- 底本
- Themistius, In Aristotelis Physica Paraphrasis. Commentaria in Aristotelem Graeca V.2, ed. H. Schenkl, Berlin: Reimer 1900, pp. 1-236. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2001.tlg039.humanitext-grc1:182.18-183.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
特米斯蒂乌斯论证了量度是无限可分的而非由不可分之物构成,指出了若假定量度由不可分的点构成所导致的几何学荒谬(如由奇数个点构成的圆或直径无法二等分),并进而论述:若量度由不可分之物构成,运动也必由不可分的运动构成,而这由于会导致“正在运动”与“已完成运动”同时发生因而是不可能的。
δῆλον τοίνυν ἐκ τῶν εἰρημένων κἀκεῖνο, ὅτι πᾶν μέγεθος συνεχὲς διαιρετὸν εἰς ἀεὶ διαιρετά. καὶ γὰρ τοῦτο ἐκ συλλογισμοῦ τις ἂν συναγάγοι· πᾶν γὰρ μέγεθος συνεχὲς ἢ διαιρετὸν ἢ ἀδιαίρετον. ἀλλ’ οὐκ ἀδιαίρετον (πῶς γὰρ ἂν ἔτι μέγεθος εἴη καὶ συνεχές;)· ὥστε διαιρετόν. πᾶν τοίνυν διαιρετὸν εἰς ἀεὶ διαιρετὰ ἢ εἰς ἀδιαίρετα. ἀλλ’ οὐκ εἰς ἀδιαίρετα (καὶ γὰρ ἐξ ἀδιαιρέτων συγκέοιτο ἄν, ὅπερ ἀδύνατον ἀπεδείχθη), εἰς ἀεὶ τοίνυν διαιρετά. ἔτι εἰ μέγεθος ἐξ ἀμερῶν, καὶ γραμμὴν μείζω σημείῳ γραμμῆς δυνατὸν γενέσθαι, ἀλλ’ εἰ τοῦτο, δίχα διαιρεθήσεται τὸ σημεῖον. εἰ γὰρ πᾶσα γραμμὴ δίχα διαιρετή, καὶ ἡ μείζων σημείῳ καὶ ἡ ἐλάττων. ὅταν τοίνυν ἡ μείζων τέμνηται δίχα, καὶ τὸ σημεῖον δίχα τμηθήσεται· καὶ ὅλως ὅταν ᾖ ἐκ περισσῶν στιγμῶν συγκειμένη, καὶ κύκλος δ’ ἂν εἴη τις ἐκ περισσῶν σημείων συγκείμενος. πῶς οὖν οὗτος διαιρεθήσεται δίχα; οἴχεται δὲ καὶ τὸ τῇ διαμέτρῳ δίχα τέμνεσθαι τὸν κύκλον, μᾶλλον δὲ οὐδὲ ὅλως ἔσται διάμετρος· τὸ γὰρ κέντρον ἀμερὲς ὑποκείμενον τὴν δι’ αὐτοῦ γραφομένην εὐθεῖαν οὐ παραδέχεται, ὥστ’ εἰς δύο γενέσθαι.1 οὐκοῦν οὐδ’ ἡμικύκλιον ἔσται, ἀλλὰ τὸ κέντρον ἀεὶ θατέρῳ μέρει τοῦ κύκλου προσνεμόμενον ἐν τῇ τομῇ μεῖζον ἐκεῖνο ποιήσει. πολλὰ ἄν τις ἕτερα προσεπιβάλλοι τὰ Ἀριστοτέλους ἐξεργάσασθαι φιλοτιμούμενος. ἔτι πρὸς τούτοις εἰ συγκεῖσθαί τι μέγεθος δυνατὸν ἐξ ἀδιαιρέτων καὶ ἀμερῶν, ἀνάγκη καὶ τὴν ἐπὶ τούτου κίνησιν ἐξ ἀμερῶν συγκεῖσθαι κινήσεων· ἀκολουθεῖ γάρ, ὥσπερ καὶ πρότερον ἐπεδείχθη, τῷ μεγέθει ἡ κίνησις, ἐφ’ οὗ γίνεται, καὶ ὥσπερ, εἰ τὸ μέγεθος συνεχές, καὶ αὕτη συνεχής, οὕτως, εἰ τὸ μέγεθος ἐκ διωρισμένων καὶ ἀμερῶν, καὶ αὕτη τοιαύτη. ἵνα δὲ καὶ ἐκδηλοτέρα γένηται τῆς ἀκολουθίας ταύτης ἡ ἀνάγκη, ὑποκείσθω τι μέγεθος ἐκ τριῶν συγκείμενον ἀμερῶν ΑΒΓ, κινούμενον δὲ ἐπὶ τοῦ μεγέθους τούτου τὸ Ω κίνησιν, ἧς σημεῖα τὰ ΔΕΖ. ἔσται τοίνυν ἡ ΔΕΖ κίνησις ἐκ τριῶν ἀμερῶν καὶ αὐτὴ συγκειμένη κινήσεων· ἕκαστον γὰρ αὐτῆς μόριον ὁμοίως ἀμερὲς ἔσται τῷ ἐφ’ οὗ γίνεται. εἰ γὰρ τὴν ἐπὶ τοῦ Α κίνησιν διαιρετήν τις εἶναι βιάζοιτο, καὶ τὸ Α ποιήσει διαιρετόν· συνδιαιρεῖται γὰρ ἀεὶ τῇ κινήσει τὸ διάστημα. τοίνυν καὶ τὸ ἥμισυ τῆς κινήσεως ἐφ’ ἥμισυ ἔσται τοῦ Α, ἀλλ’ ὑπόκειται ἀδιαίρετον εἶναι τὸ Α. ὅτι μὲν οὖν ἐξ ἀνάγκης ἀκολουθεῖ τῷ τὸ μέγεθος ἐξ ἀμερῶν συντιθέντι τὸ ποιεῖν καὶ τὴν κίνησιν ἐξ ἀδιαιρέτων κινήσεων, ἀποδέδεικται· ὅτι δὲ ἀμήχανον κίνησίν τινα ἐξ ἀδιαιρέτων εἶναι κινήσεων, λέγομεν πάλιν. φανερὸν τοίνυν, ὅτι τὸ κινεῖσθαι παρουσίᾳ κινήσεως γίνεται καί, ὅπως ἂν ἔχῃ ἡ κίνησις, οὕτως ἔχει καὶ τὸ κινεῖσθαι. εἰ τοίνυν ἡ κίνησις ἀδιαίρετος γινομένη ἐπὶ τοῦ Α, ἀδιαίρετον ἔσται καὶ τὸ κινεῖσθαι ἐπὶ τοῦ Α· τοῦτο δὲ ἀμήχανον· ὥστε οὐδὲ ἡ κίνησις ἀδιαίρετος. πῶς οὖν ἀμήχανον ἀδιαίρετον εἶναι τὸ ἐπὶ τοῦ Α κινεῖσθαι; ἀνάγκη τὸ κινούμενον ποθέν ποι μὴ ἅμα κινεῖσθαι καὶ κεκινῆσθαι, οὗ ἐκινεῖτο,2 τουτέστι 〈μὴ〉 ἅμα πορεύεσθαι Θήβαζε καὶ πεπορεῦσθαι καὶ εἶναι ἐν Θήβαις, μὴ ἅμα βαδίζειν εἰς Πειραιᾶ [καὶ εἶναι] καὶ βεβαδικέναι εἰς Πειραιᾶ. ἀλλὰ πρῶτον μὲν τὸ εἰς Θήβας πορεύεσθαι τοῦ ἐν Θήβαις εἶναι, τὸ δὲ εἰς τὸν Πειραιᾶ βαδίζειν τοῦ ἐν τῷ Πειραιεῖ γεγονέναι.
因此,从所说的话中这一点也是清楚的:即每一个连续的量度都是可以分割为永远可分之物的。因为人们也可以通过三段论推导出这一点:因为每一个连续的量度要么是可分的,要么是不可分的。但它并不是不可分的(因为如果不可分,它怎能既是量度又是连续的呢?);所以它是可分的。那么,每一个[连续的量度]要么是可以分割为永远可分之物的,要么是可以分割为不可分之物的。但它并不是分割为不可分之物的(因为那样它就会由不可分之物构成,而这已被证明是不可能的);因此,它是可以分割为永远可分之物的。此外,如果量度由无部分之物构成,那么一条线也有可能比另一条线大多出一个点;但如果这样,这个点就会被分成两半。因为如果每一条线都可以被二等分,那么大多出一个点的线与较小的那条线就都[可以二等分]。因此,当较大的线被二等分时,这个点也将被切成两半;而且一般而言,凡是由奇数个点组成的线都是如此,甚至某个圆也可能由奇数个点组成。那么,这个圆又将如何被二等分呢?而且圆被直径二等分这一性质也将荡然无存;或者更确切地说,根本就不会有直径;因为中心被设定为无部分的,它不会容纳穿过它画出的直线,以致变成两个。因此,甚至连半圆也不会存在,而中心在分割中总是被划归给圆的其中一部分,从而使那一部分变得更大。凡是热心于进一步发挥亚里士多德论点的人,还可以提出许多其他的〔荒谬后果〕。 此外,如果任何量度有可能由不可分且无部分之物构成,那么在其上的运动也必然由无部分的运动构成。因为正如先前所证明的,运动伴随着它在其上发生的量度;并且正如如果量度是连续的,运动也是连续的那样,如果量度是由离散且无部分之物构成的,运动也必定是这样的。为了使这一推论的必然性变得更加明显,假定某个量度由三个无部分之物Α、Β、Γ构成,而在这个量度上运动的Ω进行一种运动,该运动的各点为Δ、Ε、Ζ。因此,ΔΕΖ这一运动本身也将由三个无部分的运动构成;因为它的每一个部分都将与其在其上发生的部分一样是无部分的。因为如果有人硬说在Α上的运动是可分的,他就将使Α也是可分的;因为间隔总是与运动一同被分割的。因此,运动的一半就将在Α的一半之上;但Α已被设定为是不可分的。因此,对于把量度由无部分之物组合起来的人而言,必然推导出也将运动由不可分的运动构成的结论,这一点已被证明。但任何运动不可能由不可分的运动构成,我们再次陈述。那么,显然,被运动是通过运动的临在而发生的,并且运动是怎样的状态,被运动也就是怎样的状态。那么,如果发生于Α之上的运动是不可分的,那么在Α之上的被运动也将是不可分的;但这却是不可能的;所以运动也不是不可分的。那么,在Α之上被运动是不可分的,这怎么会是不可能的呢?凡是从某处运动到某处之物,必然不可能同时既正在运动又已经运动到它所朝着运动的目的地;也就是说,不可能同时既正在前往底比斯又已经到达并身在底比斯,不可能同时既正在步行去比雷埃夫斯又已经步行到达比雷埃夫斯。相反,前往底比斯先于身在底比斯,步行去比雷埃夫斯先于已经到达比雷埃夫斯。
- 6.1τὸ γὰρ κέντρον ἀμερὲς ὑποκείμενον τὴν δι’ αὐτοῦ γραφομένην εὐθεῖαν οὐ παραδέχεται, ὥστ’ εἰς δύο γενέσθαι
在由 ὥστε 引导的结果状语从句(ὥστ’ εἰς δύο γενέσθαι)中,不定式 γενέσθαι 的逻辑主语在语法上既可理解为所作的直线,亦可理解为圆心。理解为“圆心”(即圆心被假定为无部分的,因而不能容纳直线穿过以使自身被分成两半)最契合前文原因分词 ἀμερὲς ὑποκείμενον(被设定为无部分的)以及后文关于圆心无法被平分而只能归属于其中一个半圆(τὸ κέντρον... θατέρῳ μέρει... προσνεμόμενον)的论述。
- 6.1ἀνάγκη τὸ κινούμενον ποθέν ποι μὴ ἅμα κινεῖσθαι καὶ κεκινῆσθαι, οὗ ἐκινεῖτο
在 οὗ ἐκινεῖτο 中,关系副词 οὗ 在此并非表示属格性的出发点,而是表示运动的方向和目的地(相当于 εἰς τοῦτο ὅποι ἐκινεῖτο 的紧缩表达)。后文紧接着列举的两个具体的方向短语 Θήβαζε(前往底比斯)和 εἰς Πειραιᾶ(前往比雷埃夫斯)明确印证了这一表示终点的用法。
