- 底本
- Themistius, In Aristotelis Physica Paraphrasis. Commentaria in Aristotelem Graeca V.2, ed. H. Schenkl, Berlin: Reimer 1900, pp. 1-236. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:185.4-186.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
特米斯蒂乌斯通过日常经验(马与乌龟、大车与战车)及思想实验(天上的乌龟与太阳)驳斥了存在不可分最小时间的假定,指出这会毁灭“较快与较慢”的显然事实,进而改述了《物理学》第六卷第二章中亚里士多德的几何证明,表明通过较快者与较慢者的交替取用,时间与量度皆必然被无限分割。
2. Ὁ δὲ ἀμερεῖς ὑποτιθέμενος χρόνους διαφθείρει τὸ θᾶττον καὶ βραδύτερον, πράγματα ἐν ὀφθαλμοῖς ὄντα καὶ πᾶσι γνώριμα. τίς γὰρ ἔστιν, ὃς οὐκ οἶδεν, ὅτι ταχύτερος ἵππος χελώνης καὶ ἅρματος ἅμαξα βραδυτέρα; καὶ εἴ γέ τινα τῶν πολλῶν ἐπανέροιο, τί δήποτε ταχύτερον λέγεται τῆς ἁμάξης τὸ ἅρμα, ἀποκρίνοιτο ἂν οὐ δεηθεὶς τῆς Ἐπικούρου σοφίας, ὅτι τὸ μὲν ἅρμα ὥρᾳ μιᾷ σταδίους ἂν διέλθοι τριάκοντα, τὴν ἅμαξαν δὲ ἐν τρισὶν ἢ τέτρασιν ὥραις τοὺς αὐτοὺς ἀνύσαι σταδίους. ἐν ᾧ γὰρ οἱ ἵπποι τοὺς τριάκοντα διαθέουσιν, οἱ βόες μόλις ἂν ἑπτὰ πορευθεῖεν· ποίας γὰρ ταῦτα σοφίας εἰδέναι,1 ὅτι τὸ μὲν θᾶττον ἐν ἐλάττονι χρόνῳ δίεισι τὸ ἴσον διάστημα, τὸ δὲ βραδύτερον ἐν τῷ ἴσῳ χρόνῳ ἔλαττον διαπορεύεται μῆκος, ὥσπερ ἐγὼ καὶ οἱ ἐμοὶ παῖδες τὴν αὐτὴν ὁδὸν τὴν ἐκ Νικαίας εἰς τὴν πατρίδα, ἐγὼ μὲν ἀπήνην δημοσίαν ἔχων, οἱ δὲ ἅμαξαν, οὐκ ἐν ἴσῳ διηνύσαμεν χρόνῳ, ἀλλ’ ἐγὼ μὲν ἐν δύο νυχθημέροις, οἱ δὲ ἐν τέτρασιν. ταῦτα τοίνυν οὕτως ὄντα ἐναργῆ καὶ πρὸ ὀφθαλμῶν πᾶσιν ἀνθρώποις ἀπολλύουσι προϊόντα ἢ διαφθείρουσιν2 οἱ χρόνους ἀμερεῖς καὶ ἐλαχίστους ὑποτιθέμενοι. σκόπει δέ· εἰ γὰρ ἔστιν ἐλάχιστος καὶ ἀμερής τις χρόνος, πότερον ἐν αὐτῷ κινεῖσθαι δυνατὸν ἢ ἀδύνατον; εἰ μὲν γὰρ ἀδύνατον, ἀδύνατον καὶ ἐν τῷ ἐξ αὐτοῦ συγκειμένῳ· οὐ γὰρ ἐν οὐδενὶ μορίῳ κινεῖσθαι δυνατόν, πῶς ἔσται δυνατὸν ἐν τῷ ὅλῳ; εἰ δὲ δυνατὸν ἐν ἀμερεῖ χρόνῳ κινεῖσθαι, δυνατὸν δήπου καὶ βραδύτερον ἐν αὐτῷ καὶ θᾶττον κινεῖσθαι· καὶ οὐ λέγω πάντως ταὐτὸ κινούμενον, ἀλλ’ ἄλλο καὶ ἄλλο. εἰ τοίνυν προσπαίζων ἡμῖν ὁ λόγος ὑπόθοιτο χελώνην ἐν τῷ οὐρανῷ κινουμένην ἢ ἕτερον βραδὺ χελώνης παραπλησίως, τοῦτο δήπου καὶ αὐτὸ κινηθήσεται ἐν τῷ ἀμερεῖ χρόνῳ καὶ ἐλαχίστῳ, κινούμενον δὲ ἐξανύσει ποσόν τι πάντως διάστημα. ἆρ’ οὖν τὸ διάστημα τοῦτο τὸ βραχύ, τὸ σμικρόν, τὸ ὁπόσον ἂν ἐθέλῃς, ὁ ταχύτατος ἥλιος ‘ὁ τὸ πτηνὸν ἅρμα ἐλαύνων’ καὶ οὗτος ἐν ἀμερεῖ χρόνῳ διάξει ἢ ἐν ἐλάττονι τοῦ ἀμεροῦς; εἰ μὲν τοίνυν ἐν ἀμερεῖ, τὴν χελώνην ποιοῦσιν ἰσοταχῆ τῷ ἡλίῳ· ἰσοταχὲς γὰρ τὸ ἴσῳ χρόνῳ τὸ ἴσον ἀνύον διάστημα. εἰ δὲ ἐν ἐλάττονι τοῦ ἀμεροῦς, οὐκέτι φυλάττουσιν ἐλάχιστόν τινα χρόνον. πρὸς μὲν οὖν τὴν ὑπόθεσιν τὴν τοιαύτην καὶ ταῦτα ἐξήρκει, ἡμεῖς δὲ ἐπὶ πλέον ἐπεξέλθωμεν τῷ λόγῳ· γένοιτο γὰρ ἂν οὕτως φανερώτερον τὸ μήτε χρόνον ἐξ ἀμερῶν μήτε μέγεθος συγκεῖσθαι. ἐπειδὴ γὰρ ἀναγκαῖον ἐν ἐλάττονι χρόνῳ τὸν ἵππον τῆς χελώνης ταὐτὸν ἀνύειν διάστημα, ὑποκείσθω ταχύτερόν τι καὶ βραδύτερον, ταχύτερον μὲν τὸ Α, βραδύτερον δὲ τὸ Β, καὶ κινείσθω τὸ βραδύτερον, τουτέστι τὸ Β, τὴν ΓΔ εὐθεῖαν τῷ ΖΗ χρόνῳ. δῆλον τοίνυν, ὅτι τὸ θᾶττον, λέγω δὲ τὸ Α, ἐν ἐλάττονι χρόνῳ τοῦ ΖΗ ταὐτὸν κινηθήσεται μῆκος, λέγω δὲ τὴν ΓΔ εὐθεῖαν. κεκινήσθω τοίνυν ἐν τῷ ΖΘ. πάλιν δὲ ἐπειδὴ τὸ θᾶττον τὸ Α ἐν τῷ ΖΘ διελήλυθε τὴν ὅλην, τὸ βραδύτερον τὸ Β ἐν τῷ αὐτῷ χρόνῳ τὴν ἐλάττω τῆς ΓΔ διεξίτω τὴν ΓΚ. ἐπεὶ τοίνυν τὸ βραδύτερον ἐν τῷ ΖΘ χρόνῳ τὴν ΓΚ διῄει, τὸ θᾶττον ἐν τῷ ἐλάττονι χρόνῳ τὴν ΓΚ διεξῄει, ὥστε πάλιν τὸ ΖΘ ὁ χρόνος διαιρεθήσεται· τὸ γὰρ Α τὴν ΓΚ ἐν τῷ ΖΘ χρόνῳ διαπορεύεται. τὸ Β τοίνυν ἐν τῷ αὐτῷ τούτῳ χρόνῳ οὐκέτι τὴν ΓΚ, ἀλλ’ ἐλάττω τῆς ΓΚ, τὴν Γ μόνον. νοήσομεν τοίνυν, ὡς ἀεὶ τὸ θᾶττον ἡμῖν καὶ βραδύτερον μεταλαμβάνουσι3 καὶ τῷ ὑποδεδειγμένῳ τρόπῳ χρωμένοις τῆς μεταλήψεως τὸ μὲν θᾶττον ἀεὶ διαιρήσει τὸν χρόνον, τὸ βραδύτερον δὲ ἀεὶ διαιρήσει τὸ μέγεθος.
2. 然而,假定无部分时间的人却毁坏了较快与较慢,而这些原是历历在目、人尽皆知的事情。因为有谁不知道马比乌龟更快,大车比战车更慢呢?即使你去询问常人中的某一位,究竟为什么战车被说成比大车更快,他也无需伊壁鸠鲁的智慧就会回答说:战车在一小时内可以走过三十斯塔德,而大车则在三四个小时内才能走完相同的斯塔德。因为在马跑过三十[斯塔德]的时间里,牛勉强只能走过七[斯塔德];要明白较快者在较短时间内穿过相等的间距,而较慢者在相等的时间内穿过较短的长度,究竟需要何等的智慧呢?正如我和我的孩子们从尼西亚到故乡的同一段路程,我乘公家马车,他们乘大车,并未在相等的时间内走完,而是我用了两天两夜,他们用了四天四夜。因此,对于在全人类眼前如此昭彰的这些事情,那些假定无部分且最小时间的人,在推论下去的过程中却将它们毁弃或败坏了。 但请审视:因为如果存在某种最小且无部分的时间,那么在其中运动是可能的还是不可能的呢?因为如果是不可能的,那么在由它构成的[时间]中[运动]也是不可能的;因为既然在任何一个部分中都不可能运动,在整体中又怎会是可能的呢?但如果可以在无部分的时间中运动,当然也可以在其中运动得较慢和较快;而我绝不是指同一个运动之物,而是指不同的事物。那么,如果论辩同我们开个玩笑,假定一只乌龟在天空中运动,或者另一个与乌龟相仿的缓慢之物,这东西当然也会在无部分且最小的时间内运动,并且运动着必定会走完某种数量的间距。那么,“驾驭飞驰战车”的最快捷的太阳,是同样在无部分的时间内穿过这一间距——无论这间距多么短暂、多么微小、无论你想要它是多少——还是在比无部分[时间]更短的时间内穿过呢?如果是在无部分的时间内,他们就使得乌龟与太阳等速了;因为在相等时间内走完相等间距的就是等速的。但如果是在比无部分[时间]更短的时间内,他们就再也保不住某种最小的时间了。 针对这样一种假说,这些反驳本来已经足够,但让我们把论辩进一步推展下去;因为这样一来,时间与量度皆非由无部分之物构成就会变得更加显明。因为既然马必然在比乌龟更短的时间内走完相同的间距,那么就假定一个较快者与一个较慢者,较快者为Α,较慢者为Β,并假定较慢者即Β在时间ΖΗ中沿直线ΓΔ运动。显而易见,较快者即Α将在少于ΖΗ的时间内运动走过相同的长度,即直线ΓΔ。那么,假定它在ΖΘ中已经运动了。再者,既然较快者Α在ΖΘ中已经穿过了全程,就让较慢者Β在同一时间内穿过小于ΓΔ的ΓΚ。既然较慢者在时间ΖΘ中穿过了ΓΚ,较快者就在更短的时间内穿过了ΓΚ,以至于时间ΖΘ又将被分割;因为Α在[更短的]时间中穿过ΓΚ。因此Β在这一相同的[更短]时间内,所穿过的就不再是ΓΚ,而是小于ΓΚ的、仅仅是Γ。因此我们将体会到,只要我们不断地交替取用较快者与较慢者,并运用所指明的交替方式,较快者就将永远分割时间,而较慢者将永远分割量度。
- 6.2ποίας γὰρ ταῦτα σοφίας εἰδέναι
ποίας σοφίας 是表所属的表语性属格,与作为主语的不定词短语 εἰδέναι 构成修辞反问句:“知晓……究竟属于何种智慧呢[即需要何等智慧]”。ταῦτα 作为不定词 εἰδέναι 的宾语被前置(prolepsis),指代后文 ὅτι 从句的内容。
- 6.2ἀπολλύουσι προϊόντα ἢ διαφθείρουσιν
分词 προϊόντα 为中性复数宾格,与句首被前置的宾语 ταῦτα ... οὕτως ὄντα ἐναργῆ 一致,或作副词性用法表示过程(“在推进推论的过程中”)。该句的主语是后置的带冠词分词短语 οἱ χρόνους ἀμερεῖς καὶ ἐλαχίστους ὑποτιθέμενοι。
- 6.2νοήσομεν τοίνυν, ὡς ἀεὶ τὸ θᾶττον ἡμῖν καὶ βραδύτερον μεταλαμβάνουσι
与格分词短语 ἡμῖν ... μεταλαμβάνουσι καὶ ... χρωμένοις 作为关涉与格或附随情况(“对于不断交替……并运用……的我们而言/随着我们交替……”),修饰 ὡς 引导的整个从句。主句动词 νοήσομεν 表示推论的结论(“我们将理解/体会到”)。
