← 狄米斯提乌斯

亚里士多德《物理学》释义

§183.27-185.3

不可分量度上的运动矛盾与对伊壁鸠鲁的驳斥

特米斯蒂乌斯证明在不可分的量度上正在运动与已经运动无法区分并导致矛盾,驳斥了伊壁鸠鲁关于物体在整体上运动而在不可分部分上仅已运动的原子论解法,并论证了量度的不可分性必然推导出时间的不可分性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.1#3

τοῦτο τοίνυν ἐπὶ τοῦ αὐτοῦ ἀμεροῦς πῶς ὑπάρξει, ὅταν κινῆται ἐπ’ αὐτοῦ τὸ Ω τῆς Δ αὐτῷ κινήσεως παρούσης, ἣν ἀδιαίρετον ὑπεθέμεθα; ἀμήχανον γὰρ ἐπὶ τοῦ ἀμεροῦς πρότερον εἶναι τὸ κινεῖσθαι τοῦ κεκινῆσθαι καὶ τὸ πορεύεσθαι τοῦ πεπορεῦσθαι· διαιρετὴ γὰρ ἂν οὕτως ἡ κίνησις εἴη. πῶς δὲ ὅλως ὑπάρξει τὸ κινεῖσθαι; τὸ 〈γὰρ〉 μὴ ἠρεμεῖν ἐστι μήτε κεκινῆσθαι καὶ μήτε ἐν ἐκείνῳ εἶναι ἐξ οὗ κινεῖται, μήτε ἐν τούτῳ, ἐφ’ ὃ κινεῖται· εἴτε γὰρ ἐν ἐκείνῳ, ἠρεμοίη ἄν, εἴτε ἐν τούτῳ, οὐκέτ’ ἄν ἐπ’ αὐτοῦ κινοῖτο. ἐν τῷ μεταξὺ ἄρα τοῦ ἀφ’ οὗ καὶ ἐφ’ ὅ. διαιρετὴ ἄρα καὶ ἡ κίνησις καὶ τὸ μέγεθος, ὥστε δυοῖν θάτερον ἀναγκαῖον ἢ τὰ ἀμερῆ ποιεῖν πάλιν διαιρετὰ ἢ τὴν θέσιν ταύτην φυλάττοντας περιπίπτειν ἐκείνῳ τῷ ἀδυνάτῳ τῷ τὸν βαδίζοντα εἰς τὸν Πειραιᾶ ἐν αὐτῷ τῷ βαδίζειν βεβαδικέναι εἰς Πειραιᾶ1 καὶ τὸν ἀπιόντα εἰς Μέγαρα ἐν αὐτῷ τῷ ἀπιέναι ἀπεληλυθέναι εἰς Μέγαρα. ἀλλ’ ὁ σοφώτατος ἡμῖν Ἐπίκουρος οὐκ αἰσχύνεται χρῆσθαι φαρμάκῳ τῆς νόσου χαλεπωτέρῳ καὶ ταῦτα Ἀριστοτέλους τὴν μοχθηρίαν τοῦ λόγου προεπιδείξαντος.2 ἐπὶ μὲν γὰρ τῆς ὅλης τῆς ΑΒΓ κινεῖται, φησί, τὸ κινούμενον, ἐφ’ ἑκάστου δὲ τῶν ἀμερῶν, ἐξ ὧν σύγκειται, οὐ κινεῖται, ἀλλὰ κεκίνηται· εἶτ’ οὐκ αἰσθάνεται περιπίπτων ἀναριθμήτοις τισὶν ἀτοπίαις, πρῶτον μέν, ὅτι τὴν κίνησιν τὴν ἐφ’ ὅλης τῆς ΑΒΓ συντίθησιν οὐκ ἐκ κινήσεων, ἀλλ’ ἐκ περάτων κινήσεως καὶ τοῦ κεκινῆσθαι· ἡ γὰρ ὅλη κίνησις ΔΕΖ οὐχ ἕξει κίνησιν τὰ μόρια, τὸ Δ καὶ τὸ Ε καὶ τὸ Ζ (κεῖται γὰρ οὐ κινεῖσθαι καθ’ ἑκάστην τούτων, ἀλλὰ κεκινῆσθαι)· ἔπειθ’ ὅτι τὸ κεκινῆσθαί φησιν ἀληθές, ἐφ’ οὗ μηδέποτε τὸ κινεῖσθαι γέγονεν ἀληθές, καὶ τὸ διεληλυθέναι ὑπάρχειν, ᾧ μὴ πρότερον τὸ διιέναι,3 καὶ τὸ βεβαδικέναι, ᾧ μὴ πρότερον τὸ βαδίζειν, καὶ ὅλως τὸ παρῳχημένον ἀληθές, οὗ τὸ ἐνεστὼς οὐδέποτ’ ἦν ἀληθές. ἔτι δὲ εἰ πᾶν τὸ κινεῖσθαι πεφυκός, ὅτε πέφυκεν, ἤτοι κινεῖται ἐξ ἀνάγκης ἢ ἠρεμεῖ, 〈εἰ〉 μὴ κινεῖται τὸ Ω κατὰ τὸ Α, δῆλον ὅτι ἠρεμεῖ ἐν τῷ Α, ὁμοίως δὲ καὶ ἐν τῷ Β, ὁμοίως δὲ καὶ ἐν τῷ Γ· ἀλλὰ καὶ κεῖται κινεῖσθαι ἐπὶ τῆς συγκειμένης ἐκ τῶν ΑΒΓ, ὥστε κατὰ πᾶν μέρος ἠρεμοῦν τῆς ΑΒΓ πᾶσαν οὐδὲν ἧττον διήξει. ὅλως δὲ εἰ μὲν ἐφ’ ἑκάστου τῶν ἀμερῶν κίνησις ὑπάρξει τὸ Ω, πῶς ἔχον κίνησιν οὐ κινήσεται; εἰ δ’ οὐχ ὑπάρξει κίνησις, ἀλλ’ ἠρεμία, ἐξ ἠρεμίας ἡ κίνησις συντεθήσεται. ἔτι καὶ τὸν χρόνον ἀναγκαῖόν ἐστιν ἐξ ἀδιαιρέτων συγκεῖσθαι, εἰ τὸ μέγεθος ἐξ ἀμερῶν· εἰ γάρ τις μέγεθος μὲν ἀμερὲς ὑποτίθοιτο, μηκέτι δὲ χρόνον τινὰ ἀμερῆ, ἀλλὰ πάντα διαιρεῖσθαι δυνάμενον, οὗτος πάλιν προήσεται καὶ τὴν τοῦ μεγέθους ἀμέρειαν· ὁμολογεῖται γάρ, ὅτι πᾶν τὸ ἰσοταχὲς ἐν τῷ ἐλάττονι χρόνῳ ἔλαττον κινεῖται διάστημα. εἰ τοίνυν καὶ οὗτος ὁ χρόνος εἴη διαιρετός, ἐν ᾧ κινεῖταί τι κατὰ ἀμεροῦς καὶ ἐλαχίστου, δῆλον ὡς ἐν τῷ μέρει τοῦ χρόνου τούτου μέρος τι τοῦ ἐλαχίστου διήξει. ἀνάγκη τοίνυν καὶ χρόνους ἀμερεῖς ὑποτίθεσθαι τῷ συντιθέντι τὸ μέγεθος ἐξ ἀμερῶν.

那么,当我们设定为不可分的运动Δ临在于Ω,而Ω在其上运动时,这种情况在同一个无部分之物上又如何能够成立呢?因为在无部分之物上,正在运动不可能先于已经运动,行进不可能先于已经行进;因为这样一来运动就会是可分的。而且根本而言,正在运动又如何能够成立呢?因为不静止既不在于已经运动,也不在于处于它由之运动的那个东西之中,亦不在于处于它向之运动的那个东西之中;因为如果处于前者之中,它就会处于静止,如果处于后者之中,它就将不再在其上运动。因此它是在由之出发者与向之而去者之间。所以运动和量度都是可分的,以至于二者必居其一:要么重新使无部分之物成为可分的,要么在维护这一立论的同时陷入那个不可能的境地,即步行去比雷埃夫斯的人在步行的当下就已经步行到了比雷埃夫斯,离开去墨伽拉的人在离开的当下就已经离开到了墨伽拉。 然而,我们那位无比智慧的伊壁鸠鲁却不以采用比疾病本身还要凶险的药方为耻,而且这还是在亚里士多德已经事先证明了该论点的荒谬性的情况下。因为他说,运动之物在整个ΑΒΓ之上是在运动的,但在构成它的每一个无部分之物上并不运动,而是已经运动了。难道他没有察觉到自己陷入了无数的荒谬之中吗?首先,他不是由运动,而是由运动的界限以及已经运动构成了在整个ΑΒΓ之上的运动;因为整个运动ΔΕΖ并不拥有作为运动的各个部分,即Δ、Ε和Ζ(因为假定就它们每一个而言并不运动,而是已经运动了)。其次,他对那从未真实处于正在运动状态之物,却断言已经运动是真实的;对那此前并未处于穿过状态之物,断言已经穿过成立;对那此前并未处于步行状态之物,断言已经步行成立;并且总括而言,对那现在时从未真实成立之物,却断言过去时是真实的。再者,如果凡是天生能够运动之物,在适合其本性时,要么必然在运动,要么在静止,那么如果Ω在Α中不运动,显然它在Α中就是静止的,同样在Β中也是如此,同样在Γ中也是如此;但它又被假定在由ΑΒΓ构成之物上运动,因此在ΑΒΓ的每一个部分都静止的同时,它却依然穿过了整体。总的来说,如果在每一个无部分之物上运动都归属于Ω,那么它既然具有运动,怎会不运动呢?但如果归属于它的不是运动而是静止,运动就将由静止构成了。 此外,如果量度由无部分之物构成,时间也必然由不可分之物构成。因为如果有人假定量度是无部分的,却不再假定某种时间是无部分的,而是所有时间都能够被分割,这个人就反过来连量度的无部分性也将一并放弃。因为人们一致同意,所有等速之物在较短的时间内运动穿过较小的间隔。因此,如果连某个东西穿过无部分且最小之物时所用的这同一时间也是可分的,显然在这一时间的一部分中,它将穿过最小之物的某个部分。因此,对于把量度由无部分之物组合起来的人而言,假定无部分的时间也是必然的。

语法注3 条
  1. 6.1ἐκείνῳ τῷ ἀδυνάτῳ τῷ τὸν βαδίζοντα εἰς τὸν Πειραιᾶ ἐν αὐτῷ τῷ βαδίζειν βεβαδικέναι εἰς Πειραιᾶ

    带定冠词的与格“宾格加不定式”结构 τῷ τὸν βαδίζοντα... βεβαδικέναι 作为同位语,用以具体说明前述的 ἐκείνῳ τῷ ἀδυνάτῳ(“那个不可能的事态”)。其中的 ἐν αὐτῷ τῷ βαδίζειν 是表示时间共时性的介词短语。

  2. 6.1καὶ ταῦτα Ἀριστοτέλους τὴν μοχθηρίαν τοῦ λόγου προεπιδείξαντος

    成语性短语 καὶ ταῦτα(“而且、尽管如此”)与属格独立结构 Ἀριστοτέλους... προεπιδείξαντος 相结合,构成修饰前述主句的让步与强调性从属短语。

  3. 6.1ἐφ’ οὗ μηδέποτε τὸ κινεῖσθαι γέγονεν ἀληθές, καὶ τὸ διεληλυθέναι ὑπάρχειν, ᾧ μὴ πρότερον τὸ διιέναι

    此处是由前文的 φησίν 所统辖的一连串不定式从属结构。前半句为 τὸ κεκινῆσθαι [εἶναι] ἀληθές,修饰以无先行词的关系从句 ἐφ’ οὗ...(“对于那……者而言”)。后半句为 [φησὶ] τὸ διεληλυθέναι ὑπάρχειν, ᾧ...,其中与格 ᾧ 充当 ὑπάρχειν 的补足语,主语为 τὸ διιέναι,省去了动词 [ὑπῆρχε]。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:183.27-185.3