένη γραμμὴ τὸ ἄπειρον σῶμα διέξεισιν, ἀλλ’ ἀποδέδεικται τοῦτο ἀδύνατον. καὶ μὴν εἰ καὶ τὸ διάστημα ἄπειρον ὑποθοίμεθα καὶ τὸ κινούμενον σῶμα, μόνος δὲ ὁ χρόνος εἴη πεπερασμένος, ἀνάγκη καὶ τὰ λοιπὰ ἀναφανῆναι πεπερασμένα. ταῦτα μὲν οὖν ἔξωθεν τοῦ προκειμένου προσείληφεν ἡμῖν ὁ λόγος διὰ τὴν Ζήνωνος ἀπορίαν, ἐπανίωμεν δὲ ὅθεν ἐξέβημεν, ὡς οὔτε γραμμὴ οὔτε ἐπίπεδον οὔθ’ ὅλως οὐδὲν τῶν συνεχῶν οὔτε ἄτομον ἐνδέχεται εἶναι οὔτε ἐξ ἀτόμων συγκεῖσθαι οὐ μόνον διὰ τὰ πρότερον εἰρημένα, ἀλλ’ ὅτι καὶ διαιρεῖσθαι τὸ ἄτομον ἐξ ἀνάγκης συμβήσεται. ἐπεὶ γὰρ ἐν παντὶ χρόνῳ τὸ θᾶττόν ἐστιν καὶ τὸ βραδύτερον, τὸ δὲ θᾶττον πλέον διέρχεται μῆκος ἐν τῷ ἴσῳ χρόνῳ, ἐνδέχοιτ’ ἂν τὸ πλέον τοῦτο ἢ διπλάσιον ἢ τριπλάσιον ἢ καὶ ἡμιόλιον εἶναι. ἐνηνέχθω τοίνυν ἡμιόλιόν τι διάστημα τὸ θᾶσσον ἐν τῷ ἴσῳ χρόνῳ, ἤπερ τὸ βραδύτερον, καὶ διῃρήσθω τὸ μέγεθος εἰς τρί’ ἀμερῆ, ἐφ’ οὗ τὸ μὲν ταχύτερον ὅλου διαπορεύεται, τὸ δὲ βραδύτερον οὐ καθόλου, ἀλλ’ ἐπὶ τῶν δυεῖν ἀμερῶν ἐν τῷ ἴσῳ χρόνῳ. οὕτω γὰρ ἂν ἡμιόλιον εἴη τὸ μῆκος τοῦ μήκους, ἀλλ’ εἴπερ τὸ μῆκος ἐξ ἀτόμων σύγκειται τριῶν, ἐφ’ οὗ κινεῖται τὸ θᾶσσον, καὶ ὁ χρόνος ἐκ τριῶν ἀμερῶν συντεθήσεται, ἐν ᾧ κινεῖται, εἴπερ ἐξ ἀνάγκης ὁ χρόνος ἀκολουθεῖ τῷ διαστήματι, καθάπερ ἐδείχθη. ἀλλ’ ἐπεὶ τὸ βραδύτερον ἐν τῷ ἴσῳ χρόνῳ, 〈ἐν ᾧ〉 τὰ δύο πάρεισιν ἀμερῆ, ὅταν θάτερον διανύσῃ τῶν ἀμερῶν, τότε δήπου τὸν ἥμισυν ἀναλώσει χρόνον·2 ἦν δ’ οὗτος ἐκ τριῶν συγκείμενος ἀμερῶν. ὥστε δίχα τὸ ἓν τῶν ἀτόμων τοῦ χρόνου διαιρεθήσεται, εἴπερ ὁ πᾶς δίχα ἐκ τριῶν.

然而,如果ΒΕ作为度量者并未完全吻合ΑΒ一事使你感到困扰,你尽可以使ΒΕ具有恰好能完全度量ΒΑ的大小。因为即使沿着整个[量度]是在无限的时间内穿过,但至少沿着ΒΕ无论如何都是在有限的[时间内穿过],以至于如果ΒΕ确实度量了ΒΑ,[穿过它所用的]时间也将是[有限的]。有人可能会说,它穿过ΒΕ这一部分也是在无限的时间内;但这绝不可能。因为如果时间在其中一个界限上已被限定,且运动之物在某一时刻从点Β开始运动,它在有限时间内穿过ΒΕ便是必然的。因为既然它穿过部分所用的时间少于整体,这较少的[时间]也必然是已受限定的。它将具有与整体相同的起点,而它将因其较少而额外获得其界限。即使我们假定长度是无限的,而时间是有限的,这同样的论证依然成立。因为如果采用相似的方法,对于我们而言长度也同样将再次成为有限的;而且即使我们假定运动不是等速的,这同样的论证对于我们依然成立。因为即使根据这一假定,相等的间距不是在相等的时间内运动,而是相等的[间距]在较多或较少的时间内[运动],显而易见的是,一旦有限的间距被分割为相等的部分,时间也将随之被分割为同样数量的部分,尽管不再彼此相等。然而,要表明它是有限的,只要表明它由数目有限的各部分组成便足够了,即便这些部分恰好是不等的;反之亦然,如果时间是有限的,而假定间距是无限的。因此,在无限时间内运动于有限的间距之上,仅在一次又一次运动于相同[间距]之上时才有可能,正如我们甚至在神圣物体上所见到的那样。如果有限的物体在有限时间内并不穿过无限的间距,显而易见,无限的物体若被假定为运动的,也不可能在有限时间内穿过有限的间距。因为每当无限的物体穿过有限的线段时,显而易见,在那时有限的线段也穿过了无限的物体;但这一点已被证明是不可能的。而且,即使我们假定间距与运动物体都是无限的,唯独时间是有限的,其余各项也必然显现为有限的。 因此,由于芝诺的难题,我们的论证从既定论题之外附带吸纳了这些内容;但让我们回到我们所离开的原处:即无论线、面,还是总体而言任何连续之物,都不可能是不可分的,也不可能由不可分者组成,这不仅是由于之前所说过的理由,而且是因为不可分者必然会遭遇被分割这一后果。因为既然在任何时间内都存在较快者与较慢者,而较快者在相等时间内穿过更多的长度,这较多者可以是两倍、三倍,乃至一倍半。那么假定较快者在与较慢者相等的时间内被带过某个一倍半的间距,且量度已被分割为三个不可分部分,较快者完全穿过其整体,而较慢者在相等时间内不是穿过全体,而是在两个不可分部分之上穿过。因为这样一来,长度就会是长度的一倍半;但是,如果较快者在其上运动的长度是由三个原子组成的,那么它在其内运动的时间也将由三个不可分部分构成,如果确实如已证明的那样,时间必然随同间距。但是,既然较慢者在它穿过两个不可分部分的相等时间内,每当它跑完不可分部分的其中之一时,那时它理所当然将消耗一半的时间;而这[时间]本是由三个不可分部分构成的。因此,时间的一个原子将被一分为二,如果由三个部分构成的整体确实被一分为二的话。

语法注2 条
  1. 6.2ὥστ’, εἴπερ τὸ ΒΕ καταμετρεῖ τὴν ΒΑ, καὶ ὁ χρόνος

    在由 ὥστʼ 引导的结果从句中,主句谓语发生了承前省略。承接前文“沿着ΒΕ无论如何都是在有限的[时间内穿过]”,καὶ ὁ χρόνος, ἐν ᾧ 之后需要补出类似 [διέξεισιν, πεπερασμένος ἔσται]([穿过它所用的]时间也将是[有限的])的词句。其后的 φαίη τις ἄν(有人可能会说)则开启了一个新的句子以提出假设性的反驳。

  2. 6.2ἀλλ’ ἐπεὶ τὸ βραδύτερον ἐν τῷ ἴσῳ χρόνῳ, 〈ἐν ᾧ〉 τὰ δύο πάρεισιν ἀμερῆ, ὅταν θάτερον διανύσῃ τῶν ἀμερῶν, τότε δήπου τὸν ἥμισυν ἀναλώσει χρόνον

    一个层层嵌套的复杂句结构。在主句主语 τὸ βραδύτερον 之后,介词短语 ἐν τῷ ἴσῳ χρόνῳ 被校订补入的 〈ἐν ᾧ〉 所引导的关系从句(τὰ δύο πάρεισιν ἀμερῆ)修饰。随后插入了一个时间条件从句 ὅταν θάτερον διανύσῃ τῶν ἀμερῶν(当它跑完不可分部分的其中之一时),最后才引出主句的谓语核心 τότε δήπου τὸν ἥμισυν ἀναλώσει χρόνον(那时它理所当然将消耗一半的时间)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:187.29-189.20