← 狄米斯提乌斯

亚里士多德《物理学》释义

§186.13-187.29

时间与量度的可分割性及对芝诺的驳斥

忒弥斯提乌斯论证了时间与量度的可分割性互为依随,并批评芝诺取消运动的论辩混淆了“分割上的潜能无限”与“分量上的无限”。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.2#2

τὸ μὲν γὰρ θᾶττον ἀεὶ τὴν αὐτὴν εὐθεῖαν ἐν τῷ ἐλάττονι χρόνῳ, τὸ βραδύτερον δὲ ἐν τῷ αὐτῷ χρόνῳ τὴν ἐλάττονα εὐθεῖαν διήξει. ἀεὶ δὲ οὔσης δυνατῆς τῆς μεταλήψεως (ἀεὶ γὰρ δυνατὸν τὸ θᾶττον νοεῖν καὶ τὸ βραδύτερον) ἀεὶ καὶ τὸν χρόνον καὶ σὺν τῷ χρόνῳ τὸ μέγεθος διαιρεῖν δυνησόμεθα· ἀκολουθεῖ γὰρ ταῦτα ἀλλήλοις, λέγω δὲ ἥ τε τοῦ μεγέθους διαίρεσις καὶ ἡ τοῦ χρόνου, καὶ εἰ διαιρετὸς ὁ χρόνος καὶ ὁσάκις διαιρετός, διαιρετὸν καὶ τὸ μέγεθος καὶ τοσαυτάκις. καὶ τοῦτο μάλιστα ἐκ τῶν ἰσοταχῶς κινουμένων γνώριμον γίνεται· ἀεὶ γὰρ ἐν ἡμίσει χρόνῳ τὸ ἥμισυ δίεισι μέγεθος καὶ ἐν τῷ τριτημορίῳ τὸ τριτημόριον καὶ ἐν τῷ πολλοστημορίῳ τὸ πολλοστημόριον, ὥστ’ εἰ τὸν χρόνον ἐπ’ ἄπειρον, καὶ τὸ μέγεθος· συμπαρεκτείνεται γὰρ ὁ τῆς κινήσεως χρόνος τῷ διαστήματι, ἐφ’ οὗ τὸ συνεχῶς κινούμενον μεταβαίνει καὶ διὰ τοῦτο, καθ’ ὃν ἂν τρόπον ὁ χρόνος τὸ ἄπειρον ἔχῃ, κατὰ τὸν αὐτὸν ἕξει καὶ τὸ διάστημα, εἰ μὲν ἀδιεξίτητος καὶ ἀτελεύτητος καὶ μηδὲν ἔσχατον ἔχων, ὡς ἀδιεξίτητον καὶ τὸ μῆκος,1 εἰ δὲ τῷ διαιρεῖσθαι καὶ τέμνεσθαι, πάλιν καὶ τὸ μῆκος παραπλησίως, εἰ δὲ ἐν ἀμφοῖν, ἐν ἀμφοῖν καὶ τὸ μέγεθος. Τοῦτο δὲ ἀγνοεῖ Ζήνων ἢ προσποιεῖται, ὅταν οἴηται τὴν κίνησιν ἀναιρεῖν ἐκ τοῦ μὴ δυνατὸν εἶναι λέγειν ἐν πεπερασμένῳ τῷ χρόνῳ τὰ ἄπειρα διελθεῖν τὸ κινούμενον καὶ ἅψασθαι τὸ Α ἀπείρων καὶ καθ’ ἕκαστον, εἰ τὸ μὲν μῆκος τὸ ποδιαῖον εἰς ἄπειρα διαιρετὸν καὶ ἐπ’ ἄπειρον, ὁ δὲ χρόνος τῆς κινήσεως τῆς ἐπ’ αὐτῷ πεπερασμένος. οἱ γὰρ ἐπὶ τοῦ σταδίου κυλιόμενοι τροχοὶ τῶν ἁρμάτων οὐδὲν δήπου, φησί, παραλείπουσι τῆς διαιρέσεως τοῦ σταδίου, ἀπείρου2 δὲ οὔσης αὐτῆς καὶ τῶν ἐπ’ αὐτῆς γινομένων μερῶν, πῶς ἄπειρα διαθέουσιν ἐν χρόνῳ πεπερασμένῳ; τοῦτο γὰρ αὐτῷ τὸ ἀδύνατον ἠκολούθησεν ἐκ τοῦ μὴ κατιδεῖν ἢ μὴ ἐθελῆσαι, ὅτι διχῶς λέγεται ἄπειρον καὶ μῆκος καὶ πᾶν ὅλως τὸ συνεχὲς ἢ τῷ διαιρεῖσθαι ἐπ’ ἄπειρον ἢ τῷ μηδὲν ἔσχατον ἔχειν μηδὲ πέρας τι τοῦ μεγέθους. τὸ μὲν οὖν τοιούτου μήκους [τῆς] κατὰ τὸ πηλίκον ἀπείρου φαίην ἂν ὡς οὔτε ἅψασθαι παντὸς δυνατόν, οὐδὲ πᾶν διελθεῖν ἐν χρόνῳ πεπερασμένῳ, τοῦ δὲ ὡρισμένου μὲν κατὰ τὸ πηλίκον, κατὰ δὲ τὴν τομὴν καὶ διαίρεσιν ἀπείρου καὶ δυνάμει ἀπείρου, οὐκ ἐνεργείᾳ, ἐνδέχοιτ’ ἂν ἐν πεπερασμένῳ χρόνῳ καὶ ἅπτεσθαι παντὸς καὶ διελθεῖν. καὶ γὰρ αὐτὸς οὗτος ὁ χρόνος πεπέραται ἐν τῷ πηλίκῳ, ἄπειρος δέ ἐστιν τῇ διαιρέσει καὶ οὕτως ἄπειρος ὡς τὸ μῆκος. δυνάμει γὰρ ἄμφω, ὥστε ἐν ἀπείρῳ χρόνῳ τὸ ἄπειρον δίεισιν, ἐν τῷ δυνάμει τὸ δυνάμει, καὶ ἅπτεται τῶν κατ’ ἐπίνοιαν ἀπείρων μερῶν τοῖς κατ’ ἐπίνοιαν ἀπείροις τοῦ χρόνου μέρεσιν, ἐπεὶ καθ’ ἑκάτερόν γε σημαινόμενον τοῦ ἀπείρου καὶ ἡμεῖς συγχωροῦμεν, μᾶλλον δὲ καὶ ἀποδείκνυμεν, ὡς οὔτε τὸ ἄπειρον μέγεθος δυνατὸν παρελθεῖν ἐν χρόνῳ πεπερασμένῳ οὔτε ἐν ἀπείρῳ χρόνῳ πεπερασμένον, ἀλλ’ ἐάν τε ὁ χρόνος ἄπειρος ᾖ, καὶ τὸ μέγεθος, ἐάν τε τὸ μέγεθος, καὶ ὁ χρόνος. ἔσται γὰρ μέγεθος μὲν πεπερασμένον τὸ ΑΒ, χρόνος δὲ ἄπειρος τὸ Γ, εἰλήφθω δέ τι τοῦ χρόνου πεπερασμένον, οἷον τὸ ΓΔ. ἐν τούτοις τοίνυν διήξει τι τοῦ μεγέθους τὸ κινούμενον καὶ ἔστω διεληλυθὸς τὴν ΒΕ. τοῦτο τοίνυν τὸ μέρος τοῦ μήκους, λέγω δὲ τὸ ΒΕ, ὅλην καταμετρήσει τὴν ΑΒ ἢ ὑπερβαλεῖ τοῦ μέρους τοῦ τελευταίου.3 διαφέρει γὰρ οὐδέν, εἴγε ἀεὶ τὸ ἴσον τῷ ΒΕ μέρει ἐν ἴσῳ χρόνῳ διήξει, τοῦτο δὲ καταμετρεῖ τὸ ὅλον μέγεθος καὶ ὑπερβάλλει τοῦ μέρους τοῦ τελευταίου· πεπερασμένος γὰρ ἔσται πᾶς χρόνος, ἐν ᾧ διῆλθε τὸ ὅλον. εἰς ἴσα γὰρ μέρη διαιρεθήσεται εἰς ὅσαπερ καὶ τὸ μέγεθος.

因为较快者将总是在较短时间内穿过相同的直线,而较慢者将在相同时间内穿过较短的直线。而且,由于交替总是可能的(因为总是可以构想较快者和较慢者),我们也将总是能够分割时间以及随同时间一起分割量度;因为这些互为依随——我是指量度的分割与时间的分割——而且如果时间是可分割的且可分割若干次,量度也是可分割的且同样可分割若干次。这一点尤其从等速运动的事物中变得显明;因为在半数时间内它总是穿过半数量度,在三分之一时间内穿过三分之一,在任意几分之一时间内穿过几分之一,以至于如果将时间无限地[分割],量度也同样[无限地分割]。因为运动的时间与连续运动之物在其上推移的间距同等延展,且正因如此,无论时间以何种方式具有无限,间距也将以相同的方式具有无限:如果[时间]是不可穿越的、无止境的且不具有任何终极,长度也同样作为不可穿越的[而存在];如果是由于被分割和切断,长度也再次相似;如果是在这两方面,量度也同样是在这两方面。 然而芝诺对此若非无知,便是装作不知,每当他以为可以通过断言运动之物不可能在有限时间内穿过无限之物并且Α不可能逐一触及无限之物来取消运动时——如果一尺之长的长度可分割为无限且走向无限,而其上的运动时间却是有限的。因为他说,在体育场跑道上滚动的战车车轮,断然不会漏过体育场跑道的任何分割;既然这种[分割]以及在它之上产生的部分是无限的,它们又怎能在有限时间内跑过无限之物呢?因为对他而言,产生这一不可能的后果,正是由于未能觉察或不愿觉察到,长度乃至一般而言一切连续之物都在两种意义上被说成是无限的:或者由于被分割走向无限,或者由于完全不具有量度的终极或限度。因此,对于在分量上是无限的这样一种长度而言,我会说在有限时间内既不可能触及全部,也不可能穿过全部;但是对于在分量上虽有限度、而在切断和分割上无限且在潜能上无限而非在现实上无限者,在有限时间内既触及全部又穿过全部是可能的。因为正是这时间本身在分量上也是有限的,但在分割上是无限的,且是像长度那样无限。因为二者在潜能上都是[无限的],以至于[运动之物]在无限的时间内穿过无限者,在潜能[无限的时间]内穿过潜能[无限者],并以时间的观念上无限的部分触及观念上无限的部分;因为就无限的每一种含义而言,我们也都承认,不如说甚至证明了,既不可能在有限时间内越过无限的量度,也不可能在无限时间内[越过]有限的[量度],而是如果时间是无限的,量度也就是[无限的],如果量度是[无限的],时间也就是[无限的]。 因为假定有限的量度为ΑΒ,无限的时间为Γ,并假定取出了时间的某种有限部分,例如ΓΔ。那么在这[时间]内,运动之物将穿过量度的某个部分,且假定它已经穿过了ΒΕ。那么长度的这一部分,即ΒΕ,将或者完全度量ΑΒ,或者超出最后的部分。因为这毫无差别,只要它总是在相等时间内穿过与ΒΕ部分相等的部分,而这或者完全度量整个量度,或者超出最后的部分;因为穿过整个量度所用的全部时间将是有限的。因为[这一时间]将被分割为与量度相同数量的相等部分。

语法注3 条
  1. 6.2ὡς ἀδιεξίτητον καὶ τὸ μῆκος

    这是与由 εἰ 引导的三重条件分句(εἰ μὲν... εἰ δὲ... εἰ δὲ...)中第一项相对应的紧缩归结分句。它承接前句的 ἕξει καὶ τὸ διάστημα,以 ὡς 引导省略分词或动词的名词短语([ὂν] ἀδιεξίτητον καὶ τὸ μῆκος)以构成平行对比。

  2. 6.2τὸ μὲν οὖν τοιούτου μήκους [τῆς] κατὰ τὸ πηλίκον ἀπείρου

    属格短语 τοιούτου μήκους... ἀπείρου 被置于句首提出论题,在句法上受后续动词 ἅψασθαι(以及修饰词 παντός)支配。底本中带方括号的 τῆς 是冗余成分,翻译中应予舍弃。

  3. 6.2ἢ ὑπερβαλεῖ τοῦ μέρους τοῦ τελευταίου

    动词 ὑπερβάλλω 支配属格 τοῦ μέρους τοῦ τελευταίου。它表达了一种数学情形:以单位量 ΒΕ 连续度量时,要么整除 ΑΒ 全程(ὅλην καταμετρήσει),要么超出最后留存的部分。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:186.13-187.29